Page images
PDF
EPUB

13

Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς 12 ἐκάλουν τε τὸν Βαρνάβαν, Δία, τὸν δὲ Παῦλον, Ἑρμῆν,

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐμοὶ δοκεῖ ἀπὸ τῆς ὄψεως ἀξιοπρεπής εἶναι ὁ Βαρνάβας. οὐ μικρὸς οὗτος πειρασμὸς ἐξ ἀμετρίας· ἀλλὰ καὶ ἐντεῦθεν τῶν Ἀποστόλων ἡ ἀρετὴ δείκνυται, πῶς πανταχοῦ5 πάντα ἀνατίθεασι τῷ Θεῷ.

66

ων

Τοῦ Αὐτοῦ. Εἶδες πῶς ἔθος τοῖς Ἕλλησιν ἀπὸ ἀνθρώπων θεοὺς ποιεῖν· ὥστε ὅταν λέγουσι, πόθεν ἡ εἰδωλολατρία; μάνθανε τὴν ἀρχήν· οὕτω καὶ τοὺς Ἀποστόλους ἐξ ἀνθρώπων ἐποίουν θεούς· οὕτω καὶ ὁ διάβολος ἐφιλονείκησε παρὰ τὴν ἀρχὴν τὴν ἀσέβειαν το εἰσαγεῖν, λέγων, “ ἔσεσθε ὡς θεοί.” καὶ ἐπειδὴ τότε οὐκ ἴσχυσεν, ὕστερον ἐπιχειρεῖ πανταχοῦ φιλονεικῶν τὴν πολυθεΐαν εἰσαγαγεῖν. ΑΜΜΩΝΙΟΥ. Ἐν τοῖς ἀναγραψαμένοις τὰς παλαιὰς ἱστορίας εὑρίσκεις, ὅτι ὁ Ζεὺς ἄνθρωπος ὢν ἑαυτὸν ἐθεοποίησε, λέγων ἑαυ τὸν εἶναι θεόν· ὡς καὶ πολλοὶ τῶν Ῥωμαίων βασιλεῖς καὶ Μακε- 15 δόνων ἐχρηματίζον θεοί· διὸ οὐ χρὴ ἀπιστεῖν τοῖς πάλαι λεχθεῖσι περὶ τούτου, ὅτι ἠπατήθησαν τινὲς καὶ ὠνόμασαν τινὰς θεούς· ὅπου γε καὶ οὗτοι ηπατήθησαν εἰς τὸν Βαρνάβαν καὶ Παῦλον καὶ ὀπίσω δέ ἐστι τοῦτο σημειώσασθαι ἐπὶ Σίμωνος τοῦ μάγου, ὃν ἐν τῇ Σαμαρείᾳ ἔλεγον τὴν τοῦ Θεοῦ δύναμιν τὴν μεγάλην οὓς 20 ἐπιστομίζοντες, ἅμα δὲ καὶ ἡρέμα διδάσκοντες, οἱ περὶ Βαρνάβαν ἔλεγον, “ Θεὸν οὐδεὶς ἑώρακε πώποτε·” ὃ οὖν φαινόμεθα καὶ ψηλα φώμεθα, οὐκ ἐσμὲν θεοὶ ἀλλὰ ἄνθρωποι· μόνον δὲ ἐπὶ τοῦ Ἰησοῦ τοῦτο γέγονεν· ὃς ἦν Θεὸς καὶ ἄνθρωπος ἐν ταυτῷ, κατὰ τὸν τῆς ἑνώσεως λόγον· ὧδε δὲ ψιλοὶ ἦσαν ἄνθρωποι, διὰ Πνεύματος θείου 25 τερατουργοῦντες.

Ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως, ταύρους καὶ στέμ ματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν.

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΡΜΗΝΕΙΑΝ ΛΟΓΟΣ Α ́. Εἰ γάρ που δημηγορίας ἦν καιρὸς, αὐτῷ πανταχοῦ παρεχώρουν· διὸ καὶ Ἑρμῆς εἶναι ἐνομίζετο παρὰ τοῖς ἀπιστοῖς, διὰ τὸ τοῦ λόγου κατάρχειν.

30

14

Ακούσαντες δὲ οἱ Ἀπόστολοι Βαρνάβας καὶ Παῦλος διαρρήξαντες τὰ ἱμάτια ἑαυτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες,

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα αὐτοὺς πανταχοῦ δόξης καθαρούς· οὐ μόνον μὴ ἐφιεμένους, ἀλλὰ καὶ διδομένην ἀποκρουομένους· ὥσ-5 περ καὶ Πέτρος ἔλεγε, “ τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ

66

66

εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν·” καὶ οὗτοι τὸ αὐτὸ φησί. Καὶ μετ ̓ ὀλίγα—"Ορα πάντα μετὰ σφοδρότητος τοὺς Ἀποστόλους ποιοῦντας· διέρρηξαν τὰ ἱμάτια· ἐξεπήδησαν· ἔκραξαν πάντα ἀπὸ διαθέσεως ψυχῆς ἀποστρεφομένης τὰ γενόμενα. πένειο θος γὰρ ἦν οὕτως· πένθος ἀπαραμύθητον· εἴγε ἔμελλον θεοὶ νομί ζεσθαι, καὶ εἰδωλολατρίαν εἰσάγειν, ἣν ἦλθον καταλῦσαι καὶ τοῦτο τοῦ διαβόλου ἦν κατασκεύασμα, ἀλλ ̓ οὐκ ἴσχυσε. Καὶ πάλιν—Πρώτῃ ὄψει κατέπληξαν αὐτοὺς, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν· τοῦτο καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐποίησεν ἐπὶ τῇ ἥττῃ τοῦ 15 λαοῦ. μὴ τοίνυν νομίσῃς ἀνάξιον αὐτῶν εἶναι· τοῦτο καὶ τῆς εὐσταθείας αὐτῶν· οὐκ ἂν ἄλλως ἔπαυον τὴν τοσαύτην ὁρμήν· οὐκ ἂν ἄλλως τὴν πυρὰν ἔσβεσαν. ὅταν οὖν τι δέῃ τῶν δεόντων γενέσθαι, μηδὲν παραιτώμεθα· εἰ γὰρ καὶ μετὰ ταῦτα καὶ μόλις ἔπεισαν· εἰ μὴ οὕτως εἰργάσαντο, τί οὖν ἂν ἐγένετο; εἰ μὴ γὰρ οὕτως ἐποί-20 ησαν, ἐνομίσθησαν ἂν ταπεινοφρονεῖν, καὶ μᾶλλον ἐφίεσθαι τῆς τιμῆς.

66

ΚΥΡΙΛΛΟΥ. Ἔθος ἐστὶν Ιουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφη μίαις περιρήγνυναι τὰ ἱμάτια. καὶ γοῦν ὁ Καϊάφας, Υἱὸν ἑαυτὸν τοῦ Θεοῦ λέγοντος τοῦ Χριστοῦ, περιέρρηξε τὴν ἐσθῆτα, διακεκρα- 25 γώς τε καὶ λέγων, “ ἐδυσφήμησε.” δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέ σιοι μαθηταὶ Παῦλός τε καὶ Βάρναβας. γεγόνασι μὲν ἐν Λυκαονίᾳ ἐπειδὴ δέ τινα τῶν ἠρρωστηκότων τοῦ πάθους ἀπήλλαττον, καὶ παράδοξον ἦν τοῖς ὁρῶσι τὸ χρῆμα, θύειν ἤθελον αὐτοῖς τῆς θευσημείας οἱ θεωροί· ἔφασκον γὰρ “ οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις ἦλθον 30 πρὸς ἡμᾶς· ἐκάλουν δὲ τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ὅτι αὐτὸς ἦν,” φησὶν, “ ὁ ἡγούμενος τοῦ λόγου” ἐπειδὴ δὲ τὸ δρώμενον δυσφημία τις ἦν, διέρρηξαν τὰ ἱμάτια ἑαυτῶν, παραδόσεσι Ἰουδαϊκαῖς καὶ ἐγγράφοις ἔθεσιν ἀκολουθοῦντες· ἔτι διαβέβληται τὸ ἔθος, ὡς οὐκ ἂν ἐκ νόμου καὶ ἀνόνητον παντελῶς καὶ 35

66

66

66

66

γοῦν ἔφη πρὸς Ἰουδαίους ὁ τῶν ὅλων Θεὸς, πλαττομένους τὰ τοιάδε, καὶ τῆς ἀληθοῦς εὐσεβείας ἀποφοιτῶντας μακράν “ ἐπιστρέψατε

66

66

66

πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ κλαυθμῷ καὶ

“ ἐν κοπετῷ· καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια · ὑμῶν.”

66

15 Ἄνδρες, τί ταῦτα ποιεῖτε ; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ Θεὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἄνθρωποι μὲν ἐσμὲν, φησὶ, τούτων δὲ μείο ζους· ταῦτα γὰρ νεκρά. ὅρα αὐτοὺς οὐκ ἀνατρέποντας μόνον, ἀλλὰ καὶ διδάσκοντας· οὐδὲν περὶ ἀοράτων φθεγγομένους.

16 Ὃς ἐν ταῖς παρωχημέναις γενεαῖς, εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·

17

Τοῦ Αὐτοῦ. Διατί δὲ εἴασεν, οὐκέτι φησί· τέως γὰρ πρὸς τὸ κατεπείγον ἵσταται· οὐδαμοῦ τοῦ Χριστοῦ τὸ ὄνομα τιθείς.

5

ΙΟ

15

ΣΕΤΗΡΟΥ ΕΚ ΤΗ͂Σ ΠΡὸΣ ΑΜΜΩΝΙΟΝ ΕΠΙΣΤΟΛΕΣ. Καὶ γὰρ οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ὁ Θεὸς ἐν ἑκαστῇ γενεᾷ, τὰ ποδηγοῦντα τοὺς ἀνθρώπους πρὸς δικαιοσύνην ἐπιτελῶν· τὸ γὰρ αὐτεξούσιον οὐ 20 βιαζόμενος, εἴασεν πάντας ἀνθρώπους πορεύεσθαι κατὰ τὸ σφίσι δοκοῦν· αὐτὸς δὲ ἐκεῖνα διαπαντὸς ἐνήργει τὰ δι ̓ ὧν ἐνῆν λογικοὺς ὄντας αὐτοὺς τὸν δημιουργὸν ἐννοεῖν.

Καίτοιγε οὐκ ἀμάρτυρον ἀφῆκεν ἀγαθουργῶν, οὐ ρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, 25 ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα οὐ βούλεται τὴν κατηγορίαν αὐτῶν αὐξῆσαι, ἀλλὰ μᾶλλον ἐπὶ τὸν Θεὸν τὸ πᾶν ἄγει ἢ αὐτοὺς ἐκεί νους· ἔμαθον γὰρ ὅτι οὐχ οὕτως σπουδάζειν δεῖ ἄξιόν τι εἰπεῖν περὶ Θεοῦ, ὡς τὸ τοῖς ἀκούουσιν ὠφέλιμον. ὅρα πῶς λανθανόντως 30 τὴν κατηγορίαν ποιεῖται· καὶ μὴν εἰ τοῦτο ἐποίει, οὐκ εἴασεν, ἀλλ ̓ ἔδει κολασθῆναι αὐτούς· ἀλλ ̓ οὐ λέγει τοῦτο φανερῶς. Καὶ μετ ̓ ὀλίγα—Μάρτυρας αὐτοὺς λέγει τοὺς ἐνιαυσιαίους ὑετούς· ὢ τῆς μανίας τῆς Ἰουδαϊκῆς· εἰς δῆμον οὕτω τιμήσαντα τοὺς Ἀποστό

18

19

20

λους ἐτόλμησαν ἐμβῆναι, καὶ λιθάσαι τὸν Παῦλον· καὶ ἔξω τῆς πόλεως, δεδοικότες ἐκείνους, ὦ τῆς μανίας, ἔσυρον, νομίσαντες αὐτ τὸν τεθνάναι.

Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς, ἀλλὰ πορεύεσθαι ἕκαστον εἰς τὰς ἴδια

Του ΧΡΥΣοΣΤόΜΟΥ. Καὶ τούτῳ μάλιστα ἐθαυμάσθησαν· ὁρᾶς ὅτι πρὸς τοῦτο ἵσταντο, ὥστε ἀνάτρεψαι τὴν μανίαν ἐκείνην.

ΑΜΜΩΝίου. Ορα τὸ ἄτυφον καὶ ἀκενόδοξον τῶν ἁγίων· ὅτι οὔτε θεοὶ ἠξιώθησαν κληθῆναι τῶν ἐθνῶν, ἀλλ ̓ ἑαυτοὺς ἐταπείνουν το λέγοντες, σε καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι” διὰ τῆς ταπεινοφροσύνης ὑψοῦντες ἑαυτούς.

66

Διατριβόντων δὲ αὐτῶν καὶ διδασκόντων, ἐπῆλθον οἱ ἀπὸ Ἀντιοχείας καὶ Ικονίου Ἰουδαῖοι, καὶ διαλεγομένων αὐτῶν παρρησίᾳ, ἀνέπεισαν τοὺς ὄχλους, ἀποστῆναι ἀπ ̓ 15 αὐτῶν· λέγοντες, ὅτι οὐδὲν ἀληθὲς λέγουσιν, ἀλλὰ πάντα ψεύδονται.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὄντως διαβόλου τέκνα, οὐκ ἐν ταῖς πόλεσι μόνον, ἀλλὰ καὶ ἔξω τούτων ταῦτα ποιοῦντες· καὶ τοσαύτην ποιούμενοι σπουδὴν καθελεῖν τὸ κήρυγμα, ὅσην οἱ Ἀπόστολοι στη 20 σαι ἠπείγοντο.

Καὶ λιθοβολήσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνηκέναι.

σε

Τοῦ Αὐτοῦ. Ἐνταῦθα πληροῦται τὸ “ ἀρκεῖ σοι ἡ χάρις μου· σε ἡ γὰρ δύραμίς μου ἐν ἀσθενείᾳ τελειοῦται” μεῖζον τοῦτο τοῦ 15 τὸν χωλὸν ἐγεῖραι· οἱ μὲν οὖν ἐθνικοὶ ὡς θεοὺς ἐνόμιζον, οὗτοι δὲ ἔσυρον.

Κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ 21 Βαρνάβᾳ εἰς Δέρβην. εὐαγγελισάμενοί τε τὴν πόλιν 30 ἐκείνην, καὶ μαθητεύσαντες ἱκανοὺς, ὑπέστρεψαν εἰς τὴν Λύστραν, καὶ εἰς Ικόνιον, καὶ εἰς ̓Αντιόχειαν·

Τοῦ Αὐτοῦ. Ὁρᾶς προθυμίαν· ὁρᾶς ζεόντα καὶ πεπυρώμενον·

εἰς αὐτὴν πάλιν τὴν πόλιν εἰσῆλθεν· ὥστε δειχθῆναι ὅτι εἴπου καὶ ὑπεχώρει, διὰ τὸ τὸν λόγον κατεσπαρκέναι, καὶ διὰ τὸ μὴ δεῖν ἐκκαίειν αὐτῶν τὸν θυμὸν, ταῦτα τῶν σημείων οὐχ ἥττονα λαμ προτέρους ἐποίει, καὶ μᾶλλον χαίρειν παρεσκεύαζεν. οὐδαμοῦ δὲ λέγει ὅτι ὑπέστρεψαν", χαίροντες ὅτι σημεῖα ἐποίησαν, ἀλλ' ὅτι 5 ἠξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι· καὶ τοῦτο παρὰ τοῦ Χριστοῦ ἐδιδάσκοντο λέγοντος, σε μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει” ἡ γὰρ ὄντως χαρὰ καὶ εἰλικρινὴς αὕτη ἐστὶ τὸ πάσχειν τι διὰ τὸν Χριστόν.

[ocr errors]

66

22 Επιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακα- το λοῦντες ἐμμένειν τῇ πίστει, καὶ, ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τοῦτο ἔλεγον· τοῦτο ἐδείκνυον· ἐπιτηδείως δὲ γίνεται οὐ διὰ τῶν Ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν μαθητῶν, ἵνα μάθωσιν ἐκ προοιμίων εὐθέως καὶ τοῦ κηρύγματος 15 τὴν δύναμιν, καὶ ὅτι καὶ αὐτοὺς τοιαῦτα δεῖ πάσχειν· ἵνα γενναίως στῶσι, μὴ μόνον πρὸς τὰ σημεῖα κεχηνότες, ἀλλὰ πολλῷ μᾶλλον πρὸς τοὺς πειρασμούς.

ΑΜΜΩΝΙΟΥ. Ὅρα ὅτι ἄνευ κόπου καὶ μόχθου πολλοῦ οὐ δικαι οὔταί τις· στενὴν γὰρ διὰ τοῦτο καὶ τεθλιμμένην, ἀντὶ τοῦ θλί-20 ψεως μεστὴν, ἐκάλεσεν ὁ Κύριος τὴν πύλην τῆς εἰσόδου τῆς εἰς βασιλείαν ἀγούσης· οὐχ ἁπλῶς δὲ οἱαδήποτε θλίψις ἄγει εἰς βασιλείαν, ἀλλ ̓ ἡ διὰ τὴν εἰς Θεὸν πίστιν. ὅρα γὰρ πῶς οἱ μα θηταὶ ἐν πρώτοις παρήγγελλον ἐπιμένειν τῇ εἰς Χριστὸν πίστει, ἧς ἄνευ σωθῆναι ἀδύνατον, κἂν διὰ πολλῶν τις θλίψεων παρέλθῃ. 25 εἰ γὰρ τοῦτο ἦν, πᾶς ἄνθρωπος σχεδὸν εἰπεῖν ἐδικαιοῦτο· ὅτι τὸ πλεῖστον τῆς ζωῆς αὐτοῦ κόπος και πόνος· καὶ ὡς ἐπὶ τὸ πολὺ πᾶσα ψυχὴ εἰς πόνον, καὶ πᾶσα κεφαλὴ εἰς λύπην· ἀδύνατον γὰρ μὴ λυπεῖσθαι ἄνθρωπον, ἢ διὰ τὰ μάταια τοῦ κόσμου, ἢ διὰ τὸν Θεόν· ἀλλὰ τὴν μὲν τοῦ βίου λύπην, διαδέχεται δάκρυον 30 ἀκατάπαυστον· τὴν δὲ κατὰ Θεὸν, εὐφροσύνη και χαρά· ὅπουγε καὶ ἐν τῷ νῦν βίῳ ἀρραβῶνα τῆς τοιαύτης δωρεᾶς λαμβάνοντες, ἀνεκδιήγητον χαρὰν ἔχουσιν οἱ οὕτως λυπούμενοι· καὶ νῦν τὰ

η ὑπέστρεψε Cod.

« PreviousContinue »