Page images
PDF
EPUB

66

66

κολούθησε; καὶ διὰ τοῦτο μεθ ̓ ὑπερβολῆς γίνεται· καὶ ὁ Πέτρος λαβὼν ἀφορμὴν, ὅρα πῶς ἀπολογεῖται· “ μήτι τὸ ὕδωρ δύναταί σε τις κωλῦσαι, καὶ τὰ ἑξῆς· ὅρα ποῦ τὸ πρᾶγμα ἀνήνεγκε, πῶς ὤδινεν ἐξενεγκεῖν τοῦτο· οὕτως τῆς γνώμης ταύτης ἦν· “ μήτι σε τὸ ὕδωρ,” φησι, “ κωλῦσαι δύναταί τις;” σχεδὸν γὰρ ὥσπερ 5 ἐπεμβαίνοντός ἐστι τοῖς κωλύουσι, τοῖς λέγουσιν ὅτι οὐ χρὴ τοῦτο γενέσθαι· τὸ πᾶν γέγονέ, φησι, τὸ ἀναγκαιότερον τὸ βάπτισμα γέγονεν ὃ ἡμεῖς ἐβαπτίσθημεν.

Κυρίλλου. Εάν τις ἀμφιβάλλοι πάλιν, πρὸ τοῦ βαπτισθῆναι τοὺς ἀμφὶ τὸν Κορνήλιον, πῶς ἠξιώθησαν τοῦ Ἁγίου Πνεύματος, το ἴστω διὰ τὴν κρίσιν τοῦ Πέτρου καὶ τῶν ἐκ περιτομῆς τὸ τοιοῦτον γεγενῆσθαι.

ΣΕΥΗΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΚ ΤΗ͂Σ ΠΡΟΣ ΣΟΛΩΝΑ ΕΠΙΣΚΟΠΟΝ ΕΠΙΣΤΟΛΗ͂Σ ΤΗ͂Σ ΚΑΤΑ ΕΙΧΙΤΩΝ. Διά τοι τοῦτο καὶ παρὰ τὰς ἀρχὰς τοῦ κηρύγματος, ὅτε κατήγγελον οἱ Ἀπόστολοι τὸ 15 Εὐαγγέλιον, οἱ τυγχάνοντες τοῦ ἁγίου βαπτίσματος εἰς ἀπόδειξιν τοῦ Πνεῦμα Ἅγιον εἰληφέναι, καὶ γλώσσαις ἐλάλουν καὶ προεφήτευον· ὅτε γὰρ ἤκμαζε τὰ τῆς ἀπιστίας, τότε κατὰ τὸ χρειῶ δες ἤνθει τὰ θαύματα· τῆς δὲ πίστεως πλατυνθείσης οὐ δεῖ σημείων· οὐ γὰρ πρὸς ἐπίδειξιν γίνεται τὰ παρὰ τοῦ Θεοῦ, πρὸς 20 σωτηρίαν δὲ καὶ θεραπείαν, καὶ τὴν τῶν μετεχόντων εὐεργεσίαν.

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι οὐκ ἄλλως ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ τὸν Κορνήλιον καὶ τοὺς σὺν αὐτῷ, καίτοι μαρτυρηθέντας εἶναι θεοσεβεῖς καὶ δικαίους, εἰ μὴ προκατηχηθέντας τὸν τῆς πίστεως λόγον, ἤκουσαν καὶ ἐπίστευσαν· ὡς καὶ ἔνθεν δῆλον εἶναι, 25 ὅτι ὁ ἐθνικὸς, κἂν πάνυ δίκαιος ᾖ, οὐδέποτε μεταλαμβάνει τῆς τοῦ Πνεύματος δωρεᾶς, ἀμέτοχος ὢν καὶ ἄγνωστος τῆς ἀληθινῆς πίσ

στεως.

45 Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ, ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου30 46 Πνεύματος ἐκκέχυται· ἤκουον γὰρ αὐτῶν λαλούντων γλωσσαῖς, καὶ μεγαλυνόντων τὸν Θεόν.

Του ΧΡΥΣΟΣΤΟΜοτ. Οπου γε καὶ τοῖς πεπιστευκόσιν ἐκ περιτομῆς, παράδοξον τὸ πρᾶγμα ἐδόκει εἶναι· καὶ ἐνεκάλουν τῷ

Πέτρῳ πρὸς αὐτοὺς ἀπὸ Καισαρείας ἀπελθόντι· καὶ μετὰ τὸ μα θεῖν τὴν οἰκονομίαν τὴν τοῦ Θεοῦ, ἔτι καὶ οὕτως ἐθαύμαζον, πῶς “ καὶ εἰς τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται” τὸ γὰρ ἐκπλήττεσθαι ἐνεδείκνυτο, ὡς οὐκ ἄν ποτε τοῦτο ἐγένετο τὸ παράδοξον.

47 Τότε ἀπεκρίθη Πέτρος, μήτι τὸ ὕδωρ δύναταί τις κωλῦσαι τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον, ὡς καὶ ἡμεῖς ;

5

Τοῦ Αὐτοῦ. Πρὸς τοὺς λεπτολογεῖν ἐθέλοντας καὶ πολυπραγμονεῖν τὰ θεῖα μυστήρια, καὶ ζητοῦντας ἃ μὴ δεῖ, καὶ λέ- 10 γοντας διατί ὁ Φίλιππος οὐ κατήγαγε τὸ Πνεῦμα ; πάλιν γὰρ οὐ μέλλει αὐτοῖς εἰπεῖν, διατί πρὸ τοῦ κατελθεῖν τοὺς περὶ τὸν Κορνήλιον καὶ βαπτισθῆναι ὕδατι, ἐπέπεσεν ἐπ ̓ αὐτοὺς τὸ Πνεῦμα. πρὸς οὓς δεῖ εἰπεῖν, ὅτι τῇ τοῦ Θεοῦ κρίσει ταῦτα γίνεται, καὶ οὐδεὶς δύναται κωλῦσαι τὸ Πνεῦμα κατελθεῖν, καὶ πρὸ τοῦ βαπ- 15 τισθῆναι ὕδατι ἐκεῖνον, ἐφ ̓ ὃν συνορᾶ τὸ Πνεῦμα ἐπιπεσεῖν, ὡς ὁ Πέτρος ἐμαρτύρει. οὕτως οὖν καὶ ἐπὶ τοῦ Φιλίππου νοητέον· ὅτι οὐκ εὐδόκησεν ὁ Θεὸς ἐπιβαλεῖν τοῖς ὑπ ̓ αὐτοῦ βαπτισθεῖσι Πνεῦμα, κατὰ τὸν καιρὸν καθ ̓ ὃν ἐλούσαντο ὕδατι· καὶ ὑπερβαί νει τὸν ἄνθρωπον ἀναζητεῖν τὴν τοῦ Θεοῦ γνώμην, ἣν μαθεῖν ἀδύ- 20 νατον κατὰ τὸ εἰρημένον· “ τίς ἔγνω νοῦν Κυρίου ;

[ocr errors]

48 Προσέταξε δὲ αὐτοὺς βαπτισθῆναι, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ· τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Μετὰ τὸ ἀπολογήσασθαι, τότε αὐτοὺς 25 προσέταξε βαπτισθῆναι, παιδεύων αὐτοὺς διὰ τῶν πραγμάτων τοσοῦτον ἀπεχθῶς εἶχον οἱ Ἰουδαῖοι· διὰ τοῦτο πρότερον ἀπολογεῖται, καίτοι τῶν πραγμάτων βοώντων· καὶ τότε προσέταξεν.

ΔΙΔΥΜΟΥ. Ὁ βαπτιζόμενος εἰς τὸ ὄνομα Ἰησοῦ, εἰς τὴν Τριάδα βαπτίζεται· ὡς ὁ λαμβάνων ἐκ τοῦ Θεοῦ τὴν δωρεάν, ἐν Τριάδι 30 αὐτὴν ἔχει βεβαιουμένην· ὅθεν οὐ φοβητέον ἐκ τῶν τοιούτων ῥημάτων τὴν Σαβελλίου γνώμην· Τριάδα γὰρ τιθέμεθα, ἀλλ ̓ οὐ τριώνυμον ὑπόστασιν μίαν.

Φίλιππον Cod.

I

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ τίς ἦν τοῦ ὕδατος χρεία, τοῦ Ἁγίου Πνεύματος ἐπιπεσόντος αὐτοῖς; καὶ ταύτην ἤδη λοιπὸν ὁρῶ τὸ μυστήριον ἐκκαλύπτων ἡμῖν τὸ ἀποκεκρυμμένον· θεῖα τελεῖται ἐν αὐτῷ σύμβολα τάφος καὶ νέκρωσις· καὶ ἀνάστασις καὶ ζωή. ὥσπερ εὔκολον ἡμῖν βαπτίσασθαι καὶ ἀνανεῦσαι· οὕτως εὔκολονς τῷ Θεῷ θάψαι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἀναδεῖξαι τὸν νέον. τρίτον δὲ τοῦτο γίνεται, ἵνα μάθῃς ὅτι δυνάμει Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος τὰ πάντα ἐκεῖ πληροῦται. καὶ ὅτι οὐ στου χασμὸς τὸ εἰρημένον, ἄκουσον τοῦ Παύλου λέγοντος· “ συνετάφη μεν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον” καὶ πάλιν, 10 σε ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη” καὶ πάλιν, σε σύμ φυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ.”

66

66

66

Τοῦ Αὐτοῦ. Τότε εἰκότως καὶ θαρρούντως λοιπὸν ἐπιμένει.

Ἤκουσαν δὲ οἱ Ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν, ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον 15 τοῦ Θεοῦ.

Τοῦ Αὐτοῦ. Ὅρα πῶς οὐκ οἰκείως πρὸς αὐτὸν διέκειντο· εἶδες τὸν ζῆλον οἷον εἶχον ὑπὲρ τοῦ νόμου; οὐ τὸ ἀξίωμα Πέτρου ᾐδέσθησαν· οὐ τὰ γενόμενα σημεῖα· οὐ τὸ κατόρθωμα ὅσον ἦν τὸ δέξασθαι τὸν λόγον· ἀλλ ̓ ὑπὲρ τῶν μικρῶν ἐκείνων διεκρίνοντο· εἰ20 γὰρ μηδὲν τούτων ἦν, οὐκ ἤρκει τὸ κατόρθωμα· ἀλλ ̓ οὐκ ἀπολογεῖται οὕτω Πέτρος, συνετὸς γὰρ ἦν· μᾶλλον δὲ οὐ τῆς συνέσεως αὐτοῦ ἦν, ἀλλὰ τοῦ Πνεύματος τὰ ῥήματα· καὶ δείκνυσι διὰ τῆς ἀπολογίας, ἑαυτὸν μὲν οὐδαμοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν· ἐπ ̓ αὐτὸν γὰρ ἔρριψε τὸ πᾶν.

Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο 3πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς, λέγοντες ὅτι εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας, καὶ συνέφαγεν αὐτοῖς.

25

Του ΧΡΥΣΟΣΤΟΜοτ. Μετὰ τοσαῦτα διεκρίνοντο οἱ ἐκ περιτεμῆς, οὐχ οἱ Ἀπόστολοι· μὴ γένοιτο· ἐσκανδαλίζοντο δὲ, φησὶν, οὐ 30 μικρῶς· καὶ ὅρα τί προβάλλονται· οὐ λέγουσι, διατί κατήγγειλες ; ἀλλὰ, διατί συνέφαγες; ὁ δὲ Πέτρος οὐ πρὸς τοῦτο ἵσταται τὸ ψυχρόν· ψυχρὸν γὰρ ὄντως ἦν· ἀλλὰ πρὸς ἐκεῖνο τὸ μέγα· ὅτι εἰ Πνεύματος μετέλαβον, φησὶ, πῶς τούτου μεταδοῦναι οὐκ ἦν ;

ΚΕΦ. 15.

Ως Πέτρος καθεξῆς καὶ τὰ ἕκαστα τῶν γεγονότων διηγήσατο τοῖς ̓Αποστόλοις διακριθεῖσι πρὸς αὐτὸν, τὸ τηνικάδε Βαρνάβαν ἐκπέμψας πρὸς τοὺς ἐν ̓Αντιοχείᾳ ἀδελφούς.

4 Αρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέ- 5 5γων, ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθότην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρα σνοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ· εἰς ἣν ἀτενίσας κατένοουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ 10 ἑρπετὰ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.

66

Τοῦ Αὐτοῦ. Οὐ τῆς συνέσεως Πέτρου ἦν τὰ ῥήματα, ἀλλὰ τοῦ Πνεύματος. καὶ δείκνυσι διὰ τῆς ἀπολογίας ἑαυτὸν μὲν οὐδα μοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν· ἐπ ̓ αὐτὸν γὰρ ἔρριψε τὸ πᾶν· ἐν ἐκστάσει γὰρ αὐτὸς φησὶν, ἐποίησεν· “ ἐγὼ ἐν Ἰόππῃ ἤμην...” 15 τὸ σκεῦος αὐτὸς ἔδειξεν, ἐγὼ καὶ ἀντεῖπον· καὶ πάλιν αὐτὸς εἶπε, καὶ οὐδὲ οὕτως ἤκουσα· τὸ Πνεῦμα ἐκέλευσεν ἀπελθεῖν, καὶ οὕτως ἀπελθὼν οὐκ ἐπέδραμον· εἶπον ὅτι ὁ Θεὸς ἔπεμψε, καὶ οὐδὲ οὕτως ἐβάπτισα μετὰ ταῦτα· ἀλλὰ πάλιν ὁ Θεὸς τὸ πᾶν εἰργάσατο· ὁ Θεὸς αὐτὸς ἐβάπτισεν, οὐκ ἐγώ.

20

Τοῦ ΑΓΙΟΥ ΕΠΙΦΑΝΙΟΥ Επισκόπου Κύπρου ἀπὸ τοῦ ΠΑΝΑΡΙΟΥ ΚΕΦΑΛΑΙΟΥ ΚΗ ́. Κήρινθος ὁ αἱρετικὸς παρεκίνει περὶ τοῦ Πέτρου ἐπανελθόντος εἰς Ἱερουσαλὴμ τὰ πλήθη τῶν ἐκ περιτομῆς, λέγων, ὅτι εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας ἐποίησε δὲ τοῦτο ὁ Κήρινθος πρὶν ἢ ἐν τῇ Ἀσίᾳ κήρυξαι τὸ αὐτοῦ κήρυγμα, 25 καὶ ἐμπεσεῖν εἰς τὸ περισσότερον τῆς αὐτοῦ ἀπωλείας βάραθρον διὰ γὰρ τὸ εἶναι αὐτὸν ἐμπερίτομον δῆθεν, ἀντιδικίας ἕνεκα τῶν ἐν ἀκροβυστίᾳ πιστῶν διὰ τῆς περιτομῆς τὴν πρόφασιν ἐθηράσατο· τοῦ δὲ καὶ δόντος τῷ Πέτρῳ τὸν πρὸς αὐτὸν καὶ τοὺς αὐτοῦ ἔλεγχον ποιήσασθαι, φανερὰ γίνεται ἡ τοῦ Κηρίνθου ἄνοια· ἕως 30 τότε γὰρ ἐδίσταζεν ὁ ἅγιος, ἕως ὅτε ὁ Κύριος ἐναργῶς ἔδειξεν αὐτῷ, ἃ διὰ τῶν λόγων καὶ τύπων αὐτὸν ἐδίδασκεν· εὐθὺς γὰρ αὐτοῦ ἀνοίξαντος τὸ στόμα, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ e παρεκείνη Cod. f κύδοντος Cod.

7

66

σε

Κορνήλιον, καὶ ἰδὼν ὁ Πέτρος εἶπε· “ μήτι τὸ ὕδωρ δύναταί τις σε κωλῦσαι,” καὶ τὰ ἑξῆς· τὸ πᾶν δὲ τοῦτο μυστήριον, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον· ὅπως ὅ τε ἅγιος Πέτρος καὶ πᾶς τις γνώσεται, ὅτι οὐκ ἐξ ἀνθρώπων ἡ τῶν ἐθνῶν σωτηρία, ἀλλ' ἐκ Θεοῦ ὑπῆρχεν.

Καὶ ἤκουσα φωνῆς λεγούσης μοι, ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὡσανεὶ ἔλεγεν ἱκανὸν μὲν ἦν καὶ τοῦτο πεῖσαι, τὸ θεάσασθαι τὴν σινδόνα πλὴν ἀλλὰ καὶ φωνὴ προσετίθει.

8 Εἶπον δὲ, μηδαμῶς, Κύριε· ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.

Τοῦ Αὐτοῦ. Ὁρᾶς ὅτι τὸ ἐμὸν ἐποίησά· φησιν, ὅτι οὐδέποτε ἔφαγον, πρὸς τοῦτο ὃ ἔλεγον ἐκεῖνοι, ὅτι εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς· τοῦτο δὲ πρὸς Κορνήλιον οὐ λέγει· οὐ γὰρ ἦν ἀνάγκη. 9 Απεκρίθη δὲ ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ, ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.

[ocr errors]

5

ΤΟ

15

Τοῦ Αὐτοῦ. Ὅρα πῶς ἀπολογεῖται, καὶ οὐκ ἀξιοῖ τῷ τοῦ δια δασκάλου ἀξιώματι κεχρῆσθαι· ὅσῳ γὰρ ἐπιεικέστερον φθέγγεται, τοσούτῳ μᾶλλον αὐτοὺς χειροῦται· οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα 20 μου κοινὸν ἢ ἀκάθαρτον· καὶ ταῦτα ἀπολογίας ἦν. η

Τοῦτο δὲ ἐγένετο ἐπὶ τρὶς, καὶ ἀνεσπάσθη πάλιν ἅ11 παντα εἰς τὸν οὐρανόν. καὶ ἰδοὺ, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἤμην, ἀπεσταλμένοι ἀπὸ 12 Καισαρείας πρός με· εἶπε δέ μοι τὸ Πνεῦμα, συνελθεῖν 25 αὐτοῖς, μηδὲν διακρίνοντα

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ορᾶς ὅτι Πνεύματος ἡ νομοθεσία.

Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἐξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός·

Τοῦ Αὐτοῦ. Οὐδὲν ταπεινότερον ὅταν τῶν ἀδελφῶν τὴν μαρτυ-30 ρίαν ἐπάγηται.

13 Ἀπήγγειλε δὲ ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἰκῷ

αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ, ἀποστεῖλον εἰς Ιόπ

« PreviousContinue »