Page images
PDF
EPUB

29 Τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκα στος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν 30τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύ

λου.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα αὐτοῖς καὶ τὸν λιμὸν αἴτιον σωτηρίας, ἐλεημοσύνης ἀφορμὴν, πολλῶν πρόξενον ἀγαθῶν· ὁρᾶς ἅμα πιστεύοντας, ἅμα καρποφοροῦντας· οὐ τοῖς αὐτῶν μόνον ἀλλὰ καὶ τοῖς πόρρω.

5

ΑΜΜΩΝΙΟΥ. Ὥστε οὖν καὶ Πρεσβυτέρων εἶχον ἀξίαν οἱ Ἀπό- 10 στολοι· καὶ ἐν ἄλλῳ δὲ κεφαλαίῳ σεσημείωται.

ΚΕΦ. ΙΗ.

Κατασφαγὴ Ἰακώβου τοῦ ̓Αποστόλου.

I Κατ ̓ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαι τινὰς τῶν ἀπὸ τῆς ἐκ- 15 κλησίας.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Καλῶς λέγει ὅτι Ἡρώδης ὁ βασιλεὺς οὗτος, οὐκ ἦν ὁ ἐπὶ τοῦ Χριστοῦ. ἰδοὺ πειρασμὸς ἕτερος ὅρα ὅπερ ἐξ ἀρχῆς εἶπον· πῶς τὰ πράγματα πλέκεται· πῶς δι ̓ ἀνέσεως καὶ θλίψεως πάντα ὑφαίνεται· οὐκέτι Ἰουδαῖοι, οὔτε τὸ συν- 20 έδριον, ἀλλ ̓ ὁ βασιλεύς· μείζων ἡ ἐξουσία· χαλεπώτερος ὁ πόλεμος, ὅσῳ πρὸς χάριν ἐγένετο τοῖς Ἰουδαίοις.

Τοῦ Αὐτοῦ. “ Κακῶσαι τινὰς τῶν ἀπὸ τῆς ἐκκλησίας,” φησί καθάπερ θηρίον ἁπλῶς καὶ ἀλογίστως ἐποίει· τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Χριστός· “ τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, 15 ¿ σε ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε.”

σε

ΑΜΜΩΝΙΟΥ. Θέα ὅτι οἱ πιστοὶ ἄνδρες, καὶ τὸ ἐξ αὐτῶν σύστημα Ἐκκλησία καλεῖται.

Ποῖον καιρόν ; τὸν ἐπὶ Κλαυδίου Καίσαρος Γάϊος γὰρ αὐτοκρά τωρ Ῥωμαίων Αγρίππαν καθίστησι βασιλέα τῆς Ἰουδαίας, [f τὸν 30 Ἡρώδην ἐξορίσας διαβιοῦν ἐν Λουγδούνῳ τῆς 8 Γαλλίας] σὺν καὶ τῇ

f Quæ uncinis inclusi in textu ommissa suppl. rec. man. in marg. ἐξωρίσας δι' αἰσχρότητα βίου Ecum, et Cod. Barocc. 3.

Cod.

8 Γαλιλαίας

2

3

γυναικὶ Ἡρωδιάδι· οὗτός ἐστιν ὁ κατὰ τὸ πάθος τοῦ Κυρίου, ὡς ἱστο ρεῖ Ιώσηπος ἐν τῷ ιή λόγῳ τῆς Ἀρχαιολογίας, καὶ Εὐσέβιος ἐν τῷ β' λόγῳ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας· ἢ οὖν διαφωνία τοῦ ὀνόματος ἐνταῦθα τὸ λέγειν ἀντὶ Ἀγρίππα Ἡρώδην, ἢ κατὰ σφάλμα ὡς εἰκὸς γραφικὸν γέγονεν· ἢ κατὰ διωνυμίαν εἴρηται· ἐπεὶ 5 καὶ ὁ χρόνος καὶ αἱ πράξεις τὸν αὐτὸν ὄντα δεικνύουσιν· τουτέστιν Αγρίππαν ἐπὶ Κλαυδίου Καίσαρος, ὃς μετὰ Γάϊον γέγονεν αὐτοκράτωρ.

̓Ανεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Απλῶς καὶ ὡς ἔτυχεν· εἰ δέ τις ζητοίη, 10 διατί συνεχώρησεν ὁ Θεὸς, ἐροῦμεν ὅτι ὑπὲρ αὐτῶν τούτων πρῶτ 8 τον μὲν πείθων αὐτοὺς, ὅτι καὶ ἀναιρούμενοι κρατοῦσιν, ὅπερ ἐπὶ Στεφάνου γέγονε δεύτερον δὲ διδοὺς αὐτοῖς μετὰ τὸ ἐμπλῆσαι τὸν θυμὸν, ἀνενεγκεῖν ἀπὸ τῆς μανίας· τρίτον δεικνὺς ὅτι κατὰ συγχώρησιν αὐτοῦ γέγονε τοῦτο.

Τοῦ Αὐτοῦ. Οὕτως ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδην ταύτῃ δωρεάν μεγίστην νομίσαι χαρίσεσθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι.

15

Τοῦ Αὐτοῦ. Εἶδες αὐτῶν τὴν ἀνδρείαν; ἵνα γὰρ μηδεὶς λέγῃ ὅτι διὰ τοῦτο ἀκινδύνως καὶ ἀδεῶς κατατολμῶσι τοῦ θανάτου, ἅτε 20 ἐξαρπάζοντος αὐτοὺς τοῦ Θεοῦ, διὰ τοῦτο συγχωρεῖ καὶ ἀναιρε θῆναι καὶ τοὺς κορυφαίους, μάλιστα Στέφανον καὶ Ἰάκωβον· πείθων αὐτοὺς τοὺς ἀναιροῦντας, ὅτι οὐδὲ ταῦτα ἀφίστησιν αὐτοὺς καὶ κωλύει.

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι Ἰάκωβος πρῶτος ἐμαρτύρησεν ἀπὸ 25 τῶν δώδεκα μαθητῶν, ὑπὸ Ἡρώδου ἢ σφαγείς ἢ ἀποτμηθεὶς τὴν κεφαλήν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἦν γὰρ καὶ ἕτερος Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφός· διὰ τοῦτο ἐπεσημήνατο εἰπὼν τὸν ἀδελφὸν Ἰωάννου.

* Πέτρου σύλληψις πρὸς Β' Ηρώδου· ὅπως τὸ αὐτὸν θείῳ θελήματι ἡ ἄγγελος ἐξείλατο τῶν εἰργμῶν.

Ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον.

[blocks in formation]

30

Τοῦ Αὐτοῦ. Ὑπὲρ τινῶν αὐτοῖς ἐχαρίζετο φόνους ποιῶν ἁπλῶς

καὶ εἰκῇ ;

σε

Τοῦ ΑὐΤΟΥ͂. “ Ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστι, φησὶ, “ τοῖς Ἰουσε δαίοις” ἀρεστὴν φόνος; καὶ φόνος ἄδικος κακίας; ἀσέβεια ταῖς ἐπιθυμίαις αὐτῶν ταῖς ἀτόποις ὑπηρετεῖτο· δεὸν γὰρ τοὐναν- 5 τίον ποιεῖν· ἐγκόπτειν αὐτῶν τὴν ὁρμὴν, ὁ δὲ ἐπέτεινε, καθάπερ τις δήμιος ὢν τῶν νοσούντων, ἀλλ ̓ οὐκ ἰατρός· καίτοι μύρια παραδείγματα ἔχων, καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου· καὶ πῶς ἐκεῖνος μὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων μέγιστα ἔπαθε κακὰ, οὗτος δὲ Ἰωάννην ἀνελὼν, πόλεμον ήγειρε χαλεπόν.

Ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων.

10

Τοῦ Αὐτοῦ. Πάλιν ἡ περιττὴ τῶν Ἰουδαίων ἀκριβολογία· ἀνε λεῖν μὲν οὐκ ἐκώλυον, ἐν δὲ καιρῷ τοιούτῳ πράττειν οὐκ ἤθελον. 4 Ὃν καὶ πιάσας ἔθετο εἰς φυλακὴν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτὸν, βουλό- 15 μενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.

5

Τοῦ Αὐτοῦ. Καὶ τοῦ θύμου τοῦτό, φησιν, ἦν καὶ τοῦ δέους. Οσῳ ἀκριβεστέρα ἡ φρουρὰ, τοσούτῳ θαυμασιωτέρα ἡ ἐπίδει ξις· τοῦτο δὲ ἦν ὑπὲρ Πέτρου δοκιμωτέρου γινομένου καὶ τὴν ἀνδρίαν τὴν οἰκείαν.

Τοῦ Αὐτοῦ. Περὶ τὰ καίρια λοιπὸν ἦν ὁ ἀγὼν, καὶ τὸ ἐκεῖνον ἀναιρεθῆναι περιδεεῖς ἐποίει, καὶ τὸ τοῦτον ἐμβεβλῆσθαι.

Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ προσευ χὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ.

66

Τοῦ Αὐτοῦ. Φιλοστοργίας ἦν ἡ προσευχή, πατέρα πάντες ἐζήτουν, πατέρα ἡμερον· “ ἐκτενὴς,” φησὶ, “προσευχή” ἀκούσατε πῶς διέκειντο πρὸς τοὺς διδασκάλους· οὐκ ἐστασίασαν, οὐκ ἐθορύ βησαν, ἀλλ ̓ ἐπὶ εὐχὴν ἐτράπησαν ὄντως συμμαχίαν τὴν ἄμαχον.

i

20

25

Του Αγίου ΣΕΥΗΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΚ ΤΗΣ 30 ΠΡΟΣ ΜΗΤΡΑΝ ΠΡΩΤΕΥΟΝΤΑ ΕΠΙΣΤΟΛΗΣ. Τοῦτο καὶ ὑμᾶς ἡμῖν τοῖς βραχέσι παρακαλοῦμεν συνεισφέρειν, καὶ ἱκετείαις καὶ δά

i τὴν ἀμ. supplevit sec. m.

66

κρυσι τὰ γὰρ κοινὰ πάθη τῆς Ἐκκλησίας καὶ κοινῶν δεῖται δεήσεων· οὕτω γὰρ καὶ Πέτρου τοῦ κορυφαίου τῶν Ἀποστόλων ἐν τῇ φυλακῇ δύσιν ἀλύσεσι δεδεμένου, καὶ φρουρᾷ στρατιώτων παραδεδομένου, φησὶ τὸ βιβλίον τῶν Πράξεων, “ προσευχὴ δὲ ἦν “ ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ.” 5 τοῦτοί κνυν Αποστόλου τῆς συμμαχίας δεηθέντος τῶν ὑπὸ τῆς Ἐκκλησίας ἀναπεμπομένων εὐχῶν, πῶς ἡμεῖς οἱ ἀτελεῖς καὶ τῇ ἁμαρτία σύντροφοι, μὴ πολλῷ μᾶλλον αἰτήσωμεν ταύτας ἡμῖν συνεισφέρεσθαι παρὰ τῶν πιστῶν, γνησίων μελῶν ὄντων τῆς ἐκκλησίας καὶ πεπαιδευμένων, στενάζειν μετ ̓ αἰσθήσεως θεοφιλοῦς καὶ το πνευματικῆς ;

6 Ὅτε δὲ ἔμελλε προαγαγεῖν αὐτὸν ὁ Ἡρώδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσι δυσί φύλακές τε πρὸ τῆς θύρας ἡ ἐτήρουν τὴν φυλακήν· καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, 15 καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευ ρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Κατ ̓ ἐκείνην τὴν νύκτα αὐτὸν ἐξήρπασε· σε καὶ φῶς ἔλαμψε,” φησὶ, “ ἐν τῷ οἰκήματι,” ἵνα μὴ νομίσῃ φαντασίαν εἶναι καὶ τὸ φῶς οὐδεὶς εἶδε πλὴν ἐκείνου· εἰ γὰρ καὶ τοῦτο 20 γέγονε, καὶ ἐνόμιζε φαντασίαν εἶναι διὰ τὸ ἀπροσδόκητον, εἰ μὴ τοῦτο γέγονε, πολλῷ πλεον οὕτως παρετάττετο πρὸς τὸν θανατον· τὸ γὰρ πολλῶν ἡμερῶν ἐκεῖ μείναντα μὴ σωθῆναι, τοῦτο ἐποίει.

εν

Τοῦ Αὐτοῦ. Ὅρα δὲ Πέτρον καθεύδοντα, καὶ οὐκ ὄντα οὐδὲ ἐν 25 ἀγωνίᾳ οὐδὲ ἐν φόβῳ· αὐτῇ τῇ νυκτὶ ᾗ προάγεσθαι ἔμελλε, ἐκάθευδε, τὸ πᾶν ῥίψας ἐπὶ τὸν Θεόν· καὶ πάλιν ἰσχύει πλῆθος ὅταν καὶ ἀρετὴ ᾖ καὶ τοσοῦτον ἰσχύει, ὡς κεκλεισμένων τῶν θυρῶν καὶ ἁλύσεων ἐπικειμένων, καὶ φυλάκων ἑκατέρωθεν παρακαθευδόντων, ἐξαγαγεῖν τὸν Ἀπόστολον καὶ ἀπαλλάξαι πάντων ἐκείνων· ἀλλ ̓ 30 ὥσπερ ἀρετῆς οὔσης μεγάλα δύναται, οὕτω κακίας προσούσης, οὐδὲν ὀνίνησι πλῆθος.

k Sic.

1 In marg. suppl. rec. m. πῶς οὐκ ἂν ἐνόμισε φαντασίαν εἶναι.

66

Τοῦ Αὐτοῦ. Ὅρα πῶς ἀκριβὴς ἡ φυλακή· καὶ φησὶ, ἀνάστηθι· συγκαθεύδοντες ἦσαν οἱ φύλακες, “ καὶ φῶς ἔλαμψε” διατί φῶς ; ὥστε καὶ ἰδεῖν καὶ ἀκοῦσαι τὸν Πέτρον, καὶ μὴ νομίσαι φαντασίαν εἶναι· καὶ τὸ ἐν τάχει, ὥστε μὴ ῥαθυμῆσαι· καὶ ἔπληξεν αὐτόν· οὕτως βαθέως ἐκάθευδεν· ἐδόκει δὲ ὅραμα βλέπειν. διῆλ-5 θον πρώτην καὶ δευτέραν φυλακήν πῶς; εἰπέ μοι· ποῦ εἰσὶν οἱ αἱρετικοί; εἰπάτωσαν ἡμῖν.

Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐχὶ θορυβοῦντός ἐστι τοῦτο, ἀλλὰ πεί- 10 θοντος μὴ ἀναβάλλεσθαι.

Τοῦ Αὐτοῦ. Πάλιν ἐνταῦθα δείκνυσιν ὅτι οὐ κακουργία γέ γονεν· οὐδεὶς γὰρ ἐπειγόμενος καὶ διορύξαι βουλόμενος τοσαύτην ποιεῖται σπουδὴν, ὡς τὰ σανδάλια αὐτοῦ λαβεῖν καὶ σώζεσθαι. 8 Εἶπε δὲ ὁ ἄγγελος πρὸς αὐτόν· ζῶσαι καὶ ὑπόδησαι 15 τὰ σανδάλια σου· ἐποίησε δὲ οὕτως· καὶ λέγει αὐτῷ· περιβάλου τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι

66

66

[ocr errors]

66

Τοῦ Αὐτοῦ. Φέρε κἀκεῖνο ἐξετάσωμεν· εἶπεν ὁ Χριστός· “ε μὴ μή κτήσεσθε χρυσὸν μηδὲ ἄργυρον, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ζώνην, μηδὲ ῥάβδον τί οὖν, εἶπε μοι, Πέτρος 2ο παρὰ τὸ πρόσταγμα; ἐποίει· πῶς γὰρ οὐ; καὶ ζώνην ἔχων καὶ ἱμάτια· ἄκουε γὰρ ἀγγέλου λέγοντος πρὸς αὐτόν· “ ζῶσαι καὶ ὑπό

66

66

δησαι τὰ σανδάλιά σου” καίτοι οὐ τοσαύτη χρεία τῶν ὑποδη μάτων ἦν· ἔστι γὰρ κατ ̓ ἐκεῖνον τὸν καιρὸν καὶ ἀνυπόδετον εἶναι ἡ δὲ πολλὴ χρεία ἐν τῷ χειμῶνι ἐστὶν, ἀλλ ̓ ὅμως εἶχε τί δὴ ὁ15 Παῦλος ὅταν Τιμοθέω τι γράφων σε σπούδασον πρὸ χειμῶνος ἐλα σε θεῖν εἶτα παραγγέλλει καὶ λέγει· “ τὸν φελώνην ὃν ἀπέλιπον ἐν

66

66

Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα σε τὰς μεμβράνας” ἰδοὺ φελώνην εἶπε· καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν ὅτι καὶ ἕτερον οὐκ εἶχεν ὃν ἐφόρει· εἰ μὲν γὰρ μηδὲ ὅλως ἐφόρει, 30 περιττῶς ἐκέλευε τοῦτον ἀπενεχθῆναι· εἰ δὲ οὐκ ἐνῆν μὴ φορεῖν, δηλονότι ἕτερον εἶχε τί δὲ ὅτι διετίαν ὅλην ἐν οἰκείῳ μισθώματι

m Rec. m. add. ὅταν λέγῃ Τιμ.

« PreviousContinue »