Page images
PDF
EPUB

20

21

ἀπολῦσαι, πρὸ τούτου ἀπέλυσαν ἂν, ἢ συνεξῆλθον· ἀλλὰ χρήματα ἔλαβον πόθεν; ὁ μηδὲ πένητι ἔχων ἀποδοῦναι, τούτοις ἐδίδου; οὐδὲ γὰρ διεθρύβησαν αἱ ἀλύσεις, οὐδὲ λελυμέναι ἦσαν· ἔδει ἰδεῖν ὅτι θεῖον τὸ πρᾶγμα ἦν, καὶ οὐδὲν ἀνθρώπινον.

*

Περὶ τῶν φυλάκων κολάσεως, καὶ μετέπειτα περὶ τῆς τοῦ ἀσεβοῦς Ηρώδου 5 πικρᾶς τε καὶ ὀλεθρίου καταστροφῆς.

Ἦν δὲ ὁ Ἡρώδης θυμομαχών Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτὸν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς 10 βασιλικῆς.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ταύτης τί μέμνηται τῆς ἱστορίας, εἶπέ μοι· τί πρὸς τὸ Εὐαγγέλιον ἀνήκει μαθεῖν, ὅτι θυμομαχεῖ Τυρίοις καὶ Σιδονίοις ; οὐ μικρὸν οὐδὲ τοῦτό ἐστιν, πῶς εὐθέως ἐπῆλθεν ἡ δίκη, καὶ κατέλαβεν αὐτόν· εἰ καὶ μὴ διὰ Πέτρον, ἀλλὰ διὰ τὴν 15 αὐτοῦ μεγαληγορίαν. καὶ μὴν εἰ ἐκεῖνοι φησὶν ἐβόησαν, τί πρὸς τοῦτον; ὅτι κατεδέξατο τὴν φωνήν· ὅτι ἄξιον ἑαυτὸν ἐνόμισεν εἶναι τῆς κολακείας· διὰ τοῦτο μάλιστα ἐκεῖνοι παιδεύονται οἱ κολακεύοντες εἰκῆ. ὅρα πάλιν ἀμφοτέρους μὲν ὄντας ἀξίους τιμω ρίας, τοῦτον δὲ κολαζόμενον· οὐ γάρ ἐστι κρίσεως ὁ καιρὸς, ἀλλὰ 20 ó τὸν μάλιστα ὑπεύθυνον, τοῦτον κολάζει· ἐκείνους ἀφιεὶς ἀπὸ τού του κερδάναι.

Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρώδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν, καὶ καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς 22 αὐτούς. ὁ δὲ δῆμος ἐπεφώνει, Θεοῦ φωνὴ καὶ οὐκ ἀν- 25 23 θρώπου. παραχρῆμα δὲ αὐτὸν ἐπάταξεν ἄγγελος Κυρίου,

ἀνθ' ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ· καὶ γενόμενος 24 σκωληκόβρωτος, ἐξέψυξεν. ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο.

Του ΧΡΥΣΟΣΤΟΜοτ. Ιώσηπος φησὶν, ὅτι καὶ ἐσθῆτα λαμπράν 30 ἐξ ἀργυρίου πεποιημένην περιέκειτο. ὅρα καὶ ἐκεῖνοι πῶς κόλακες ἦσαν· ὅρα καὶ τῶν Ἀποστόλων τὸ φρόνημα· ὃν γὰρ ἔθνος ὁλόκλη ρον οὕτως ἐθεράπευσε, τοῦτον οὗτοι διέπτυον· ὅρα δὲ πάλιν ἀνά

πνευσιν αὐτῶν μεγάλην, καὶ μυρία ἀγαθὰ ἐκ τῆς ἐκείνου τιμωρίας εἰ γὰρ οὗτος ἀκούσας, ὅτι φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώπου, καίτοι μηδὲν εἰπὼν, τοιαῦτα ἔπαθε, πολλῷ μᾶλλον ὁ Χριστὸς, εἰ μὴ αὐτὸς ἀεὶ λέγων, ὅτι “ τὰ ῥήματα τὰ ἐμὰ οὐκ ἐστὶν ἐμά” σε καν πολσε λοί μοι ὑπηρετοῦσι.” καὶ ὅσα τοιαῦτα.

66

τα

5

ΕΙΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΕΚ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΕΣ ἹΣΤΟΡΙΑΣ. Εἴπερ τῆς τοῦ βασιλέως Ἡρώδου προσηγορίας δόξειε τισὶ διαφω νεῖν ὁ Ἰώσηπος· ἀλλ ̓ ὅγε χρόνος καὶ ἡ πρᾶξις τὸν αὐτὸν ὄντα δεικνύων· ἤτοι κατά τι σφάλμα γραφικὸν ἐνηλλαγμένου τοῦ ὀνό ματος, ἢ καὶ διωνυμίας περὶ τὸν αὐτὸν, οἷα καὶ περὶ πολλοὺς, γε- το γενημένης. Ιώσηπος λέγει “ ὡς ὁ Ἡρώδης στολὴν ἐνδυσάμενος ἐξ

66

66

66

· ἀργυρίου πεποιημένην πᾶσαν, ὡς θαυμάσιον ὑφὴν εἶναι, παρῆλθεν σε εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας· ἔνθα ταῖς πρώταις τῶν ἡλια σε κῶν ἀκτίνων ἐπιβολαῖς ὁ ἄργυρος καταυγασθείς, θαυμασίως ἀπέ σε στιλβε μαρμαρυγῶν τι φοβερὸν, καὶ τοῖς εἰς αὐτὸν ἀτενίζουσι 15 φρικῶδες. εὐθὺς δὲ οἱ κόλακες τὰς οὐδὲ ἐκείνων πρὸς ἀγαθοῦ

66

66

σε ἄλλος ἄλλοθεν φωνὰς ἀνεβόων, θεὸν προαγορεύοντες, εὐμενής τε εἴης ἐπιλέγοντες, εἰ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν σε ἀλλὰ τοὐντεῦθεν κρείττονά σε τῆς φύσεως ὁμολογοῦμεν.” 25 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἀπὸ Ἱερουσαλὴμ, πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικαλούμενον Μάρκον.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ετι Βαρνάβα πρώτου μνημονεύει· οὔπω γὰρ Παῦλος ἦν λαμπρός· οὔπω σημεῖον οὐδὲν εἰργάσατο.

ΚΕΦ. ΙΘ.

̓Αποστολὴ Βαρνάβα καὶ Παύλου παρὰ τοῦ Θείου Πνεύματος εἰς Κύπρον· ὅσα τε εἰργάσατο ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς Ελύμαν τὸν μάγον. Ἦσαν δέ τινες ἐν ̓Αντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος,

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι καὶ Παῦλος καὶ Βαρνάβας μετὰ τῶν προφητῶν κατετάγησαν.

Μαναήν τε Ηρώδου τοῦ Τετράρχου σύντροφος, καὶ Σαύλος.

20

25

30

2

66

σε Μαναήν τε Ἡρώδου τοῦ Τετράρχου σύντροφος.” ἰδοὺ ὁ τρόπος ἑκάστου, καὶ οὐκ ἐκ παιδὸς ἀνατροφὴ σώζει· βλέπε γὰρ πῶς ὁ μὲν Ἡρώδης κάκιστος ἦν, μὴ βουληθεὶς μετανιῆσαι· ὁ δὲ τούτου σύντροφος Μαναὴν, τοσοῦτον μετεβλήθη, ὅτι καὶ προφητείας ἠξιώθη.

Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ̔́Αγιον,

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τί ἐστι λειτουργούντων; τουτέστι κηρυττόντων.

5

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Ὥσπερ ὁ Πατὴρ καὶ ὁ Υἱὸς πάντα πράτ- 10 τουσιν αὐτεξουσίας, οὕτως καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· ἔργον δὲ λέγει τὸ κήρυγμα, ὅπερ ἐστιν ἴδιον τῆς Ἁγίας Τριάδος.

ΑΜΜΩΝίου. Σημειωτέον ὅτι οὐ τοῖς τυχοῦσι λαλεῖ τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλὰ τοῖς λειτουργοῦσιν αὐτῷ καὶ νηστεύουσι· καὶ πάλιν σημειωτέον, ὅτι οὐχ ὡς ἔτυχεν ἐχειροτόνουν τοὺς διακόνους, 15 ἀλλὰ προνηστεύοντες καὶ εὐχόμενοι· καὶ ἰδοὺ πάλιν ἐπέθηκαν τὰς χεῖρας τοῖς περὶ Σαῦλον· ὡς ἐκ τούτου στοχάζεσθαι, ὅτι τὸν τοῦ διακόνου βαθμὸν διὰ τῆς ἐπιγενομένης χειροθεσίας ὑπερέβησαν. Ἵνα τὸ ὁμότιμον δείξῃ.

Ἀφορίσατε δή μοι τον Βαρνάβαν καὶ Σαῦλον εἰς 20 3τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς· τότε νηστεύσαντες καὶ προσευξάμενοι, καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.

66

Τί ἐστιν “ ἀφορίσατέ μοι εἰς τὸ ἔργον ; εἰς τὴν ἀποστολήν· ὅρα πάλιν ὑπὸ τινῶν χειροτονεῖται· ὑπὸ Λουκίου τοῦ Κυρηναίου καὶ 25 Μαναήν· μᾶλλον δὲ ὑπὸ τοῦ Πνεύματος· ὅσῳ γὰρ τὰ πρόσωπα ἐλάττονά ἐστι, τοσούτῳ σεμνότερα ἡ τοῦ Θεοῦ φαίνεται χάρις χειροτονεῖται λοιπὸν εἰς ἀποστολὴν, ὥστε μετ' ἐξουσίας κηρύττειν πῶς οὖν αὐτός φησιν, “ οὐκ ἀπ ̓ ἀνθρώπου, οὐδὲ δι ̓ ἀνθρώπων ;” ὅτι οὐκ ἄνθρωπος αὐτὸν ἐκάλεσεν, οὐδὲ προσήγετο τουτέστιν οὐδὲ δι ̓ 30 ἀνθρώπων· διὰ τοῦτό φησιν, ὅτι οὐχ ὑπὸ τοῦδε ἐπέμφθη, ἀλλ ̓ ὑπὸ τοῦ Πνεύματος. Καὶ μετ ̓ ὀλίγα-Σκόπει δὲ λοιπὸν τὴν αὐθεν τείαν τοῦ Ἁγίου Πνεύματος· τίς ἂν ἐτόλμησε, μὴ τῆς αὐτοῦ ἐξουσίας ὢν, ταῦτα εἰπεῖν; πῶς τε αὐτοῖς εἶπε ; διὰ προφητῶν

66

66

66

66

66

66

ἴσως· διὰ τοῦτο προλαβὼν εἶπεν· ὅτι καὶ προφῆται ἦσαν, καὶ ἐνήστευον καὶ ἐλειτούργουν· ἵνα μάθῃς ὅτι πολλῆς νήψεως χρεία ἦν. ἐν Ἀντιοχείᾳ χειροτονεῖται ἔνθα κηρύττει· διατί μὴ εἶπε, τῷ Κυρίῳ ἀφορίσατε, ἀλλ ̓ ἐμοί ; δείκνυσιν ὅτι ἔνεστι τὸ τῆς ἐξουσίας καὶ δυνάμεως· ὅρα ὅσον ἡ νηστεία δείκνυσι μέγα. Καὶ πάλιν 5 Οθεν δῆλον ὅτι καὶ μία ἐξουσία Υἱοῦ καὶ Πνεύματος· ἀπὸ γὰρ Πνεύματος ἀποσταλείς, ὑπὸ τοῦ Υἱοῦ φησὶν ἀπεστάλθαι· τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, τὰ τοῦ Θεοῦ Πνεύματι λογιζόμενος τοῖς γὰρ Μιλησίων διαλεγόμενος ἄρχουσι καὶ πρεσβυτέροις, σε προστ έχετε ἑαυτοῖς,” φησι, “ καὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἔθετο ὑμᾶς τὸ το “ Πνεῦμα τὸ Ἅγιον ποιμένας καὶ ἐπισκόπους·” καίτοιγε ἐν ἀλλῇ φησὶν ἐπιστολῇ “ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ· πρῶτον “ Ἀποστόλους, δεύτερον προφῆτας, εἶτα ποιμένας καὶ διδασκά·λους.” οὕτως διαφόρως κέχρηται τῷ λόγῳ, τὰ τοῦ Πνεύματος, τοῦ Θεοῦ λέγων εἶναι, καὶ τὰ τοῦ Θεοῦ τοῦ Πνεύματος· ἐμφράττει 15 δὲ καὶ ἄλλως τῶν αἱρετικῶν τὰ στόματα, λέγων σε διὰ Ἰησοῦ · Χριστοῦ καὶ Θεοῦ Πατρός.” ἐπειδὴ γὰρ τὴν λέξιν ταύτην προσερρίφθαι τῷ Υἱῷ φασὶν, ὅρα τί ποιεῖ; ἐπὶ τοῦ Πατρὸς αὐτὴν τίθησι, διδάσκων ἡμᾶς μὴ νομοθετεῖν τῇ ἀρρήτῳ φύσει, μηδὲ μέτρα θεότητος ὁρίζειν, μέσους καὶ Υἱοῦ καὶ Πατρὸς γενομένους" 20 εἰπὼν γὰρ “ διὰ Ἰησοῦ Χριστοῦ, ἐπήγαγε “ καὶ Θεοῦ Πατρός” εἰ μὲν γὰρ καθ' ἑαυτὸ τοῦ Πατρὸς μνημονεύσας εἶπεν τὸ δι ̓ οὗ, ἴσως ἂν καὶ ἐσοφίσαντο λέγοντες ἁρμόζειν τῷ Πατρὶ τὸ δι ̓ οὗ, τῷ τὰ ἔργα τοῦ Υἱοῦ εἰς αὐτὸν ἀναφέρεσθαι· νυνὶ δὲ τοῦ Υἱοῦ μνημονεύ σας ὁμοῦ καὶ τοῦ Πατρὸς, καὶ κοινὴν° θεὶς τὴν λέξιν, οὐκέτι τὸν 25 λόγον τοῦτον χώραν ἀφίησιν ἔχειν· οὐ γὰρ ὡς τὰ τοῦ Υἱοῦ νῦν ἀνατιθεὶς τῷ Πατρὶ τοῦτο ποιεῖ, ἀλλ ̓ ὡς Ρ δεικνὺς ὅτι οὐδεμίαν αὕτη ἡ λέξις οὐσίας διαφορὰν εἰσάγει.

66

αν

66

[ocr errors]

66

4 Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ̔Αγίου Πνεύ ματος, κατῆλθον εἰς Σελεύκειαν, κἀκεῖθέν τε ἀπέπλευ-30 σαν εἰς Κύπρον.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜοτ. Ορα πῶς ἐν Σελευκείᾳ οὐ διατρίβουσιν, εἰδότες ὅτι ἀπὸ τῆς γείτονος πόλεως ἐκαρπώσαντο ἂν πολλὴν τὴν ὠφέλειαν· ἀλλὰ πρὸς τὰ κατεπείγοντα σπεύδουσιν.

η τὰ om. Cod.

Ο κοινή Cod.

Ρ οὐ Cod.

5

6

ΣΕΤΗΡΟΥ ΑΡΧΙΕΠΙΣΚΌΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΑΠΟ ΛΟΓΟΥ ΚΗ'. Ταϋτα εἴρηται κατὰ τὴν πρόχειρον ἔννοιαν κατὰ δὲ τὴν ὑψηλὴν καὶ ἀνηγμένην καὶ ἀληθῆ, θάλασσαν τὸν κόσμον τοῦτον εἶναί φησι, διὰ τὸ ἄστατον καὶ ῥέον τοῦ βίου κλυδώνιον· οὗ τῶν Ἀποστόλων οἱ πόδες ἐπιβάντες, ἐτάραξαν ὕδατα πολλὰ, τὰ ἐνκόσμια καὶ 5 φιλήδονα καὶ διακεχυμένα νοήματα διασκεδάσαντες, καὶ τῇ διδα σκαλίᾳ τῆς ἐγκρατείας καὶ σωφροσύνης ξηράναντες.

Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὁρᾶς πᾶσαν σπουδὴν ποιουμένους αὐτοὺς ἐκείνοις καταγγέλλειν τὸν λόγον πρώτοις, ἵνα μὴ φιλονεικοτέρους ἐργάσωνται· καὶ ἐκείνοις οὐκ ἐλάλουν εἰ μὴ μόνοις Ιου δαίοις· καὶ αὐτοὶ εἰς τὰς συναγωγὰς ἀπήεσαν.

10

Διεξελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου, εὗρον 15 ἐκεῖ ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον, ὀνό η ματι Βαριησοῦν, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ 8 Σαῦλον, ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. ἀνθίστατο δὲ αὐτοῖς Ελύμας, ὁ μάγος οὕτως γὰρ μεθερ- 20 μηνεύεται τὸ ὄνομα αὐτοῦ· ζητῶν ἀπόστρεψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.

ΤΟ

Τοῦ Αὐτοῦ. Πάλιν μάγος Ἰουδαῖος καθάπερ Σίμων· καὶ ὅρα τοῦτον, ὅτε μὲν τοῖς ἄλλοις ἐκήρυττον, οὐ σφόδρα ἀγανακτοῦντα ἐπειδὴ δὲ τῷ ἀνθυπάτῳ προσήεσαν, τότε· τὸ δὲ θαυμαστὸν τοῦ 25 ἀνθυπάτου, ὅτι καὶ προκατειλημμένος ἐκείνου τῇ μαγείᾳ, ἤθελεν ἀκοῦσαι τῶν Ἀποστόλων· οὕτω καὶ οἱ Σαμαρεῖται ἐποίησαν, ἡνίκα φαίνεται τῆς μαγείας ἁλισκομένης· πανταχοῦ ἡ κενοδοξία καὶ ἡ φιλαρχία αἰτία τῶν κακῶν· πρὸς τὴν ῥίζαν ἐλθόντες τῆς νόσου τὸν ἀνθύπατον ἐσπούδαζον διορθῶσαι· ὅτι γὰρ οὐ κολακείας 30 ἦν τὸ λέγειν, συνῆν τῷ ἀνθυπάτῳ ἀνδρὶ συνετῷ, ἀπὸ τοῦ πράγματις μάνθανε πῶς οὐκ ἐδεήθη λόγων πολλῶν; πῶς ἠθέλησεν αὐτ

Ο νήσου Cod.

« PreviousContinue »