Page images
PDF
EPUB

τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου” προφητικῶς γὰρ ταῦτα προείρηκεν ὁ θειότατος Σαμουὴλ πρὸς τὸν Σαούλ.

Ὧι καὶ εἶπε μαρτύρησας, εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.

66

66

5

Σημειωτέον ὡς οὐδαμῶς αὐτολέξει ταῦτα τὰ ῥητὰ κεῖνται ἐν τῇ βίβλῳ τῶν Βασιλειῶν· ἢ μόνον προφητικῶς ὑπὸ τοῦ θείου Σαμουὴλ εἰρημένα πρὸς τὸν Σαούλ οὕτω· “ καὶ νῦν ἡ βασιλεία σου, οὐ στήσεται σοι· καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ· καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ το “ τὸν λαὸν αὐτοῦ· ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος.” Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ ̓ ἐπαγγελίαν 24ἤγειρε τῷ Ἰσραὴλ Σωτῆρα Ἰησοῦν, προκηρύξαντος Ἰωάννου, πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.

23

25

15

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐπειδὴ γὰρ τῷ δέει κατείχοντο ὡς ἀνηρηκότες αὐτὸν, καὶ τὸ συνειδὸς τοῦτο αὐτοὺς ἠλλοτρίου, οὐχ ὡς πρὸς χριστοκτόνους διαλέγονται, οὐδὲ ὡς ἀλλότριον ἀγαθὸν αὐτοῖς ἐγχειρίζοντες, ἀλλὰ τὸ οἰκεῖον· πάνυ ποθεινὸν ἦν αὐτοῖς τὸ τοῦ Δαβὶδ ὄνομα· οὐκοῦν ὑπὸ τοῦ παιδὸς αὐτοῦ βασιλεύεσθαι φησί 20 σε προκηρύξαντος Ἰωάννου τῆς εἰσόδου αὐτοῦ·” εἴσοδον τὴν σάρκωσιν λέγει· οὕτως καὶ Ἰωάννης τὸ εὐαγγέλιον γράφων, ἐπὶ τοῦτον καταφεύγει συνεχῶς· ὄνομα γὰρ ἦν αὐτῷ πολὺ κατὰ τὴν οἰκουμένην ἅπασαν.

66

«Ηγειρε” λέγει, οὐκ ἔκτισε τὸν γὰρ ὄντα ἤγειρεν, οὐ τὸν μὴ ὄντα. 25

Ως δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγε, τίνα με ὑπονοεῖτε εἶναι ; οὐκ εἰμὶ ἐγώ, ἀλλ ̓ ἰδοῦ, ἔρχεται μετ' ἐμὲ, οὗ οὐκ εἰμὶ ἱκανὸς τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ Ἰωάννης δὲ μαρτυρεῖ οὐχ ἁπλῶς, ἀλλὰ πάντων ἐπ ̓ αὐτὸν ἀγόντων τὴν δόξαν, αὐτὸς αὐτὴν ἀποκρούε-30 ται· οὐ γάρ ἐστιν ἴσον, μηδενὸς διδόντος καὶ πολλῶν ὑπαρχόντων, ταυτὴν τὴν τιμὴν διωθεῖσθαι καὶ μηδὲ ἁπλῶς ἀλλὰ μετὰ τοσαύτης ὑποστολῆς.

ων

ΚΥΡΙΛΛΟΥ. Μόνης γὰρ καὶ ἰδικῶς ἔργον ἐστὶ τῆς πάντα ὑπερκειμένης οὐσίας, τὸ ἓν εἶναι δύνασθαι τισὶ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ θείας φύσεως κοινωνοὺς ἀποφαίνειν, τοὺς προσιόντας αὐτῇ ἐνυπάρχει δὲ τοῦτο οὐ κατὰ μετάληψιν καὶ μέθεξιν τὴν παρ ̓ ἑτές ρου τινὸς, ἀλλ ̓ οἴκοθεν καὶ οὐσιωδῶς τῷ Χριστῷ· βαπτίζει γὰρ 5 ἐν Ἁγίῳ Πνεύματι· Θεὸς οὖν ἄρα ἐστὶ καὶ καρπὸς τοῦ Θεοῦ, καὶ Πατρὸς ὁ ἐνανθρωπήσας Λόγος· ἀλλ ̓ ἔδρα τοῦτο, καὶ ὅτε γέγονεν ἄνθρωπος, ὡς εἷς ὢν Υἱὸς μετὰ τῆς ἀρρήτως τε καὶ ἀπερινοήτως ἑνωθείσης αὑτῷ σαρκός. καὶ γὰρ ὁ μακάριος βαπτιστής προει πὼν, “ ὅτι οὐκ εἰμὶ ἄξιος ἵνα κύψας λύσω τὸν ἱμάντα τῶν ὑποδη το μάτων αὐτοῦ, προσήνεγκεν εὐθύς· “ οὗτος ὑμᾶς βαπτίσει ἐν “ Πνεύματι Ἁγίῳ καὶ πυρί” καὶ πόδας δηλονότι καὶ ὑποδήματα ἔχων· οὐ γάρ τοι φαίη τις ἂν, εἴγε νοῦν ἔχοι, ὡς ἄσαρκος ὢν ὁ Λό γος, καὶ οὔπω γενόμενος καθ ̓ ἡμᾶς, πόδας ἔχει καὶ ὑποδήματα, ἀλλ ̓ ὅτε γέγονεν ἄνθρωπος· ἐπειδὴ τὸ εἶναι Θεὸς οὐκ ἀπώλεσεν 15 ἐνήργηκε πάλιν καὶ οὕτω θεοπρεπῶς, τὸ Πνεῦμα διδοὺς τοῖς πι στεύουσιν εἰς αὐτόν· ἦν γὰρ ἐν ταυτῷ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός.

[ocr errors]

66

66

Ὁ τὸ ὑπόδημα ὁμολογῶν οὐκ ἄξιος εἶναι λῦσαι, πῶς τῇ οὐσίᾳ συγκριθήσεται ;

26 Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραὰμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ὑμῖν ὁ λόγος οὗτος τῆς σωτηρίας ἐξαπεστάλη.

Ἀπὸ τοῦ προπάτορος αὐτοὺς καλεῖ.

20

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐνταῦθα τὸ ὑμῖν οὐκ Ἰουδαίοις· δίδωσι 25 δὲ αὐτοῖς ἐξουσίαν ἀποσχισθῆναι τῶν τὸν φόνον τετολμηκότων· καὶ τὸ ἐπαγόμενον δηλοῖ.

27 Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφη τῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναν- 30 τες ἐπλήρωσαν.

Τοῦ Αὐτοῦ. Πανταχοῦ σπουδάζουσι δεῖξαι οἰκεῖον αὐτῷ ὂν τὸ ἀγαθὸν, ἵνα μὴ ὡς ἀλλοτρίῳ προσέχοντες φεύγωσιν· ἐπειδὴ ἐσταύρωσαν αὐτὸν, τοῦτό φησιν, “ ἀγνοήσαντες ἀγνοίας ἦν τὸ

28

29

ἁμάρτημα· ὅρα πῶς καὶ ὑπὲρ ἐκείνων ἀπολογεῖται ἡρέμα· καὶ οὐ τοῦτο μόνον, ἀλλ ̓ ὅτι καὶ οὕτως ἔδει γενέσθαι.

66

Τοῦ ΑὐΤΟΥ͂. “ Ὑμῖν ὁ λόγος τῆς σωτηρίας ἐξαπεστάλη” τὴν εὐγένειαν ἐνταῦθα δείκνυσι τὴν Ἰουδαϊκήν.

Τοῖς τὸν ἕνα καὶ μόνον ἀσεβῶς τολμῶσι διαιρεῖν καὶ ἀνὰ μέρος 5 ἱστᾶν τὸν Θεὸν Λόγον, ἀνὰ μέρος δὲ τὸν ἐκ Μαριὰς ἄνθρωπον· καὶ μὴ ὁμολογοῦσιν ἕνα καὶ τὸν αὐτὸν, καθὸ γέγονε σὰρξ ὁ Λόγος τῇ μετοχῇ τῆς σαρκὸς καὶ τοῦ αἵματος, ὁ Παῦλος ἐνταῦθα καιρίαν ἔδωκε τὴν πληγήν· λέγει γὰρ ὅτι ἀνηρέθη ὁ Λόγος· καὶ ὅτι ἐτάφη 8 ἐν μνημείῳ· καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν· ὅρας ὅτι ὅσον 1ο τὸ κατ ̓ αὐτοὺς, οὐδὲ ὅλως πέπονθεν ὁ ἐκ Μαρίας παρ ̓ αὐτοὺς τοῦ Θεοῦ Λόγου διαιρούμενος ἄνθρωπος· ἀλλ ̓ ἡ ἁγία Ἐκκλησία οὐχ οὕτως ἔχει ἀλλ ̓ ἕνα καὶ τὸν αὐτὸν οἶδε τὸν ἐκ Πατρὸς καὶ ἐκ παρθένου, τὸν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα παθόντα καὶ ἀναστάντα καὶ ἀνελθόντα εἰς οὐρανούς· καὶ καθή-15 μενον ἐκ δεξιῶν τοῦ Πατρός· καὶ ἐρχόμενον ἐν τῇ δοξῇ τοῦ Πατρὸς κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· διό μοι δοκεῖ τοὺς μὴ οὕτως πιστεύοντας Ἰουδαΐζειν, κἂν δοκῶσι λέγεσθαι Χριστιανοί.

Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο 20 Πιλάτον ἀναιρεθῆναι αὐτόν.

σε ·

66

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ορα πῶς αὐτοῖς περισπούδαστον τὸν τρόπιν εἰπεῖν τοῦ θανάτου· καὶ Πίλατον εἰς μέσον φέρουσιν· ἅμα μὲν ἵνα δῆλον τὸ πάθος γένηται ἀπὸ τοῦ κριτηρίου, ἅμα δὲ ἵνα ἐκεῖ νοι μειζόνως κατηγοροῦνται, ἀνδρὶ παραδόντες ἀλλοφύλῳ· καὶ οὐκ 15 εἶπεν ἐνέτυχον, ἀλλ ̓ “ ᾐτήσαντο” χάριν ἔλαβον φησὶν, ὡς ἐκείνου μὴ θέλοντος· ὅπερ σαφέστερον Πέτρος λέγει, “ ἐκείνου κρίναντος “ ἀπολύειν πάνυ ἐφίλει αὐτοὺς ὁ Παῦλος· καὶ ὅρα οὐκ ἐνδιατρί βει τῇ ἀγνωμοσύνῃ τῶν πατέρων, ἀλλ ̓ αὐτοῖς ἐφίστησι τὸν φόνον Καὶ μετ ̓ ὀλίγα—Καὶ “ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες” ὅπερ 30 οὐκ ἦν ἀγνοίας· θῶμεν γὰρ ὅτι οὐχ ὡς Χριστὸν αὐτὸν εἶχον, τίνος ἕνεκεν καὶ ἀνήρουν ;

66

Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον.

31

Τοῦ Αὐτοῦ. Ὅρα πῶς σπουδαίως ἔδειξεν οἰκονομίας τὸ πρᾶγμα ἄν· ὅρα τί λέγοντες ἔπεισαν· ὅτι ἐσταυρώθη· τί τούτου ἀπιθανώτερον; ὅτι ἐτάφη παρ' αὐτῶν οἷς ἐπηγγέλλετο σωτηρία ἔσεσθαι· ὅτι ὁ ταφεὶς ἀφίησι ἁμαρτήματα, καὶ τοῦ νόμου μᾶλλον· καὶ οὐκ εἶπεν, ὧν οὐκ ἠβουλήθητε, ἀλλ ̓ σε οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωυ- 5 σε σέως δικαιωθῆναι, πᾶς ὅς τις ἂν ᾖ,” φησι· οὐδὲν γὰρ ὄφελος έκα είνων· ἐὰν μή τις εὐεργεσία ᾖ· διὰ τοῦτο ὕστερον τίθησι τοῦτο τὴν ἄφεσιν· καὶ μείζονα δείκνυσιν, ὅταν ἀδυνάτου ὄντος γένηται.

66

66

30 Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, ὃς ὤφθη ἐπὶ · ἡμέρας πλείους τοῖς συναναβάσιν αὐτῷ ἀπὸ τῆς Γαλι- το λαίας εἰς Ἱερουσαλήμ.

ΣΕΥΗΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΚ ΤΗ͂Σ ΠΡΟΣ ΜΑ ΡΩΝΑ ΕΠΙΣΤΟΛΗΣ. Μὴ θορυβείτω δέ σε τὸ τὸν Ἰησοῦν ἐγηγέρθαι ὑπὸ τοῦ Θεοῦ λέγεσθαι· εἰ γὰρ Ἰησοῦς οὐκ ἄλλος ἐστὶν ἢ ὁ Λόγος ὁ σαρκωθεὶς, οὗτος δέ ἐστιν ἡ δύναμις τοῦ Πατρὸς, δι ̓ ἧς 15 ἅπαντα ἐνεργεῖ κατὰ τὸ, “ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ

66

66

η

σοφία” αὐτὸς ἑαυτὸν ἀναστακέναι νοηθήσεται, καὶ ἐγηγέρθαι λεγόμενος ὑπὸ τοῦ Πατρὸς, ἐφ ̓ ὃν ὡς ἀρχὴν καὶ αἰτίαν ἄχρονον ἅπαντα ἀναφέρεται· ἐπεὶ καὶ αὐτός φησι· “ λύσατε τὸν ναὸν “ τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.”

66

σε

32 Οἵτινες εἰσὶ νῦν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας γενομένην ἐπαγγελίαν, ὅτι ταύτην ὁ Θεὸς πεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν.

αν

20

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐκ ἂν ὄντες εἰ μὴ θείᾳ δυνάμει ἐβε-25 βαιοῦντο· οὐκ ἂν πρὸς ἀνθρώπους φονῶντας τοιαῦτα ἐμαρτύρησαν, πρὸς αὐτοὺς τοὺς ἀνελόντας.

αν

Τὸ Ἰησοῦς ὄνομα ἐπὶ τοῦ ἀνθρώπου ἐκλαμβάνουσιν, οἱ τῶν θεοκτόνων ἀδελφοί· ἐπειδὴ ὁ προλαβὼν εἶπε τεθεῖσθαι τὸν Λόγον ἐν μνημείῳ· ἵνα μή τις υπολάβῃ ἄσαρκον αὐτὸν εἰρηκέναι τὸν 30 Λόγον, πάλιν αὐτὸν Ἰησοῦν καλεῖ· οὐδαμοῦ διαίρεσιν διδοὺς τῷ σαρκωθέντι Θεῷ λόγῳ μετὰ τὴν ἕνωσιν· πανταχοῦ τῶν ἀσεβῶν ἀποφράττων τὸ στόμα.

33

34

Ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ, Υἱός ei μου συ, ἐγὼ σήμερον γεγέννηκά σε.

Ἰδοὺ τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα τοῦτον εἴρηκεν ἐκ νεκρῶν

ἀναστάντα.

66

66

ΚΥΡΙΛΛΟΥ. Ὁ μόνος εἰδὼς τὸν Πατέρα, καὶ ὑπὸ μόνον γινω- 5 σκόμενος τοῦ Πατρὸς, ἡ σοφία καὶ ὁ Λόγος αὐτοῦ, “ ὁ τῆς μεγάσε της βουλής Αγγελος” κατὰ τὴν τοῦ Προφήτου φωνήν, τῆς μετὰ σαρκὸς οἰκονομίας ἡμῖν τὸ μυστήριον εὖ μάλα διατρανιῖ· Υἱὸς γὰρ ὢν φύσει καὶ ἀληθῶς, καὶ ἐξ αὐτῆς ἀναλάμψας τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, γέγινε σὰρξ, τουτέστιν ἄνθρωπος, κατὰ τὴν Ἰωάννου 10 φωνήν· καὶ κεχρημάτικεν ἀδελφὸς τῶν ἐπὶ τῆς γῆς, καὶ τὴν κατὰ σάρκα μεθ ̓ ὑμῶν ὑπέστη γέννησιν· καίτοι προαιώνιος ὢν καὶ ἀεὶ συνυφεστηκὼς τῷ γεγεννηκότι, πλὴν εἰ καὶ γέγονε σάρξ. ἴδιον ὄντα Υἱὸν οἶδεν αὐτὸν καὶ οὕτως ὁ Πατήρ ἔφη γαρ, ὅτι σε Υιός

66

66

μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε” ὁρᾶς ἐναργῆ τὴν ὁμο 15 λογίαν ἤγουν τὴν ἀνάρρησιν· τὸ μὲν γὰρ “ εἶ” τέθεικεν, ἵνα δείξῃ τὸν προαιώνιον οὐ γὰρ ἐν χρόνῳ γέγονεν· ἀλλ ̓ ἦν ἀεὶ τοῦτο, τουτέστιν Υἱός· ἐπήνεγκε δὲ τὸ “ σήμερον ἐγέννησά σε, ἵνα τὴν νεοτάτην αὐτοῦ καὶ κατὰ σαρκὰ δείξῃ γέννησιν, ἣν ὑπέμεινεν ἑκὼν διὰ τῆς ἁγίας παρθένου ταύτῃ τοι καὶ θεότοκος ὠνόμα

σται.

66

33

20

ἩΣΥΧΙΟΥ ΠΡΕΣΒΥΤΕΡοτ. Ταῦτα τῇ ἐνανθρωπήσει τοῦ Χρισ στοῦ πρέπει δήπου τὰ ῥήματα ἥτις χρονικὴν εἶχε τὴν ἐπιφοίτησιν· τὸ γὰρ σήμερον καὶ αὔριον ἡμερῶν ἐστὶ παραστατικόν ἀχρόνως γὰρ παρὰ τοῦ Πατρὸς, ὡς καὶ παῖδες αἱρετικῶν ὁμολογοῦσι, 25

τίκτεται.

Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθορὰν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαβὶδ τὰ πιστά.

ΣΕΥΗΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΚ ΤΗ͂Σ ΠΡΟΣ ΤΙΜό-30 ΘΕΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗΣ. Ψεύδεται γοῦν ὁ λέγων ὁμολογεῖν τὸ σῶμα τοῦ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ παθητὸν, ἤτοι παθῶν δεκτικόν· καὶ κατὰ ταυτὸν λέγων αὐτὸ καὶ

« PreviousContinue »