Page images
PDF
EPUB

σκαψε μὲν ὁ θάνατος τὰς ἁπάντων σκηνὰς, ἀνῳκοδόμησε δὲ ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ.

Καὶ πάντα τὰ ἔθνη, ἐφ ̓ οὓς ἐπικέκληται τὸ ὄνομά μου 18 ἐπ' αὐτούς· λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα. γνωστὰ ἀπ' αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ.

19

66

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. “Γνωστὰ ἀπ' αἰῶνος ἐστι τῷ Θεῷ πάντα “ τὰ ἔργα αὐτοῦ εἶτα τὸ ἀξιόπιστον τοῦ λόγου· ὅτι οὐδὲν καινὸν, ἀλλ' ἐξ ἀρχῆς ταῦτα προτετύπωτο· καὶ ἀξίωμα πάλιν, “ διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι,” καὶ τὰ ἑξῆς.

σε

Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν.

Ὁ σταυρωθεὶς οὖν ἦν ὁ λέγων ταῦτα ἐν Ησαΐα· “ αὐτοῦ γὰρ σε τὸ ὄνομα ἐπικέκληται πάντα τὰ ἔθνη” Χριστιανοὶ γὰρ προσαγορεύονται.

σε

66

5

ΙΟ

15

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τουτέστι μὴ ἀνατρέπειν· εἰ γὰρ ὁ Θεὸς ἐκάλεσεν, αὗται δὲ αἱ παρατηρήσεις ἀνατρέπουσι, τῷ Θεῷ πολεμοῦ μεν· Καὶ πάλιν— Τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι,” φησί· καὶ καλῶς φησὶ μετ ̓ ἐξουσίας τὸ “ ἐγὼ κρίνω διὰ τοῦτό φησι καλὸν εἶναι· διατί οὖν μὴ καὶ Ἰουδαίοις ταῦτα ἐπεστέλλομεν; Μωϋσῆς 20 αὐτοῖς διαλέγεται· ὅρα πόση ἡ συγκατάβασις· ἔνθα οὐδὲν ἔβλαπτεν, ἐπέστησεν αὐτὸν διδάσκαλον, καὶ ἐχαρίστατο χάριν οὐδὲν ἐμποδίζουσαν, ἐπιτρέψας Ἰουδαίοις ἀκούειν αὐτοῦ· κατὰ ταῦτα καὶ ἀπαγαγὼν ἐξ ἐθνῶν· ὅρα σύνεσιν· δι ̓ ὧν ἔδοξεν αὐτὸν τιμᾶν καὶ ἐφιστᾶν αὐτοῖς ἑαυτοῦ, διὰ τούτων ἀπήγαγε τὰ ἐξ αὐτοῦ· μανθά- 25 νουσι διὰ τὴν τούτων ατοπίαν δείκνυσιν, ὅτι καὶ τούτους οὐδὲν πλέον δεῖ φυλάττειν, ἀλλ ̓ ὡς ἐχόντων τὸν λέγοντα.

20 Ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων, καὶ τῆς πορνείας, καὶ τοῦ πνικτοῦ, καὶ τοῦ αἵματος.

Τοῦ Αὐτοῦ. Αὗται γὰρ εἰ καὶ σωματικαὶ, ἀλλ ̓ ἀναγκαῖαι φυλάττεσθαι· ἐπειδὴ μεγάλα εἰργάζοντο κακὰ, τούτων μάλιστα

30

21

αὐτοὺς ἔπαυσεν· οἰκονομικῶς καὶ ἡ ἀντιλογία· ἵνα μετὰ τὴν ἀντιλογίαν βεβαιότερον ᾖ τὸ δόγμα.

Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαιῶν κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.

66

66

5

ΔΙΔΥΜΟΥ. Εἰ καὶ πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ κατὰ πᾶν σάββατον ἐν μόναις ταῖς συναγωγαῖς ἀνεγινώσκετο Μωϋσῆς, ἀλλ ̓ οὖν μετὰ τὴν ἐπιδημίαν ἐν ταῖς ἐκκλησίαις τοῦ Χριστοῦ οὐ κωλύεται ἀναγινώσκεσθαι· καὶ ὅρα εἰ δυνατὸν τοῦτο γενέσθαι ἐκ τοῦ, σε ἄχρι γὰρ σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς ἀλλὰ το καὶ τὸ “ πρόσεχε τῇ ἀναγνώσει,” οὐ περὶ μόνων τῶν τῆς καινῆς βιβλίων λέγεται· ὥσπερ οὐδὲ τὸ “ πᾶσα γραφὴ θεόπνευστος καὶ σε ὠφέλιμος” εἰ γὰρ μὴ ἀνεγινώσκετο τὰ παλαιὰ γράμματα ἐν ταῖς ἐκκλησίαις, οὐκ ἀκρίτως Γαλάταις ἐπεστέλλετο, τὸ “ λέγετέ οἱ “ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;” καὶ τὰ ἑξῆς. 15 22 Τότε ἔδοξε τοῖς Ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παυλῷ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν καλούμενον Βαρσαβὰν, καὶ Σίλαν, ἄνδρας 23 ἡγουμένους ἐν τοῖς ἀδελφοῖς γράψαντες διὰ χειρὸς αὐτ 20 τῶν τάδε,

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὁρᾶς αὐτοὺς οὐχ ἁπλῶς ταῦτα νομοθε τοῦντας· καὶ ὅρα ὥστε ἀξιοπιστότερον γενέσθαι, πέμπουσι τοὺς παρ' αὐτῶν, ἵν ̓ ἀνύποπτοι ὦσιν οἱ περὶ Παῦλον· καὶ ὅρα πῶς φορτικοὺς ἐκείνους διαβάλλοντες ἐπιστέλλουσιν.

25

Οἱ ἀποστόλοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ, τῆς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς 24τοῖς ἐξ ἐθνῶν, χαίρειν. Ἐπειδὴ ἠκούσαμεν, ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν 30 νόμον, οἷς οὐ διεστειλάμεθα.

Τοῦ Αὐτοῦ. Ἀρκοῦσα αὕτη κατηγορία κατὰ τῆς ἐκείνων προς πετείας, καὶ ἀξία τῆς τῶν Ἀποστόλων ἐπιεικείας, οὐδὲν παρ' ἑτέρων

εἰρηκότων. Καὶ μετ' ὀλίγα—Ορα οὐδὲν φορτικώτερον κατ ̓ ἐκεί νων λέγοντας, ἀλλ ̓ εἰς ἓν ὁρῶντας μόνον, ὥστε ἀνατρέψαι τὸ γεγενημένον· τοῦτο γὰρ καὶ τοὺς ἐκεῖ στασιάζοντας ὁμολογῆσαι ἐποίει· οὐκ εἶπον ὅτι οἱ ἀπατεῶνες, καὶ ὅσα τοιαῦτα. καίτοι, ἔνθα ἐχρῆν, ποιεῖ αὐτὸ Παῦλος· ὡς ὅταν λέγῃ· “ ὦ πλήρης παντὸς 5 σε δόλου” ἐνταῦθα δὲ κατορθωθέντος οὐκέτι χρεία ἦν.

25 Εδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν,

Τοῦ Αὐτοῦ. Εἶτα ὅτι οὐ τυραννικῶς, ὅτι πᾶσι ταῦτα δοκεῖ, ὅτι μετὰ ἐπισκέψεως ταῦτα γράφουσιν.

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι οὔτε Ἰάκωβος οὔτε Πέτρος ἐτόλ-10 μησαν, καίτοι κρίναντες αὐτὸ καλὸν εἶναι, δίχα πάσης τῆς ἐκκλησίας δογματίσαι τὰ περὶ τῆς περιτομῆς· ὅπου τὲ οὔτε πάντες ηὐθέντησαν, εἰ μὴ ἐπείσθησαν ὅτι τοῦτο δοκεῖ καὶ τῷ Ἁγίῳ Πνεύ ματι· οὗ καὶ προέταξαν τὴν αὐθεντείαν ἐν τῇ ἐπιστολῇ εἴποντες· “ ἔδοξε τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν, Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώ- 15 ποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυ

66

66

66

· ρίου” τηλικοῦτοι ἦσαν οὗτοι, ὅτι ἐμαρτυρήθησαν ὑπὸ τῶν μαθη τῶν μεγάλοι εἶναι.

Ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς 26 ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώποις παρα-20 δεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

27

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἵνα μὴ δόξῃ διαβολῆς εἶναι Παύλου καὶ Βαρνάβα τὸ ἐκείνους ἀποσταλῆναι, ὅρα ἐγκωμία αὐτῶν· σε ἀνθρώ σε ποις, φησι, σε παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνό-25 ματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.”

66

Απεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.

Του ΧΡΥΣΟΣΤΟΜοτ. Ἔδει γὰρ μὴ τὴν ἐπιστολὴν παρεῖναι μόνον· ἵνα μὴ λέγωσιν ὅτι συνήρπασαν, ὅτι ἄλλο ἀντ ̓ ἄλλου 30 εἶπον· τὸ ἐγκώμιον τὸ περὶ Παύλου ἐνέφραξεν αὐτῶν τὰ στό

ματα.

28 Ἔδοξε γὰρ τῷ Αγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος,

Τοῦ Αὐτοῦ. Ταῦτα γὰρ ἡ καινὴ οὐ διετάττετο· οὐδαμοῦ περὶ τούτων διελέχθη ὁ Χριστὸς, ἀλλ ̓ ἀπὸ τοῦ νόμου ταῦτα λαμβά νουσι· καὶ πνικτῶν, φησὶν, ἐνταῦθα τὸν φόνον ἀπείργει.

66

66

Τοῦ Αὐτοῦ. Καίτοι ἤρκει εἰπεῖν “ τῷ Ἁγίῳ Πνεύματι” τὸ μὲν “ τῷ Ἁγίῳ Πνεύματι,” ἵνα μὴ νομίσωσιν ἀνθρώπινον εἶναι· τὸ 5 δὲ “ ἡμῖν,” ἵνα διδαχθῶσιν ὅτι καὶ αὐτοὶ ἀποδέχονται καὶ ἐν περιτιμῇ ὄντες.

66

B

ΚΥΡΙΛΛΟΥ ΕΚ ΤΟΥ Β ́ ΤΕΥΧΟΥΣ ΤΩ͂Ν ΚΑΤΑ ΙΟΥΛΙΑΝΟΥ. Πῶς γὰρ οὐκ ἀληθὲς εἰπεῖν, ὅτι τὸ χρῆναι λοιπὸν τῆς τοῦ νόμου σκιᾶς ὀλιγωρεῖν ἐκέλευσε τοῖς διὰ τῆς πίστεως κεκλημένοις εἰς ἀλήθειαν το ἃ γὰρ ἦν εἰκὸς ἀποπεραίνειν δύνασθαι τοὺς ἔτι νηπίους, διὰ τῆς τῶν Ἀποστόλων ἐθεσμοθέτει φωνῆς· φάσκοντες δὲ τὸ “ μηδὲν πλέον “ ἐπιτιθέναι ὑμῖν βάρος,” ἐδίδασκον ἐναργῶς, ὡς ὄντα διαβριθῆ τὸν νόμον καὶ δυσδιακόμιστον παντελῶς, καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ οὐκ ἂν ἐπιθεῖεν αὐτοί· ἐδόκει δὴ οὖν τῷ Πνεύματι, φυλάττεσθαι 15 παρ' αὐτῶν ἥκιστα μὲν τὸν νόμον, τὰ δὲ οἰστὰ καὶ εὐδιακόμιστα πειρᾶσθαι πληροῦν, τοὺς ὑπὲρ τῶν ἔτι μειζόνων ἱδρῶτας οὔπω διενέγκειν ἰσχύοντας ὀκλάζοντι νῶ, ἄρτι τὲ καὶ μόλις ἀδρυνομένῳ πρὸς τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωήν.

[ocr errors]

ΣΕΤΗΡΟΥ. “ Ἔδοξε τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν μηδέν σε, 20 φησὶν, ὁ αἱρετικὸς, ἀδελφὲ, ξενίσῃ τῶν εἰρημένων· ὡς ἀδελφόν σε καλεῖ, καὶ ὡς πολέμιον ἀναιρεῖ· μὴ θαυμάσῃς, φησιν, εἰ ὑπὲρ τοῦ Ἁγίου Πνεύματος εἶπον οἱ Ἀπόστολοι· ὅταν ταῦτα λέγῃ, ἀπὸ τῆς γραφῆς τὰ βέλη προσφέρομεν· τί οὖν ἔστι πρὸς αὐτοὺς εἰπεῖν; εἰ τὸ συνῆφθαι τοὺς Ἀποστόλους τῷ Ἁγίῳ Πνεύματι ἐλαττοῖ τοῦ 25 Πνεύματος τὴν δόξαν· οὐκοῦν τὸ συνῆφθαι Μωσῆν τῷ Θεῷ ἐλαττοῦ τοῦ Θεοῦ τὴν δόξαν; λέγει γὰρ ἡ γραφή σε ἐπίστευσεν ὁ σε λαὸς εἰς τὸν Θεὸν καὶ εἰς Μωσῆν” ἀλλὰ καὶ ἕτερον προενέγκω μεν βέλος· εἰ καθαιρεῖ τοῦ Πνεύματος τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν Ἀποστόλων, ὑβρίζει καὶ τὸν Θεὸν, καὶ ἐλαττοῖ αὐτοῦ τὴν 30 ἀξίαν Σαμουὴλ προσκείμενος γέγραπται γὰρ, σε καὶ ἐφοβήθη σε πᾶς ὁ λαὸς τὸν Κύριον καὶ τὸν Σαμουήλ πάλιν καὶ τρίτον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας· εἰ ἐλαττεῖ τοῦ Πνεύματος τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐθεντίαν, τὸ συνῆφθαι τῷ Πνεύματι τοὺς Ἀποστόλους, ἐλαττοῖ τοῦ Θεοῦ τὴν ἀξίαν Γεδεών 35

66

προσκείμενος αὐτοῦ τῇ προσηγορίᾳ· “ ἐβόησε γὰρ ἅπας ὁ λαὸς,

πόλεμος τῷ Κυρίῳ καὶ τῷ Γεδεών” ὥσπερ οὖν συνῆπται Μωυσῆς τῷ Θεῷ, οὐχ ὡς ὁμότιμος, ἀλλ ̓ ὡς προφήτης· καὶ Γεδεὼν τῷ Θεῷ, οὐχ ὡς ὁμίτιμος, ἀλλ ̓ ὡς στρατηγὸς τοῦ πολέμου· οὕτως καὶ οἱ Ἀπόστολοι τῷ Πνεύματι, ὡς κήρυκες τοῦ εὐαγγελίου. 5 γνώριζε τοίνυν τὴν αὐθεντίαν, καὶ μὴ ὕβριζε τοῦ Πνεύματος τὴν ἀξίαν.

29 Πλὴν τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας· ἐξ ὧν διατη ροῦντες ἑαυτοὺς, εὖ πράξετε. ἔρρωσθε.

30

31

32

66

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Δείκνυσιν ὅτι τὰ ἄλλα οὐκ ἀναγκαῖα. “ ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε” δεικνύει ὅτι οὐδὲν αὐ τοῖς λείπει, ἀλλ ̓ ἀρκεῖ τοῦτο· ηδύναντο μὲν γὰρ καὶ χωρὶς γραμμάτων, ἀλλ ̓ ὥστε νόμον εἶναι ἔγγραφον· πάλιν ὥστε πεισθῆναι τῷ νόμῳ καὶ ἐκεῖνοι ἔλεγον, καὶ μετ ̓ εἰρήνης.

66

Τοῦ Αὐτοῦ. “ Πλὴν τῶν ἐπάναγκες ἀπέχεσθαι” τὰ τέσσαρα ταῦτα ἀπαγορεύσαντες ποιεῖν τὰ ἔθνη, τὰ λοιπὰ αὐτοῖς συνεχώ ρησαν· ἔστι δὲ ταῦτα· “ ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ σε πνικτοῦ, καὶ πορνείας.”

66

Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς ̓Αντιόχειαν καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν

Τοῦ Αὐτοῦ. Ὅρα βραχεῖαν ἐπιστολὴν, οὐδὲν πλέον ἔχουσαν οὐδὲ κατασκευὰς οὐδὲ λογισμοὺς, ἀλλ ̓ ἐπίταγμα Πνεύματος γὰρ ἦν νομοθεσία.

̓Αναγνόντες δὲ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.

Τοῦ Αὐτοῦ. Εἶτα κἀκεῖνοι αὐτοὺς παρεκάλουν καὶ βεβαιώσαντας αὐτούς· πρὸς γὰρ Παῦλον φιλονεικότερον διέκειντο· οὕτως ἀπῆλθον μετ' εἰρήνης.

10

15

20

25

Ἰούδας τὲ καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς, καὶ ἐπεστή- 30 ριξαν.

ΑΜΜΩΝΙΟΥ. Ἰδοὺ καὶ οὗτοι προφῆται ἦσαν σημειωτέον δὲ ὅτι καὶ ἡ νέα διδασκαλία ἔσχε προφήτας πολλοὺς, οὐ μόνον ἡ παλαιὰ γραφή.

« PreviousContinue »