Page images
PDF
EPUB

ζητημάτων, ὅτι δὴ οἱ μὲν ἀπὸ Ἀντιοχείας ἀπέστειλαν Βαρνάβαν καὶ Παῦλον ἐρωτήσοντας τοὺς ἐν Ἱεροσολύμοις· οἱ δὲ ἀπὸ Ἱερου σαλὴμ μαθηταὶ τοὺς περὶ Ἰούδαν καὶ Σίλαν ἔπεμψαν μετὰ τῶν ἰδίων γραμμάτων εἰς Ἀντιόχειαν.

Δοὺς αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς καὶ ἡμῖν 5
Πανταχοῦ ἐξισοῖ τὰ ἔθνη.

9 Καὶ οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.

10

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἀπὸ τῆς πίστεως μόνης φησὶν, ἄξιοι φανέντες, τῶν αὐτῶν ἔτυχον· ταῦτα καὶ ἐκείνων παιδευτικὰ, ταῦτα 10 καὶ ἐκείνους διδάξαι δύναται, ὅτι πίστεως δεῖ μόνης καὶ οὐκ ἔρω γων, οὐδὲ περιτομῆς· οὐ γὰρ δὴ περὶ τῶν ἐθνῶν ἀπολογούμενοι ταῦτα λέγουσι μόνον· ἀλλὰ καὶ ἐκείνους παιδεύοντας ἀποστῆναι τοῦ νόμου· ἀλλὰ τέως οὔπω τοῦτο.

ΑΜΜΩΝΙΟΥ. Οὐδεμία, φησὶ, διαφορὰ πιστῶν· εἴτε Ἰουδαῖοι 15 εἰσὶν, εἴτε Ἕλληνες, ὅπου ἡ πίστις καθαρισμὸν ποιεῖ τῶν ἁμαρτ τιῶν τῶν ἀπὸ τῆς καρδίας ἐξιόντων. οὗτος δὲ ὁ καθαρισμὸς ἔοικε περιτομῇ· καὶ ἀντὶ τῆς ἐν σαρκὶ περιτομῆς δίδοται ἡ ἐν Πνεύ ματι περιτομή, καθαρίζουσα τῇ πίστει τῇ εἰς Χριστὸν τὰ κρυπτά οὕτω δὲ οὐκ ἦν κοινωφελὴς ἡ σαρκική περιτομὴ, ὅτι μόνῳ τῷ ἄρ-20 ρενι ἐδόθη· οὐδὲν δὲ τῶν ἀληθινῶν προσώπων συστέλλεται· ἐν γὰρ τῇ ἀληθῇ πίστει οὐκ ἔνι ἄρρεν καὶ θήλυ· οὐκ ἔνι Ἕλλην ἢ βάρο βαρος· ἀλλὰ πάντες ἕν ἐσμεν.

Νῦν οὖν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν,

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τί ἐστι “ τί πειράζετε τὸν Θεὸν,” ὡς οὐκ ἰσχύοντα, φησὶ, σῶσαι τῇ πίστει; τουτέστι, τί ἀπιστεῖτε τῷ Θεῷ; ἄρα ἀπιστίας ἐστὶ τὸν νόμον εἰσφέρειν· εἶτα δείκνυσι καὶ τοὺς οὐδὲν ὠφελουμένους, καὶ τὸ πᾶν ἐπὶ τὸν νόμον στρέφει, οὐκ ἐπ ̓ αὐτοὺς, καὶ τὴν κατηγορίαν ὑποτέμνεται.

ΚΥΡΙΛΛΟΥ. Καὶ γοῦν ὅτι τὸ εἰ φορτικὸς καὶ δύσοιστος ὁ νό μος, διωμολογήκασιν ἀληθῶς οἱ θεσπέσιοι μαθηταὶ, ταῖς τινῶν ἀμαθίαις ἐπιπλήττοντες· ἔφασκον γάρ, “ νῦν οὖν τί πειράζετε”. καὶ ἑξῆς.

66

25

30

Τοῦ Αὐτοῦ. Φορτικὸς μὲν γὰρ ὁμολογουμένως ὁ νόμος ἦν τοῖς ἐξ Ισραήλ· ὡμολόγουν δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταί· καὶ αὐτὸς δὲ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ Σωτὴρ προσφωνῶν καὶ λέγων· “ δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι· κἀγὼ σε ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ ̓ ὑμᾶς, καὶ μάθετε ἀπ ̓ 5 ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε σε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν κοπιῶντας δὲ καὶ πεφορτισμένους τοὺς ὑπὸ νόμον εἶναι φησίν, ἑαυτὸν δὲ πρᾶον ὠνόμαζεν, ὡς οὐκ ἔχον τος τοῦτο τοῦ νόμου.

66

66

66

ΑΜΜΩΝίου. Οὐκοῦν εἰ ζυγὸς ὁ νόμος, δεῖ τῷ προφήτῃ πειθαρ- το χεῖν λέγοντι “ ἀπορρίψωμεν ἀφ ̓ ἡμῶν τὸν ζυγὸν αὐτῶν τὰ σαρκικὰ τοῦ νόμου λέγων ἡμᾶς ἀποσείσασθαι, τουτέστι τοῦ φυλάττειν τὸν νόμον Μωϋσέως, ὅπερ ἦν δυσχερέστατον· δύναμις γὰρ ὑπάρχει τῆς ἁμαρτίας, καθά φησιν ὁ θεσπέσιος Παῦλος· λέγει γὰρ ἐν τῇ πρὸς Κορινθίους Επιστολῇ· “ τὸ γὰρ κέντρον τοῦ θανά- 15 “ του ἡ ἁμαρτία· ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος” καὶ τοῦτο τὸ χωρίον ἐξηγούμενος ὁ ἁγιώτατος Ἰωάννης ὁ Κωνσταντίνου πόλεως ἐπίσκοπος οὕτω φησί “ πῶς δύναμις τῆς ἁμαρτίας ὁ σε νόμος ;” ὅτι μὲν γὰρ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, καὶ χαλεπωτέραν καὶ ἐν αὐτῇ τὴν ἰσχὺν οὕτως ἔχει, δῆλον· πῶς δὲ καὶ 20 ταύτης δύναμις ὁ νόμος; ὅτι χωρὶς αὐτοῦ ἀσθένης ἦν, πραττομένη μὲν, οὐ δυναμένη δὲ οὕτως καταδικάσαι· τὸ μὲν γὰρ κακὸν ἐγί νετο· σαφῶς δὲ οὐκ ἐδείκνυτο οὕτως· ὥστε οὐ μικρὸν εἰσήνεγκεν ὁ νόμος τὸ καὶ γνωρίσαι τὴν ἁμαρτίαν μᾶλλον, καὶ ἐπιτεῖναι τὴν κόλασιν· εἰ δὲ βουλόμενος κωλῦσαι, χαλεπωτέραν ἐποίησεν, οὐ 25 παρὰ τὸν ἰατρὸν τὸ ἔγκλημα, ἀλλὰ παρὰ τὸν κακῶς τῷ φαρμάκω χρησάμενον· ἐπεὶ καὶ ἡ παρουσία τοῦ Χριστοῦ μᾶλλον ἐβάρησε τοὺς Ἰουδαίους· ἀλλ ̓ οὐ διὰ τοῦτο αὐτῇ ἐγκαλέσομεν· ἀλλὰ ταύτην μὲν καὶ θαυμασόμεθα· ἐκείνους δὲ καὶ μειζόνως μισήσομεν, βλαβέντας δι ̓ ὧν ὠφελεῖσθαι ἔδει· ὅτι γὰρ οὐχ ὁ νόμος οὗτος τὴν 30 ἁμαρτίαν ἐδυνάμωσεν, ὁ Χριστὸς αὐτὸν ἐπλήρωσεν ἅπαντα, καὶ ἁμαρτίας ἐκτὸς ἦν.

Ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν τι βαστάσαι; ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ Ο φορτικῶς Cod.

Χριστοῦ πιστεύομεν σωθῆναι, καθ ̓ ὃν τρόπον κἀκεῖνοι. 12 ἐσίγησε δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσι δι' αὐτῶν.

13

66

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Πόσης δυνάμεως γέμει ταῦτα τὰ ῥή- 5 ματα, ἅπερ ὁ Παῦλος διὰ πολλῶν ἐν τῇ πρὸς Ῥωμαίους εἶπε ; ταῦτα καὶ οὗτος· “ εἰ γὰρ Ἀβραὰμ, φησί, σε ἐξ ἐργῶν ἐδικαι σε ώθη, ἔχει καύχημα, ἀλλ ̓ οὐ πρὸς τὸν Θεόν.” ὁρᾶς ὅτι ταύτων μᾶλλον ἐστι παιδευτικὰ ἢ ἀπολογία ὑπὲρ τῶν ἐθνῶν· ἀλλ ̓ εἰ μὲν χωρὶς προφάσεως ταῦτα ἔλεγεν, ὕποπτος ἦν· ἀρχὴν δὲ λαβόμενος ἀδεῶς φθέγγεται· ὅρα πανταχοῦ τὰ παρὰ τῶν ἐχθρῶν κατ ̓ αὐτῶν γινόμενα· εἰ μὴ ἐκίνησαν ἐκεῖνοι, οὐκ ἂν ταῦτα ἐλέχθη, οὐδὲ τὰ μετὰ ταῦτα ἀλλὰ καὶ εἰ ἤθελον προσάγεσθαι τὰ ἔθνη, μανθάνου σιν ὅτι οὐδὲ αὐτοὺς δεῖ πᾶν ὁρᾶν.

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι τὰ δυσκατορθωτὰ ἐπιτάγματα 15 τῆς σαρκὸς οὐ δεῖ ἐπικλᾶν τισίν· οἷον ἄκραν νηστείαν ἢ γυμνότητα, ἢ σιωπήν· εἰ μὴ γέ τις ταῦτα ἑαυτῷ ἐπιτάξει· εἰ γὰρ καὶ δυσχερῆ, ἀλλὰ μὴν οὐκ ἀκατόρθωτα, ἀλλὰ καὶ γενόμενα ὑπὸ πολλῶν καὶ γινόμενα· ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι· ὅμοιον τοῦ “ χάριτι ἐστὲ σεσωσμένοι” ὥστε 20 οὖν πάλαι μὲν οἱ νόμοι τοὺς πάντα διαφυλάττοντας τὰ εἰρημένα τῷ νόμῳ ἔσωζε, νῦν δὲ ἡ χάρις τοῦ Κυρίου, καὶ δίχα τῆς τοῦ νόμου παραφυλακῆς, διὰ τῆς πίστεως σώζει.

66

Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος, λέ

γων,

25

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐπίσκοπος ἦν καθά φησιν οὗτος· διὸ καὶ ὕστερος λέγει· σε καὶ τὸ ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα,” ἐνταῦθα πληροῦται· ὅρα δὲ καὶ τούτου τὴν σύνεσιν, ἀπό τε νέων ἀπό τε παλαιῶν βεβαιούμενον τῶν προφη τῶν τὸν λόγον· οὐ γὰρ εἶχε τι πρᾶγμα δεῖξαι καθάπερ Πέτρος ἢ 30 Παῦλος· καὶ καλῶς οἰκονομεῖται δι' ἐκείνων ταῦτα γενέσθαι τῶν οὐ μελλόντων ἐγχρονίζειν τοῖς Ἱεροσολύμοις· τοῦτον δὲ τὸν διδάσκοντα αὐτοὺς μὴ εἶναι ὑπεύθυνον, μηδὲ μὴν ἀπεσχίσθαι τῆς γνώμης.

EK

ΤΟ ΑΥ̓ΤΟΝ ΕΚ ΤΟΥ͂ ΥΠΟΜΝΗΜΑΤΟΣ ΤΗ͂Σ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΕΣ ΕΙΣ Τὸ ΡΗΤΟΝ Τὸ ΦΑΣΚΟΝ. “ ΕΠΕΙΤΑ ΕΦΘΗ ΙΑσε κάΒΩΙ.” Ἐμοὶ δοκεῖ τῷ ἀδελφῷ τῷ ἑαυτοῦ· αὐτὸς γὰρ αὐτὸν λέγεται κεχειροτονηκέναι, καὶ ἐπίσκοπον ἐν Ἱεροσολύμοις πεποιηκέναι πρῶτον.

14 Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο, καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν 15 λαὸν τῷ ὀνόματι αὐτοῦ· καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν,

16

Συμεὼν ὁ ἐν τῷ Λουκᾶ προφητεύσας
ó

σε λόν σου, δέσποτα.”

5

σε νῦν ἀπολύεις τὸν δοῦ- 10

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Πολλὴ ἡ ἐπιείκεια τοῦ ἀνδρὸς καὶ τελει οτέρα αὕτη ἡ δημηγορία, ὅπουγε καὶ τέλος ἐπιτίθησι τοῖς πράγμασιν.

Καθὼς γέγραπται, μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοι- 15 κοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυίαν· καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐ 17 τήν· ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον,

66

Εἶτα ἐπειδὴ ἐκεῖνος ἀπὸ μὲν τοῦ χρόνου δῆλος ἦν τὸ δὲ ἀξιό 20 πιστον οὐκ εἶχε, διὰ τὸ μὴ παλαιὸς εἶναι, ἐπάγει καὶ παλαιὰν προφητείαν, σε καθὼς γέγραπται,” φησὶ, “ μετὰ ταῦτα ἀναστρέψω σε καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυίαν,” καὶ τὰ ἑξῆς· τί οὖν; ἠγέρθη τὰ Ἱεροσόλυμα· ἀλλ ̓ οὐχὶ κατεστράφη μᾶλλον ; ποίαν λέγει ἔγερσιν ; τὴν μετὰ Βαβυλῶνα· τί δέ ἐστι 25 σε καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο” σφοδρότερον μὲν ὁ Πέτρος διελέγετο· οὗτος δὲ ἡμερώτερον· οὕτω γὰρ χρὴ τὸν ἐν μεγάλη δυναστείᾳ, τὰ μὲν φορτικὰ ἑτέροις παραχωρεῖν, αὐτὸν δὲ ἀπὸ τῶν ἡμερωτέρων φαίνεσθαι· “ λαβὼν δὲ ἐξ ἐθνῶν,” φησὶ, “ λαὸν τῷ ὀνό

66

66

66

ματι αὐτοῦ·” οὐχ ἁπλῶς ἐξελέξατο, ἀλλὰ “ τῷ ὀνόματι αὐτοῦ” 30 τουτέστι τῇ δόξῃ αὐτοῦ· οὐκ αἰσχύνεται τὸ ὄνομα αὐτοῦ τῇ προς λήψει τῶν ἐθνῶν, ἀλλὰ καὶ μείζων ἔσται ἡ δόξα· ἐνταῦθα τί μέγα

b ἡμετέρων Cod. sed corr. rec. m.

αἰνίττεται· ὅτι πρὸ πάντων οὗτοι· εἰ δέ τις ἀκριβῶς ἐξετάζοι, νῦν ἡ βασιλεία τοῦ Δαβὶδ ἕστηκε τοῦ ἐκγόνου αὐτοῦ, βασιλεύ οντος πανταχοῦ· τί γὰρ ὄφελος τῶν οἰκημάτων καὶ τῆς πόλεως, τῶν ὑπακουόντων οὐκ ὄντων; ποῖον δὲ βλάβος ἐκ τῆς καθαιρέσεως τῆς πόλεως, πάντων καὶ τὰς ψυχὰς βουλομένων ἐπιδοῦναι ; καὶ 5 τοῦ Δαβὶδ λαμπρότερον γέγονε νῦν πανταχοῦ τῆς οἰκουμένης ᾄδεται· τοῦτο ἐξέβη, οὐκοῦν καὶ τοῦτο ἐκβῆναι δεῖ; διὰ τὸ ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον· εἰ τοίνυν διὰ τοῦτο ἀνέστη ἡ πόλις, διὰ τῶν ἐξ αὐτῶν δείκνυσιν, ὅτι τῆς οἰκου δομίας τῆς πόλεως αἴτιον γέγονε τὸ τὰ ἔθνη κληθῆναι· τινὲς δέ εἰσιν το οἱ κατάλοιποι; οἱ ὑπολειπόμενοι τότε· ἀλλ ̓ ὅρα αὐτῶν καὶ τὴν τάξιν φυλάττοντα, καὶ δευτέρους αὐτοὺς εἰσάγοντα· λέγει Κύριος ὁ ποιῶν πάντα ταῦτα· οὐ λέγει, ἀλλὰ ποιεῖ· ἄρα Θεοῦ ἔργον ἦν· ἄλλο δὲ ἦν τὸ ζητούμενον, ὅπερ σαφέστερον ὁ Πέτρος ἔλεγεν, “ εἰ σε δεῖ αὐτοὺς περιτέμνεσθαι.”

66

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Πεπτώκει γὰρ ὄντως πτῶμα ἀνίατον, καὶ τῆς κραταιᾶς ἐκείνης δεόμενον χειρός· καὶ οὐκ ἦν ἑτέρως ἀναστῆ ναι τὴν φύσιν τὴν ἡμετέραν, μὴ τοῦ τὴν ἀρχὴν διαπλάσαντος αὐτὴν χεῖρα ὀρέξαντος, καὶ διατυπώσαντος ἄνωθεν τὴν δι ̓ ὕδατος ἀναγέννησιν καὶ Πνεύματος.

15

20

ΚΥΡΙΛΛΟΥ. Σκηνὴν Δαβὶδ τὸ τῶν Ἰουδαίων σημαίνει γένος. ἰστέον δὲ ὅτι Κύρου τῆς αἰχμαλωσίας ἀνέντος τὸν Ἰσραήλ, κατ ῆλθον πάλιν εἰς τὴν Ἰουδαίαν, καὶ ᾠκοδόμησαν τὸν θεῖον ναὸν, τειχίσαντες τὰς ἠρημωμένας πόλεις, ᾤκουν ἐν αὐταῖς ἀσφαλῶς κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος, τουτέστιν εἰς ἡμέρας πολλὰς καὶ χρόνους 25 μακρούς· δεῖγμά τε καὶ πληροφόρια γεγόνασι τοῖς ἄλλοις ἔθνεσι, τοῦ χρῆναι λοιπὸν ἐπιστρέφειν πρὸς τὸν Θεόν. Καὶ μετ ̓ ὀλίγα Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις λόγος· ὁ δὲ ἐσωτέρω καὶ ἀλη θέστερος εἴη ἂν ἐν Χριστῷ. ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω τὴν εἰς θάνατον αὐτοῦ πεσοῦσαν σκηνὴν, τουτέστι τὴν ἀπὸ γῆς σάρκα 30 ἐγείραντος τοῦ Θεοῦ καὶ Πατρὸς, τότε δὴ τότε πάντα τὰ ἀνθρώ πινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατερριμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις κατὰ τὰς γραφάς, συνεγηγέρμεθα γὰρ αὐτῷ· καὶ κατέ

αν

k k

« PreviousContinue »