Page images
PDF
EPUB

66

66

Εν

μοι

ἔμεινεν ; ἆρα παρήκουσε τοῦ Χριστοῦ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ λέγων· σε ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῆ δὲ ἐν ἐμοὶ Χριστός” περὶ οὗ ὁ Χριστὸς ἐμαρτύρησε λέγων “ ὅτι σκεῦος ἐκλογῆς ἐστί ου “ τος” Καὶ μετ ̓ ὀλίγα—Τί οὖν ἐστίν; οὐκ ἐναντιώθησαν; μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα ἠκολούθησαν τοῖς ἐπιτάγμασι τους Χριστοῦ· τὰ γὰρ ἐπιτάγματα ἐκεῖνα πρόσκαιρα ἦν, καὶ οὐ διὰ παντός· καὶ τοῦτο οὐ στοχαζόμενος λέγω, ἀλλ ̓ ἀπὸ τῶν θείων γράφων· πῶς φησὶν ὁ Λουκᾶς εἰρηκέναι τὸν Χριστὸν τοῖς μαθη ταῖς ; “ ὅτε ἀπέστειλα ὑμᾶς ἅτερ βαλαντίου καὶ πήρας καὶ ζώ66 της καὶ ὑποδημάτων, μήτινος ὑστέρησεν ὑμῖν; λέγουσιν αὐτῷ, το οὐ οὐκοῦν λοιπὸν κτήσασθε ἀλλὰ τί ἔδει, εἶπέ μοι, ἕνα χι τωνᾶ ἔχειν; τί οὖν εἰ πλύνασθαι τοῦτον ἔδει; γυμνὸς ἐχρῆν οἴκοι καθῆσθαι; ἢ γυμνὸν περιιέναι καὶ ἀσχημονεῖν χρείας καλούσης; ἐννόησον οἷον ἦν, Παῦλον τὸν ἐπὶ τοσούτοις κατορθώμασι περιϊόντα τὴν οἰκουμένην, διὰ ἱματίου ἐνδείαν οἴκοι καθῆσθαι καὶ τηλικούτοις 15 πράγμασιν ἐμποδίζειν· τί δὲ εἰ κρυμὸς ἐπετέσθη σφοδρὸς καὶ κατέβρεξεν; ἢ καὶ ἐπάγω σε πῶς ξηραίνεσθαι ἐνῆν; καὶ πάλιν γυμνὸν ἐχρῆν καθῆσθαι· τί δὲ εἰ τὸ ψύχος κατέτεινε; τὸ σῶμα τήκεσθαι ἔδει, καὶ μὴ φθέγγεσθαι; ὅτι γὰρ οὐκ ἀδαμάντινα σώματα αὐτοῖς κατεσκεύαστο, ἄκουσον τί φησι πρὸς Τιμόθεον 20 · οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου σε ἀσθενείας” καὶ πάλιν περὶ ἑτέρου “ε καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ ̓ ὁ Θεὸς αὐτὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ” ὥστε ἁλώσιμοι πᾶσιν ἦσαν τοῖς πάθεσι τί οὖν ἀπολλυσθαι ἐχρῆν; οὐδαμῶς· τίνος οὖν ἕνεκε τότε τοῦτο 25 ἐπέταξε; τὴν δύναμιν αὐτοῦ θέλων δεῖξαι.

66

66

66

66

9 Καὶ ἐξελθὼν ἠκολούθει· καὶ οὐκ ᾔδει, ὅτι ἀληθές ἐστι τὸ γενόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει γὰρ ὅραμα 1ο βλέπειν. διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν 30 πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ ̓ αὐτοῦ.

II

12

ΙΩΑΝΝοτ. Ἰδοὺ δεύτερον σημεῖον· ὅτε ἀπέστη ὁ ἄγγελος, τότε ἐνόησεν ὁ Πέτρος.

Τοῦ Αὐτοῦ. Εἰκότως διὰ τὴν ὑπερβολὴν τῶν γινομένων· ὁρᾶς πόσον ἐστὶν ὑπερβολὴ σημείου· πῶς ἐκπλήττει τὸν ὁρῶντα· πῶς οὐκ ἀφίησιν ἀπιστηθῆναι. εἰ γὰρ Πέτρος ἐδόκει ὅραμα βλέπειν τοσού- 5 τῷ χρόνῳ, καίτοι αὐτὸς ζωσάμενος καὶ ὑποδησάμενος, τί ἕτερος ἔπαθεν ἄν ; διῆλθεν πρώτην καὶ δευτέραν φυλακήν· πῶς; εἶπέ μοι· ποῦ εἰσὶν οἱ αἱρετικοί ; εἰπάτωσαν ἡμῖν. Καὶ μετ ̓ ὀλίγα—“ Ἐξελσε θόντες προῆλθον ῥύμην μίαν,” ἕως ὅτου ἀπέστη ὁ ἄγγελος· τὰ μέντοι ἔνδον γενόμενα ἐν τῇ φυλακῇ θαυμασιώτερα ἦν, τοῦτο δὲ το λοιπὸν ἀνθρωπινότερον· ὅτε οὐδὲν κώλυμα ἦν, τότε ἀπέστη ὁ ἄγγελος· εἰ γὰρ προῆλθεν ὁ Πέτρος τοσούτων ὄντων κωλυμάτων, ὄν τως γὰρ ὄντως ἔκπληξις ἦν· νῦν ἔγνων, “ ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλατο,” οὐχὶ τότε ὅτε ἐν δεσμῷ ἦν.

Καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος, εἶπε, Νῦν οἶδα 15 ἀληθῶς ὅτι ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ ὁ Θεὸς, καὶ ἐξείλατό με ἐκ χειρὸς Ηρώδου, καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.

Τοῦ Αὐτοῦ. Νῦν ἔγνων, φησὶν, οὐ τότε· διατί δὲ γίνεται τοῦτο, καὶ οὐκ ἔστι Πέτρος ἐν αἰσθήσει τῶν γινομένων· καίτοι 20 τοιαύτης ἀπολαύσας ἀπαλλαγῆς ὅτε οἱ πάντες ἀπελύθησαν. καὶ τὸ τὰς ἀλύσεις δὲ ἀπὸ τῶν χειρῶν πεσεῖν, καὶ τοῦτο μέγα τεκμή ριον τοῦ μὴ φυγεῖν. ἀθρόον βούλεται τὴν ἡδονὴν αὐτῷ γενέσθαι, καὶ μετὰ τὸ ἀπαλλαγῆναι, τότε τὴν αἴσθησιν λαβεῖν.

Συνιδὼν δὲ ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς 15 Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ 13 συνηθροισμένοι καὶ προσευχόμενοι. κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε ὑπακοῦσαι 14 παιδίσκη ὀνόματι Ρώδη· καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα,

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα τὸν Πέτρον οὐκ εὐθέως ἀναχωροῦντα, ἀλλὰ πρότερον εὐαγγελιζόμενον τοὺς αὐτοῦ. Καὶ μετ ̓ ὀλίγα

30

66

66

66

66

“ συνιδὼν δὲ,” φησί· τί ἐστὶ συνιδών; ὅτι οὐχ ἁπλῶς ἀπελθεῖν δεῖ, ἀλλ ̓ ἀμείψασθαι τὸν εὐεργέτην· σε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας” τίς ἦν ὁ Ἰωάννης ; ἴσως οὐκ ἐκεῖνος ὁ ἀεὶ αὐτοῖς συνών διὰ γὰρ τοῦτο καὶ τὸ παράσημον αὐτοῦ ἔθηκεν· εἶπε γὰρ, “ τοῦ ἐπικαλουμένου Μάρκου” ὅρα δὲ εὐχόμενοι ἐν νυκτὶ πόσον ἤνυ- 5 σαν· ὅσον ἀγαθὸν ἡ θλίψις· πῶς δὲ διεγηγερμένους αὐτοὺς εἰργά σατο· εἶδες του φόνου Στεφάνου τὸ κέρδος, ὅτι διεσπάρησαν εἰς τὴν γῆν, καὶ ἐπλατύνθη τὸ κήρυγμα μετὰ τὸν φόνον Στεφάνου εἶδες καὶ τοῦ δεσμωτηρίου τούτου ὅση ἡ ὠφέλεια· οὐ γὰρ δὴ ἐξ ἑτέρων ὁ Θεὸς τοῖς ἀδικοῦσιν αὐτοὺς μέγα δεικνύει τὸ εὐαγγέλιον, το ἀλλ ̓ ἐν αὐτοῖς τοῖς ἀδικουμένοις, οὐδὲν δι ̓ ἐκείνων πασχόντων δεινὸν, αὐτὰς καθ ̓ ἑαυτὰς θλίψεις δείκνυσι μεγάλας οὔσας· ἵνα μὴ τὴν ἀπαλλαγὴν αὐτῶν πάντως ζητῶμεν, μηδὲ τὴν ἐκδικίαν.

ΑΜΜΩΝΙΟΥ. Τάχα οὗτός ἐστι Μάρκος ὁ Εὐαγγελιστὴς, δι ̓ οὗ λέγουσιν ὅτι Πέτρος εὐαγγελίσατο· τὸ γὰρ Μάρκου εὐαγγέλιον 15 Πέτρου λέγεται εἶναι· πιθανὸς δὲ ὁ λόγος ἐξ ὧν καὶ πρὸς αὐτὸν κατέμενον ὅ τε Πέτρος καὶ οἱ λοιποί.

Εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστᾶναι τὸν Πέτρον 15 πρὸ τοῦ πυλῶνος. οἱ δὲ πρὸς αὐτὴν εἶπον, μαίνῃ. ἡ δὲ δισχυρίζετο οὕτως ἔχειν.

66

20

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα καὶ τὰς παιδίσκας εὐλαβείας γεμούσας· ἐκεῖνοι δὲ καὶ τούτου γενομένου ἀνένευσαν. Καὶ μετ' ὀλίγα—Καὶ αἱ παιδίσκαι αὐτῶν λοιπὸν ὁμότιμοι αὐτοῖς ἦσαν· σε ἀπὸ τῆς χαρᾶς,” φησὶν, “ οὐκ ἤνοιξε” καλῶς καὶ τοῦτο γέγονεν, ἵνα μὴ ἐκεῖνοι ἐκπλαγῶσιν εὐθέως ἰδόντες, καὶ ἀπιστήσωσιν, ἀλλ ̓ 25 ἐγυμνασθῇ αὐτῶν ἡ διάνοια. ὅπερ ἔθος ἡμῖν, ἵνα αὐτὴ τὰ εὐαγ γέλια κομίσηται, ἔσπευσεν ὄντως γὰρ εὐαγγέλια ἦν.

Οἱ δὲ ἔλεγον, ὁ ἄγγελος αὐτοῦ ἐστιν.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τοῦτο ἀληθὲς, ὅτι ἕκαστος ἄγγελον ἔχει· καὶ τί βούλεται ὁ ἄγγελος; ἀπὸ τοῦ καιροῦ τοῦτο προσεδόκησαν 30 φησὶ γὰρ, σε ὅπου εἰσὶ συνηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμὶ ἐν

66

66

οποι

μέσῳ αὐτῶν·” ὅπου ὁ Χριστὸς μέσος, πολὺ πλῆθος ἐστίν· ὅπου ὁ Χριστὸς, ἀνάγκη καὶ ἀρχαγγέλους, καὶ τὰς ἄλλας δυνάμεις.

16

ΤΟΥ ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ ΕΙΣ ΤΗΝ ΕΡΜΗΝΕΙΑΝ ΤΟΥ ΑΓ' ΨΑΛΜΟΙ. Παντὶ πεπιστευκότι εἰς τὸν Κύριον ἄγγελος παρεδρεύει, ἐὰν μήποτε ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. ὡς γὰρ τὰς μελίσε σας καπνὸς φυγαδεύει, καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία, οὕτως καὶ τὸν τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης 5 ἁμαρτία. ἐὰν ἔχῃς ἐν τῇ ψυχῇ ἄξια φυλακῆς ἔργα, ἀναγκαίως φρουρούς σοι καὶ φύλακας παρακαθίστησιν ὁ Θεός· καὶ περιτει χίζει σε φυλακῇ ἀγγέλων. σκόπει δὲ ἡλίκη ἐστὶ τῶν ἀγγέλων ἡ φύσις· ὅτι ὅλῳ στρατοπέδῳ καὶ παρεμβολῆ ἀνθρώπων παρασκευάζεται ὁ εἷς ἄγγελος· διὰ μὲν οὖν τὸ μέγα τοῦ φυλάσσοντός το σε, παρεμβολήν σοι χαρίζεται ὁ Κύριος· διὰ δὲ τὴν ἰσχὺν τοῦ ἀγγέλου οἷον περιτειχίζει σε πάντοθεν τῇ ἀπ ̓ αὐτοῦ ἀσφαλεία. ὥσπερ γὰρ οἱ τῶν πόλεων περίβολοι κύκλῳ πᾶσι περικείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς ἀπείργουσιν, οὕτως καὶ ὁ ἄγγελος, καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν καὶ ὀπισθοφυλακεῖ, καὶ 15 οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει.

ΑΜΜΩΝΙΟΥ. Τέως σημειωτέον ἐν πρώτοις, ὅτι ἕκαστος τῶν ἀνθρώπων ἔχει ὁδηγόν· καὶ ὅτι συνεχῶς ἑώρων ἀγγέλους οἱ πιστοί· ὡς ὁ Φίλιππος καὶ οἱ περὶ Πέτρον καὶ Ἰωάννην καὶ οἱ ἄλλοι· οἱ γὰρ ἄπιστοι οὐχ ὁρῶσι, κἂν πλησίον ὦσιν αὐτῶν· ἀμέλει ὁ Ἡρώ- 20 δης οὐκ εἶδε τὸν πατάξαντα αὐτὸν ἀγγελόν· ἀλλὰ τῆς μὲν πληγῆς ἤσθετο, τίς δὲ ὁ πλήξας οὐκ ἐθεάσατο.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐντεῦθεν δηλονότι ἀγγέλους ἔχουσιν οἱ ἅγιοι, ἢ καὶ πάντες· καὶ γὰρ ὁ Ἀπόστολός φησι περὶ τῆς γυναικός· ὅτι “ ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγ-15 γέλους” καὶ Μωσῆς “ ἕστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέ σε λων Θεοῦ.”

66

66

Ὁ δὲ Πέτρος ἐπέμενε κρούων· ἀνοίξαντες δὲ εἶδον 17 αὐτὸν, καὶ ἐξέστησαν. κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγαν, διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν 30 ἀπὸ τῆς φυλακῆς.

Τοῦ Αὐτοῦ. Πολλῷ ποθεινότερος λοιπὸν ἦν τοῖς μαθηταῖς, οὐ τῷ σωθῆναι μόνον, ἀλλὰ καὶ τῷ ἐπιστῆναι καὶ εὐθέως ἀπελθεῖν.

Εἶπε δὲ, ἀπαγγείλατε τῷ Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς

ταῦτα.

Πῶς οὐκ ἔστι κενόδοξος, οὐδὲ εἶπε, τοῖς ἀπανταχοῦ δῆλα ταῦτα ποιήσατε, ἀλλὰ τοῖς ἀδελφοῖς ;

Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.

66

Οὐ γὰρ ἐπείραζε τὸν Θεὸν, οὐδὲ εἰς πειρασμοὺς ἐνέβαλεν ἑαυ τόν· ἐπεὶ καὶ τοῦτο ὅτε ἐκελεύσθησαν ἐποίησαν· “ εἰσελθόντες,” φησὶ, “ λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ” τούτῳ δὲ οὐκ εἶπεν ὁ ἄγγελος ἀλλὰ τῷ σιγῇ ἀποστῆναι καὶ νυκτὸς ἐξαγαγεῖν, ἔδωκεν ἐξουσίαν ἀναχωρῆσαι.

18 Γενομένης δὲ ἡμέρας, ἦν τάραχος μέγας ἐν τοῖς στρα19τιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζη τήσας αὐτὸν καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάρειαν διέτριβεν.

5

10

15

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἴσως τινὲς ἀποροῦσιν, ὡς περιεῖδεν ὁ Θεὸς τοὺς ἀθλητὰς ἀπολλυμένους, καὶ νῦν πάλιν τοὺς στρατιώ τας διὰ τὸν Πέτρον· καίτοι δυνατὸν ἦν αὐτῷ μετὰ τὸν Πέτρον κἀκείνους ἐξελέσθαι· ἀλλ ̓ οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ὥστε τὴν ἀξίαν ἀπονεῖμαι ἑκάστῳ· ἄλλως δὲ οὐκ ἐνέβαλεν αὐτοὺς εἰς τὰς 20 χεῖρας αὐτοῦ Πέτρος· μᾶλλον γὰρ αὐτὸν ἐλύπει τὸ ἐμπαιχθῆναι ὥσπερ τὸν πάππον αὐτοῦ ὑπὸ τῶν μάγων ἐμπαιχθέντα, μᾶλλον ἐποίει διαπρίεσθαι καὶ καταγέλαστον εἶναι. Καὶ μετ ̓ ὀλίγα Εἰ γὰρ καὶ τοὺς στρατιώτας ἐξήγαγεν ὁ ἄγγελος μετὰ τοῦ Πέτρου, ἐνομίσθη φυγὴ ἂν εἶναι τὸ πρᾶγμα· τί οὖν οὐκ ἑτέρως ᾠκονομήθη 25 φησί ; ποία γὰρ βλαβὴ γέγονε νῦν ἄν, εἰ δῶμεν, ὅτι οἱ ἀδίκως παθόντες κακῶς, οὐδὲν ἐβλάβησαν· οὐ ζητήσωμεν ταῦτα· διατί γὰρ μὴ λέγεις καὶ περὶ Ἰακώβου; διατί αὐτὸν οὐκ ἐξείλατο; “ ήμε σε ρὰς δὲ γενομένης,” φησὶν, σε ἦν τάραχος οὐκ ὀλίγος...” οὕτως οὐκ ᾔσθοντο· ἰδοὺ τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνω λόγον· τὰ δὲ 30 δεσμὰ ἦν καὶ οἱ φύλακες ἔνδον, καὶ τὸ δεσμωτήριον κεκλεισμένον οὐδαμοῦ τοῖχος διωρυγμένος· πάντες τὰ αὐτὰ ἔλεγον· ἀνάρπα στος ὁ ἄνθρωπος γέγονε διατί αὐτοὺς καταδικάζεις ; εἰ ἤθελον

66

[ocr errors]

66

« PreviousContinue »