Page images
PDF
EPUB

πρὸ τῆς ἀναστάσεως ἄφθαρτον, τουτέστιν ἀπαθὲς καὶ ἀθάνατον· τὴν γὰρ κατὰ τὸ ἀναμάρτητον ἀφθαρσίαν πρόδηλον ὡς εἶχεν ἐξ αὐτοῦ τοῦ καιροῦ τῆς σαρκώσεως.

35 Διὸ καὶ ἐν ἑτέρῳ λέγει, οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν 36 διαφθοράν Δαβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇς τοῦ Θεοῦ βουλῇ, ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ.

37

Τοῦ ΑὐΤΟΥ͂ ΕΚ ΤΗ͂Σ ΠΡΟΣ ΑΙΔΕΣΙΝΟΥΣ ΕΠΙΣΤΟΛΗΣ. Ἀφθαρσίας χωρίον ἀπεργασαμένη τὸν τάφον· ἐξ αὐτοῦ γὰρ ἡμῖν ἐγερθεὶς ὁ Χριστὸς, ὡς ἀφθαρσίας ἀληθῶς ἡγεμὼν ἀνατέταλκεν, ἵνα καὶ το ἡμεῖς ἐκ τῶν τάφων διαναστάντες κατὰ τὴν ἐλπιζομένην ἀνάστα σιν, ἐν νεφέλαις αὐτῷ τὸ δεύτερον ἐρχομένῳ μετὰ δόξης εἰς ἀέρα προσαπαντήσωμεν.

ἩΣΥΧΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ. Ὁ γὰρ Χριστὸς κατὰ τὸν καιρὸν τοῦ πάθους, καὶ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸ σῶμα χωρὶς φθορᾶς ὡς 15 Θεὸς διεφύλαξεν.

Καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὐκ εἶδε διαφθοράν.

Ὁ τὴν φύσιν φθαρτὸς ὢν καὶ πρὸ θανάτου ὁρᾶ ἑαυτὸν φθειρό

μενον.

38 Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοὶ, ὅτι διὰ 39τοῦτο ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται· καὶ ἀπὸ πάντων, ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωυσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.

20

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ Πέτρος ἅτε ἀρχῆς οὔσης περὶ αὐτοῦ 25 μνημονεύων ἔλεγεν· “ ἑξὸν εἰπεῖν μετὰ παρρησίας περὶ πατριάρ

66

66

66

χοῦ Δαβίδ καὶ οὐ λέγει ὅτι ἐτελεύτησεν, ἀλλὰ “ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ.” καὶ ὅρα πῶς οὐδαμοῦ τὰ κατορθών ματα αὐτῶν τίθησιν, ἀλλ ̓ εὐεργεσίας τοῦ Θεοῦ, ἐξελέξατο, ὕψω σεν, ἐτροποφόρησε· ταῦτα δὲ οὐκ ἐκείνων ἐγκώμια· ᾐτήσαντο, ἔδωκε· 30 τὸν Δαβὶδ ἐγκωμιάζει μόνον, ἐπειδὴ ἐξ αὐτοῦ ὁ Χριστός.

Τοῦ Αὐτοῦ. Τί μὴ ἐπήγαγε μαρτυρίαν δι ̓ ἧς ἔμελλον πείθεσθαι ὅτι ἄφεσις ἁμαρτιῶν δι ̓ αὐτοῦ γίνεται ; ὅτι τὸ σπουδαζό * Leg. Εδεσσηνούς.

G g

μενον τοῦτο ἦν, δεῖξαι τέως ὅτι ἀνέστη· τοῦτο δὲ ὡμολογημένου ἐκεῖνο ἀναμφισβήτητον ἦν. Καὶ μετ ̓ ὀλίγα-Ορα πῶς πλέκει τὸν λόγον ἀπὸ τῶν παρόντων· ἀπὸ τῶν προφητῶν· ἀπὸ τοῦ σπέρ ματος τοῦ κατ ̓ ἐπαγγελίαν· εἶτα τὸν Ἰωάννην ἐπάγει πάλιν κρί ναντες ἐπλήρωσαν πάντα τὰ γεγραμμένα· εἶτα μάρτυρας τοὺς 5 Ἀποστόλους τῆς ἀναστάσεως· εἶτα τὸν Δαβὶδ μαρτυροῦντα· οὐδὲ γὰρ τὰ παλαιὰ ἰσχυρὰ καθ ̓ ἑαυτὰ ἐδόκει εἶναι· οὕτως οὔτε ταῦτα ἄνευ ἐκείνων· ὥστε δι ̓ ἑκατέρων πιστοῦται τὸν λόγον.

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι ὁ εἰς τὸν Χριστὸν πιστεύων, καὶ δικαιοῦται καὶ ἄφεσιν ἁμαρτιῶν λαμβάνει· ὁ γὰρ νόμος Μωυ- το σέως οὐκ ἄδικος ἀλλὰ σκληρὸς, καὶ δυνάμενος δὲ δικαιῶσαι τὸν ἀμέμπτως πάντα τὰ τοῦ νόμου τελέσαντα· διὸ ἀδύνατος εἰς και τόρθωσιν τοῖς ἀνθρώποις ἐφάνη, διὰ τὸ τὸν ἑνὶ πταίοντα γίνεσθαι πάντων ἔνοχον· οὐχ ὁ νόμος οὖν οὐκ ἠδύνατο δικαιῶσαι, ἀλλὰ τὸ ἀκατορθωτὸν αὐτοῦ ἀδυνάτους ἐποίει τοὺς ἀνθρώπους διὰ τῶν ἐντο- 15 λῶν τοῦ νόμου δικαιωθῆναι· καθὼς καὶ τὸ ῥῆμα φησὶν, σε ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωυσέως δικαιωθῆναι.”

66

40 Βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προ41 φηταῖς, ἴδετε, οἱ καταφρονηταὶ, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν,

ΚΥΡΙΛΛΟΥ. Ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε καὶ ὃ τραχὺ ἂν πῶς ὑποτέμνεται· μὴ ἐπέλθῃ, φησὶν, ἐφ' ὑμᾶς τὸ πρὸς τοὺς ἄλλους εἰρημένον.

20

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Κατακεκραγότες τῆς ἀδίκου κρίσεως τοῦ 25 προφήτου Ἀββακοὺμ ἀποκρίνεται ὁ Θεὸς τοῖς ἀδικοῦσι, τὰς ἐσομένας συμφορὰς αὐτοῖς προαπαγγέλλων· θαυμάσια δὲ λέγει τὰ αὐτοῖς συμβήσεσθαι μέλλοντα· καὶ γὰρ ἦν πολλῆς ἐκπλήξεως ἄξιον, πῶς ὁ Ἰσραὴλ, ὁ ἐν τέκνοις κατηριθμημένος Θεοῦ καὶ πρω τότοκος ὠνομασμένος, καὶ δι ̓ ὧν ἀπόλωλεν Αἴγυπτος, παραδέδοται 30 τοῖς Βαβυλωνίοις· καὶ οὐ μόνον μαχαίρᾳ, ἀλλὰ γὰρ καὶ δουλεία καὶ αἰχμαλωσίᾳ καὶ τοῖς ἀπευκτοῖς ἅπασι· ταῦτα δέ, φησι, τοσαῦτα καὶ τηλικαῦτα τὸ μέγεθός ἐστιν, ὡς καὶ ἀπιστεῖσθαι εἴτις αὐτὰ ὑμῖν προαπαγγέλλοι.

42

ΘΕΟΔΟΤΟΥ ΑΓΚΥΡΑΣ. Ταῦτα μὲν προφανῶς δοκεῖ λέγειν ἱστο ρικῶς· ἡ δὲ τῶν ῥητῶν ἔννοιά ἐστι τοιαύτη· ἀπὸ τῆς τῶν κριτῶν ἀδικίας ἐπὶ καθολικὴν οἰκονομίαν ὁ προφήτης Αμβακούμ τὸν λόγον ἀπήγαγεν ὡς τῶν οὕτως ἐχόντων πραγμάτων θαυμαστῆς δεομένων ἐπιμελείας, ἐκπληττούσης καὶ ἀφανιζούσης τοὺς κατα- 5 φρονητάς· ποίαν δ ̓ ἂν εἴποιμεν θαυμαστὴν ἐπιμέλειαν, ἢ τὴν διὰ τῆς τοῦ Χριστοῦ οἰκονομίας καὶ ἐπιδημίας γενομένην· ἐν ᾗ προηγουμένως μὲν τοὺς χαλεποὺς ὑβριστὰς τῆς ἡμετέρας φύσεως δαίμονας ἠφάνισεν· ἐχαλίνωσε δὲ καὶ τὴν ἀδικίαν, ὅπως πληρωθῇ τὸ ἐν Ψαλμοῖς εἰρημένον “ ἀνάστηθι Κύριε, μὴ κραταιούσθω ἄν- το θρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου· κατάστησον, Κύριε, νομο θέτην ἐπ ̓ αὐτούς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν.”

66

66

66

Ἔργον, ᾧ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. Τοῦ Αὐτοῦ. Μὴ θαυμάσητε ὅτι ἄπιστον δοκεῖ εἶναι· καὶ αὐτὸ προείρηται ἄνωθεν.

15

Ἐξιόντων δὲ αὐτῶν εἰς τὸ μεταξὺ σάββατον παρε43 κάλουν λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παυλῷ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον αὐ-20 44τοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ· τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου.

ΑΜΜΩΝΙΟΥ. “ Εἰς τὸ μεταξὺ Σάββατον ἀντὶ τοῦ τὸ ἐσσόμενον, ὡς σαφηνίζει κάτω.

25

Τοῦ Αὐτοῦ. Εἶδες τοῦ Παύλου τὴν σύνεσιν· οὐχὶ τότε ἐθαυμάσθη μόνον, ἀλλὰ καὶ ἐπιθυμίαν αὐτοῖς δευτέρας ἐνέβαλεν ἀκρι άσεως· εἰπὼν τινὰ σπέρματα, καὶ μὴ ἐπιλύσας, μηδὲ ἐπεξελθὼν τῷ λόγῳ, ὥστε αὐτοὺς ἀναρτῆσαι καὶ οἰκειῶσαι ἑαυτῷ, καὶ μὴ χαυνιτέρους ἐργάσασθαι τῷ πάντα ἀθρόον εἰς τὰς ἐκείνων ρίψαι 30 ψυχὰς, εἶπεν, “ ὅτι ἄφεσις ἁμαρτιῶν ὑμῖν διὰ τούτου κατήγγελται” τὸ δὲ πῶς οὐκ ἐδήλωσε· διατί αὐτοὺς οὐκ ἐβάπτισεν εὐθέως; οὐκ ἦν καιρός· πεῖσαι ἔδει ὥστε βεβαίως ἐμμένειν.

66

* Θεοδώρου Cod.

45

46

Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους, ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, βλασφημοῦντες.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα τὴν κακίαν πληττομένην ἐν τῷ πλήττειν ἑτέρους· τοῦτο μᾶλλον αὐτοὺς ἐποίει λαμπροὺς, τὸ ἀντι-5 λέγειν ἐκείνους· τὸ πρῶτον αὐτόματοι παρεκάλεσαν.

Τοῦ Αὐτοῦ. Διατί πρὸ τούτου οὐκ ἀντέλεγον ; ὁρᾶς ὅτι πανταχοῦ πάθει ἐκινοῦντο, καὶ οὐκ ἀντέλεγον μόνον, ἀλλὰ καὶ ἐβλασφήμουν· καὶ γὰρ ἡ κακία οὐδαμοῦ ἵσταται.

Τοῦ Αὐτοῦ. Τοσαύτη τῆς βασκανίας ἡ τυραννίς· πολλοὶ γὰρ το τήκονται καὶ ἀπόλλυνται, ὅταν ἑτέρους εὐδοκιμοῦντας ἴδωσιν, ὅταν ἐκκλησίαν ὠφελουμένην ὁλόκληρον, ἢ λόγῳ ἢ ἑτέρῳ τινὶ τρόπῳ οὗ τί χεῖρον γένοιτ' ἄν; οὐδὲ γὰρ τῷ ἀδελφῷ λοιπὸν, ἀλλὰ καὶ τῷ θελήματι τοῦ Θεοῦ οἱ τοιοῦτοι μάχονται.

* Περὶ μεταθέσεως τοῦ κηρύγματος εἰς τὰ ἔθνη, διωγμοῦ τὲ αὐτῶν ἐκεῖ καὶ 15 ἀφίξεως εἰς Ικόνιον.

Παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρνάβας

εἶπον,

Τοῦ Αὐτοῦ. Ὁρᾶς πῶς φιλονεικήσαντες μᾶλλον ἐξέτειναν τὸ κήρυγμα, καὶ μᾶλλον ἔδωκαν ἑαυτοὺς εἰς τὰ ἔθνη· ἀπολογησά- 20 μενοι, καὶ ὑπευθύνους ἑαυτοὺς ποιήσαντες παρὰ τοῖς οἰκείοις· καὶ οὐκ εἶπεν, ἀνάξιοι ἐστὲ, ἀλλ ̓ ἐκρίνατε ἑαυτοὺς ἀναξίους.

Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ·

Τοῦ Αὐτοῦ. Διὰ τοῦτο ταῦτα λέγεται, ἵνα μὴ ὡς ἐκ παρέργου 25 νομίσῃ τις τοῦτο γεγενῆσθαι.

Ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυ τοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ, στρεφόμεθα εἰς τὰ ἔθνη. Τοῦ Αὐτοῦ. Οὐδὲν ὑβριστικὸν, ὃ δὴ καὶ ἐπὶ τῶν προφητῶν ἐποίουν· μὴ λαλεῖτε ἡμῖν, φησὶ, λαλίαν.

Τοῦ Αὐτοῦ. Οὐχ ἡμᾶς· οὐ γὰρ εἰς ἡμᾶς ἡ ὕβρις ἡ παρ ̓ ὑμῶν· ἵνα γὰρ μή τις εὐλαβείας εἶναι νομίσῃ, τὸ οὐκ ἀξίους κρί νετε ἑαυτοὺς, διὰ τοῦτο πρῶτον εἶπεν “ ἀπωθεῖσθε αὐτὸν,” καὶ τότε

[ocr errors]

30

47

66

* στρεφόμεθα εἰς τὰ ἔθνη” πολλῆς ἐπιεικείας γέμει τὸ ῥῆμα· οὐκ εἶπε καταλιμπάνομεν ὑμᾶς, ἀλλ ̓ ὥστε δυνατὸν φησὶν, καὶ ἐνα ταῦθα πάλιν στραφῆναι· καὶ τοῦτο οὐκ ἀπὸ τῆς ὑμετέρας ὕβρεως γέγονεν· οὕτω γὰρ ἐντέταλται ἡμῖν· τί οὖν οὐκ ἐποιήσατε τοῦτο ; ἔδει μὲν ἀκοῦσαι τὰ ἔθνη· καὶ τοῦτο οὐ πρὸ ὑμῶν· παρ ̓ ὑμῶν δὲ 5 γέγονε τὸ πρὸ ὑμῶν.

ΑΜΜΩΝΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ. “ Καὶ οὐκ ἀξίους κρίνετε ἑαυτούς. ὥστε οὖν ὁ Θεὸς οὐδὲν ἀνάξιον λέγει τοῦ σωθῆναι ἡ εἰς τὴν βασι λείαν αὐτοῦ εἰσελθεῖν, οὔτε τὸ ἐναντίον κρίνειν τὸν ἄνθρωπον ἄξιον εἶναι κολάσεως· ἀλλ ̓ ἡμεῖς ἑαυτοὺς κρίνομεν κατὰ τὴν ἑκούσιον το ἡμῶν κακίαν, ἀναξίους μὲν τῆς αἰωνίου ζωῆς, ἀξίους δὲ τῆς αἰωνίου κολάσεως· ὥστε οὖν ἐν ἡμῖν ἡ κρίσις, τό τε τῆς μελλούσης καταστάσεως κλήρωμα.

Οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος, τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς 15 γῆς.

66

66

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τουτέστιν εἰς γνῶσιν τὴν ἐπὶ σωτηρία. καὶ οὐχ ἁπλῶς “ε ἔθνη,” ἀλλὰ πάντων “ ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον” καὶ τοῦτο τεκμήριον τοῦ κατὰ Θεοῦ γνώμην αὐτοὺς προσλαβέσθαι· τεταγμένοι δὲ οὐ κατ ̓ ἀνάγκην· οὓς προέγνω φησί 20 καὶ προώρισεν.

ΚΥΡΙΛΛΟΥ. Ἐπέλαμψε τοίνυν τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ φω τὸς θείου μεμεστωμένην ἀπέφηνε τὴν ὑπ ̓ οὐρανὸν, καὶ καθαροῖς διανοίας ὄμμασι τὴν θείαν τὲ καὶ ἀνωτάτω περιαθρῆσαι φύσιν· καὶ τοὺς τῆς πνευματικῆς λατρείας καθιερῶσαι τρόπους.

25

ΘΕΟΔΩΡΗΤΟΥ. Γένος τοῦ Κυρίου κατὰ σάρκα κοινὸν μὲν, ἅπασα τῶν ἀνθρώπων ἡ φύσις, ἴδιον δὲ καὶ πελάζον ὁ Ἰσραήλ ἐπειδὴ τοίνυν πρὸς μὲν τὸν Ἰσραὴλ παρεγένετο· τὰ δὲ ἔθνη διὰ τῶν Ἀποστόλων ἐφώτισε· δέδωκά σε, φησι, τούτοις διὰ τὴν πρὸς τοὺς αὐτῶν γεγενημένην ἐπαγγελίαν· φωτιῶ δὲ διὰ σοῦ τὰ ἔθνη, 30 καὶ πᾶσιν ἀνθρώποις παρέξω τὴν σωτηρίαν· τοῦτο γὰρ σημαίνει τὸ “ ἕως ἐσχάτου τῆς γῆς” καὶ πέρας ἐπιθήσω ταῖς πρὸς τοὺς πατέρας αὐτῶν γεγενημέναις μοι συνθήκαις τὴν γὰρ διαθήκην συνθήκην οἱ λοιποὶ ἡρμήνευσαν.

« PreviousContinue »