Page images
PDF
EPUB

33 Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ ̓ εἰρήνης ἀπὸ 34τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστειλάντας αὐτούς. ἔδοξε 35 δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ. Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν ̓Αντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμε νοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου. 5

36

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐκέτι στάσεις καὶ μάχαι. Παῦλος δὲ λοιπὸν ἐδίδασκεν· οὐδεὶς τύφος ἦν ἐν τῇ ἐκκλησίᾳ· μετὰ Πέτρον Παῦλος φθέγγεται, καὶ οὐδεὶς ἐπιστομίζει· Ἰάκωβος ἀνέχεται, οὐκ ἐπιπηδᾶ· πολλὴ ἡ εὐταξία· οὐδὲν ὁ Ἰωάννης ἐνταῦθα οὐδὲ οἱ λοιποὶ Ἀπόστολοι, ἀλλὰ σιγῶσιν· ἐκεῖνος γὰρ ἦν τὴν ἀρχὴν ἐγ- 1ο κεχειρισμένος, καὶ οὐκ ἀγανακτοῦσιν· οὕτω καθαρὰ δόξης ἦν αὐτῶν ἡ ψυχή.

* Αντίρρησις Παύλου πρὸς Βαρνάβαν περὶ Μάρκου.

Μετὰ δέ τινας ἡμέρας εἶπε πρὸς Βαρνάβαν ὁ Παῦλος, ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς τοὺς 15 κατὰ πᾶσαν πόλιν, ἐν αἷς ἐκηρύξαμεν τὸν λόγον τοῦ 37 Κυρίου, πῶς ἔχουσι. Βαρνάβας δὲ ἐβούλετο συμπαρα38 λαβεῖν καὶ Ἰωάννην τὸν καλούμενον Μάρκον Παῦλος

δὲ ἠξιοῦτο, τὸν ἀποστάντα ἀπ ̓ αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαρα- 20 λαμβάνειν τοῦτον.

Τοῦτο γὰρ ζωή· τοῦτο παράκλησις· τοῦτο παραμυθία διδα σκάλῳ νοῦν ἔχοντι, ἡ ἐπίδοσις τῶν μαθητευομένων· οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς ἀρχομένους.

25

ΣΕΥΗΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΠΡΟΣ ΑΝΑΣΤΑΣΙΟΝ ΠΑΤΟΝ ΕΠΙΣΤΟΛΗΣ. Εἰ τοῖς Ἀποστόλοις οὕτως ἀναγκαῖον κατεφαίνετο τὸ ἐπιστρέφειν, καὶ τὰς αὐτὰς περινοστεῖν πόλεις πολλάκις, ἐν αἷς τὸν τοῦ Εὐαγγελίου λόγον κατήγγελλον, καὶ ἐπισκέπτεσθαι τοὺς πεπιστευκότας, καὶ ἀνακρίνειν πῶς ἔχουσι, ποίαν 30 ἕξομεν ἡμεῖς πρὸς Θεὸν ἀπολογίαν, μηδὲ διὰ γραμμάτων πληροῦντες ὅπερ ἐπλήρουν ἐκεῖνοι, μετὰ πολλοῦ πόνου βαδίζοντες τοῖς

ἰδίοις ποσὶ, καὶ αὐτομολοῦντες πρὸς τοὺς χρείαν ἔχοντας· καὶ τὰ πρὸς σωτηρίαν λυσιτελοῦντα διδάσκοντες ;

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι ἔργον τῶν ἡγουμένων περιεργά ζεσθαι τοὺς ὑπ ̓ αὐτῶν φωτισθέντας· μήπως ἄρα οὐχ ὑγιαίνουσι τῇ πίστει, ἀλλὰ χωλεύουσι· καὶ δεῖ αὐτοὺς διορθωθῆναι.

επι

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Καίτοι οὐκ ἔδει ἀξιοῦν αὐτὸν ἔχοντα κατηγορεῖν μετὰ ταῦτα· τοῦτο καὶ ἐπὶ Θεοῦ γίνεται καὶ τῶν ἀνθρώπων· ὁ μὲν ἀξιοῖ, ὁ δὲ ὀργίζεται· οἷον ὡς ὅταν λέγῃ, “ ὅτι ὁ πατὴρ αὐτῆς ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς” καὶ πάλιν· σε ἄφες

66

σε

5

με, καὶ θυμωθεὶς ἐξαλείψω τὸν λαὸν τοῦτον·” καὶ ὁ Σαμουήλ το ὅταν πενθῇ τὸν Σαοὺλ, οὕτω δὴ καὶ ἐνταῦθα, ὁ μὲν ὀργίζεται, ὁ δὲ οὐκέτι· τοῦτο καὶ ἐφ' ἡμῶν γίνεται· καὶ ὁ παροξυσμὸς εἰκότως, ἵνα ἐκεῖνος παιδευθῇ, καὶ μὴ δόξῃ σκηνὴ τὸ πρᾶγμα εἶναι. Καὶ μετ ̓ ὀλίγα-Καθάπερ γάρ τις στρατηγὸς οὐκ ἂν ἕλοιτο σκευοφόρον ἔχειν ἀεὶ βάναυσον, οὕτω δὲ καὶ ὁ Ἀπόστολος· καὶ τοῦτο 15 καὶ τοὺς ἄλλους ἐπαίδευσε, καὶ αὐτὸν ἐρρύθμιζεν ἐκεῖνον.

39 Εγένετο οὖν παροξυσμὸς, ὥστε ἀποχωρισθῆναι αὐ τοὺς ἀπ' ἀλλήλων,

66

[ocr errors]

66

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Μήτινα τὰ προλαβόντα θορυβείτω· “ ἐν ἡμέρᾳ ἀγαθῇ ἀμνησία κακῶν μηδεὶς παραταττέτω μηδείς 20 λεγέτω· ἐχρῆν ἐν ἱερεῦσι Χριστοῦ μικροψυχίαν εἶναι. μὴ γὰρ ἐπελαθόμεθα ὅτι ἄνθρωποι ἔσμεν· καὶ πολλάκις καὶ ἄκοντες πταίομεν· ἔχεις εἰκόνα δυναμένην παραμυθήσασθαι· οὐ τοὺς ἁγίους ὑβρίζω μὴ γένοιτο· ἀλλ ̓ ἐξ ἐκείνων τὰ πάθη δεικνύων· ἐγένετο μεταξὺ Παύλου καὶ Βαρνάβα μικροψυχία· οὐ τοῦ μὲν ἑνὸς μέ-25 ρους δικαιοσύνην τιμῶντος, τοῦ δὲ ἕτερου ἀδικίαν, ἀλλ ̓ ἑκάστου μέρους σκοπῷ εὐσεβείας δουλεύοντος· ἡ δὲ αἰτία τῆς μικροψυχίας ἐστὶν αὕτη. Μάρκος τις ἦν συνοδοιπορῶν αὐτοῖς πρὸς τὸν εὐαγγε λικὸν δρόμον ἀπὸ Παλαιστίνης μέχρι Πέργης τῆς Παμφυλίας εἶτα τῶν Ἀποστόλων εὐτόνῳ κεχρημένων δρόμῳ, καὶ ἀκαμπεῖ τῇ 30 ψυχῇ πρὸς τοὺς ἀγῶνας ὁπλιζομένων, Μάρκος ὡς ἄνθρωπος καρκήσας, καὶ μὴ εὐτονῶν πρὸς τὸν δρόμον τὸν τοσοῦτον, καὶ πρὸς τοὺς ἐν ἑκαστῇ πόλει ἀνακύπτοντας ἀγῶνας καὶ κινδύνους καὶ

C Ὁ ἐρύθμιζεν Cod.

66

μάχας ἀποταξάμενος τῷ δρόμῳ τῶν Ἀποστόλων, ἐπανῆλθεν εἰς τὴν Παλαιστίνην· ἦν οὖν οὐ Χριστὸν ἀρνησάμενος, ἀλλὰ τὸν δρόμον τὸν πολὺν ὡς βαρὺν παραιτησάμενος· ἐπανῆλθε πάλιν Παῦλος καὶ Βαρνάβας καρποὺς εὐσεβείας γέμοντες, καὶ τῷ δρόμῳ τῆς εὐσεβείας στεφανούμενοι, καὶ εὐαγγελιζόμενοι τὴν ἐν Ἱεροσολύ- 5 μοις ἐκκλησίαν. τῶν ἐθνῶν οὖν πάντων ἐπαινούντων τὸν Παῦλον καὶ τὸν Βαρνάβαν ἐπὶ τοῖς κατορθώμασιν, ὁ Μάρκος λυπηθεὶς ἐπλήγει τὴν ψυχήν κατὰ τὸν λόγον τοῦτον ἐνενόησεν ἴσως πρὸς ἑαυτὸν, τοῦτο λέγων· ὅτι εἰ ἤμην κοινωνὸς τῶν πόνων, ἐγενόμην ἄρτι κοι νωνὸς καὶ τῶν ἐπαίνων· πολλοὶ γὰρ πολλάκις αὐτὰς τὰς ἀρετὰς το διὰ τὸν πόνον φυγόντες, διὰ τὰς ἐξ αὐτῶν εὐφημίας αἱροῦνται πονεῖν· τί οὖν; μεταμεληθεὶς ὁ Μάρκος ἐβουλεύσατο ἐπανιοῦσιν αὐτοῖς τοῖς Ἀποστόλοις συνδραμεῖν· ὁ οὖν Βαρνάβας μετανοή σαντα αὐτὸν ἐδέξατο· ὁ δὲ Παῦλος ἐφιλονείκει καὶ ἔλεγε, σε τὸν μὴ σε συνελθόντα ἡμῖν εἰς τὸ ἔργον Κυρίου οὐ δεῖ συμπαραλαμβάνειν 15 ἦν οὖν στάσις, οὐκ ἀδικίας, ἄλλα δικαιοσύνης καὶ μικροψυχίας καὶ φιλανθρωπίας· ὁ Παῦλος ἐζήτει τὸ δίκαιον, ὁ Βαρνάβας τὸ φιλάνθρωπον. στασιάζοντες οὖν τὰς γνώμας, εἰ καὶ συνεφώνουν τῇ εὐσεβείᾳ, εἰς τοσοῦτον ἦλθον παροξυσμὸν, ὡς καὶ χωρισθῆναι ἀπ' ἀλλήλων· οὕτω γέγραπται· διέστησαν δὲ οὐ πίστει, οὐδὲ δια-20 θέσει, ἀλλὰ ἀνθρωπίνῃ μικροψυχίᾳ· ἐγένετο δὲ οἰκονομία· ὡς γὰρ διέστησαν, ὁ Βαρνάβας τὸν Μάρκον παραλαβὼν ἐξῆλθεν εἰς τὸν οἰκεῖον δρόμον ὠφέλησε δὲ τὸν Μάρκον ἡ Παύλου ἀκρίβεια· ὡς γὰρ εἶδεν ἑαυτὸν οὕτως ἐκβληθέντα διὰ τὴν ῥαθυμίαν, ἐσπούδαζε καὶ τῇ προθυμίᾳ τῷ δευτέρῳ δρόμῳ καλύψαι τὴν προτέραν νωχε- 25 λίαν· συνῆν τοίνυν ὁ Μάρκος τῷ Βαρνάβᾳ σπουδάζων καὶ τρέχων ὁ Παῦλος ἐν ταῖς Ἐκκλησίαις παρήγγειλε μὴ δεχθῆναι τὸν Μάρκαν· οὐχ ἵνα λυπήσῃ, ἀλλ ̓ ἵνα σπουδαιότερον ποιήσῃ· ὡς δὲ εἶδεν ὁ ἅγιος Παῦλος προσλαβόντα τῇ σπουδῇ τὸν Μάρκον· καὶ ἀπολογησάμενον διὰ τῶν δευτέρων, ἄρχεται αὐτὸν παρατίθεσθαι καὶ 30 τί φησιν; “ ἀσπάζεται ὑμᾶς Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα· περὶ σε οὗ ἐλάβετε ἐντολὰς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθαι αὐτόν· καὶ νῦν παραμυθείσθω τὰ ἀρχαῖα τὴν νέαν ὑπόθεσιν· εἰ γὰρ τότε μεταξὺ Παύλου καὶ Βαρνάβα ἐγένετο μικροψυχία, τί θαυμαστὸν εἰ με ταξὺ ἡμῶν;

66

[ocr errors]

35

66

66

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Δοκεῖ μὲν εἶναί τις παροξυσμός· τὸ δὲ πᾶν οἰκονομία ἐστὶν, ὥστε τοὺς προσήκοντας ἕκαστον τόπους ἀπολαβεῖν· καὶ ἔδει οὐχ ὁμοτίμους εἶναι, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι· καὶ τοῦτο οἰκονομικόν· Κύπριοι μὲν γὰρ οὐδὲν τοιοῦ τον ἐπεδείξαντο, οἷον οἱ ἐν Ἀντιοχείᾳ καὶ οἱ λοιποί· καὶ ἐκείνου 5 μᾶλλον ἐδέοντο τοῦ ἤθους τοῦ ἁπαλωτέρου, οὗτοι δὲ τούτου. Καὶ ἐν τοῖς προφήταις τοῦτο εὑρίσκομεν, διαφορους γνώμας καὶ διά φορα ἤθη οἷον ὁ Ἠλίας αὐστηρὸς, Μωυσῆς πρᾷος· οὕτω δὴ καὶ ἐν ταῦθα σφοδρότερός ἐστιν ὁ Παῦλος· καὶ ὅρα καὶ οὕτω τὸ ἐπιεικές· ἠξίου,” φησὶ, “ τὸν ἀποστάντα,” καὶ τὰ ἑξῆς. Καὶ μετ ̓ ὀλίγα- 10 Λαμβάνουσιν ἑαυτοὺς, ὥστε παιδεῦσαι καὶ ἀπαρτίσαι διὰ τοῦ χωρισμοῦ τοὺς δεομένους τῆς παρ ̓ αὐτῶν διδασκαλίας. Καὶ μετ' ὀλίγα—πρῶτον μὲν οὖν οὐδὲν κακὸν γέγονεν, εἰ ὁλοκλήροις ἔθνεσιν ἀρκοῦντες ἀπεσχίσθησαν ἀπ ̓ ἀλλήλων· ἀλλὰ καὶ μέγα ἀγαθὸν, ἄλλως μηδὲ τοῦτο κρύψαντα. Καὶ μετ ̓ ὀλίγα-Τίς μὲν οὖν 15 ἀμεῖνον ἐβουλεύσατο, οὐχ ἡμῶν ἀποφήνασθαι· τέως δὲ ὅτι μεγάλη γέγονεν οἰκονομία· εἴγε οὗτοι μὲν ἔμελλον δεύτερον ἐπισκέψεως ἀξιοῦσθαι, ἐκεῖνοι δὲ οὐδὲ ἅπαξ. Καὶ μετ' ὀλίγα-Τί οὖν ; ἐχθροὶ ἀνεχώρησαν; μὴ γένοιτο· ὁρᾶς γὰρ πανταχοῦ μετὰ τοῦτο Βαρο νάβαν πολλῶν ἐγκωμίων ἀπολαύοντα παρὰ Παύλου ἐν ταῖς ἐπι-20 στολαῖς, σε παροξυσμός,” φησιν, ἐγένετο” οὐκ ἔχθρα οὐδὲ φιλονεικία· τοσοῦτον ἴσχυσεν ὁ παροξυσμὸς ὥστε χωρίσαι· καὶ εἰκότως· ὅπερ ἕκαστος ὑπέλαβεν εἶναι λυσιτελὲς, τοῦτο μετὰ ταῦτα οὐ προήκατο διὰ τὴν πρὸς ἐκεῖνον κοινωνίαν. ἐμοὶ δοκεῖ κατὰ συναίνεσιν γεγενῆσθαι ὁ χωρισμὸς, καὶ πρὸς ἀλλήλους εἰ-25 πεῖν· ὅτι ἐπειδὴ ἐγὼ βούλομαι, σὺ δὲ οὐ βούλει, ἵνα μὴ μαχώ μεθα, διανειμώμεθα τοὺς τόπους· ὥστε πάνυ εἴκοντες ἀλλήλοις τοῦτο ἐποίουν· ἐβούλετο γὰρ στῆναι τὸ Παύλου Βαρνάβας· διὰ τοῦτο ἀνεχώρησεν. εἴθε καὶ ἡμεῖς τοιούτους ἐχωριζόμεθα χωριστ μοὺς, ὥστε ἐπὶ κήρυγμα ἀπιέναι.

66

ΣΕΥΗΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΚ ΤΗ͂Σ ΠΡΟΣ ΤΟΥΣ ΕΠΙΣΚΟΠΟΥΣ ΕΠΙΣΤΟΛΕΣ. Ταῦτα γέγραπται πρὸς τύπον ἡμέτερον, ἵνα μὴ καταπίπτωμεν, οὐ δὲ γὰρ ἔνεστιν ἀνθρώπους ὄντας μὴ παροξύνεσθαι· παροξυνθέντας δὲ χρὴ μεταβάλλεσθαι.

30

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Ὁ παροξυσμὸς τῶν Ἀποστόλων οὐ μάχης 35

66

ἕνεκεν ἀλλ ̓ οἰκονομίας γέγονεν· ἐπειδὴ γὰρ ὁ Παῦλος ἔμελλεν συνέκδημον λαμβάνειν τὸν Τιμόθεον, εἰκότως τὸ Πνεῦμα τὸ Ἅγιον τῷ Βαρνάβᾳ τὸν Μάρκον παρέδωκεν· ὅτι δὲ καὶ Παῦλος αὐτὸν ἠγάπα, ἄκουσον αὐτοῦ γράφοντος τῷ Τιμοθέω “ Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν” 5 οἶμαι δὲ τοῦτο γράφειν αὐτὸν, δι ̓ ἀμφοτέρων κηδευθῆναι βουλόμενος.

66

ΑΜΜΩΝίου. Διὰ τοὺς κεκαυτηριασμένους τὴν συνείδησιν, ὡς διὰ συντόμου ἀπολογητέον περὶ τῶν Ἀποστόλων Βαρνάβα καὶ Παύλου· οἱ ἐπὶ τοσοῦτον ἐπέτειναν τὴν φιλονεικίαν, ὅτι καὶ ἔχω- 10 ρίσθησαν, φησιν. ὁ Μάρκος ἔδοξεν ἡμαρτηκέναι ἀπολιπὼν αὐτούς· ὁ Παῦλος πρὸς τὸ σωφρονισθῆναι αὐτὸν ὠργίζετο, καὶ ἤθελεν αὐτὸν πρὸς ὀλίγον λυπῆσαι· ἵνα αἰσθόμενος ἐκεῖνος μετανοήσῃ, καὶ λοιπὸν ὑποταγῇ τῷ μὴ ποιεῖν τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ παρὰ τὴν ἑαυτοῦ θέλησιν ἀκολουθεῖν πρὸς τὸ ἔργον τῆς διακονίας" 15 οὕτως ἐποίησε καὶ ἐπὶ τοῦ Κορινθίου· ἐκβαλὼν αὐτὸν τῆς ἐκκλη σίας, καὶ αὐτὸς ὑπὲρ αὐτοῦ παρακαλῶν, ἡνίκα μετεμελήθη· οὕτως οὖν ἤθελε καὶ τὸν Μάρκον δαμάσαι. ὁ δὲ Βαρνάβας ἁπλούστερος ὢν, συνεχώρησεν αὐτῷ μᾶλλον καὶ δίχα ἐκπλήξεως τὸ ἁμάρτημα ὃν ὁ Παῦλος παρεκάλει λέγων, μὴ οὕτως ὡς ἔτυχε τὸν δραπετεύ- 20 σαντα τῆς συνοδίας προσλαβεῖν, ἀλλ ̓ ἀποστραφῆναι αὐτὸν, διότι οὐκ αὐτοὺς ἐνύβρισε τοῦτο ποιήσας, ἀλλὰ τῆς διακονίας καταφρόνησας, τὸν Θεὸν ἐξουδένωσε. τούτῳ οὖν τῷ σκοπῷ ἀντέλεγεν ὁ Παῦλος τῷ Βαρνάβᾳ· ἀμέλει οὐδὲ ὠργίζετο, ἀλλὰ παρεκάλει αὐτὸν, ὡς φησὶν ἡ γραφὴ, “ Παῦλος δὲ ἠξίου” οὐκοῦν ὁ μὲν Βαρ-25 νάβας χρηστότητα εἶχε πρὸς τοὺς ὑπηκόους ἕτοιμον, ὁ δὲ Παῦλος ἀποτομίαν, πρὸς καιρὸν ἀποδίδους τοὺς καταφρονητὰς τῷ διαβόλῳ εἰς ἔλεθρον τῆς σαρκὸς, ἵνα μεταμεληθῶσιν. οὐκοῦν ἀμφότεροι κατὰ τὸν οἰκεῖον σκοπὸν καλῶς ἔπραξαν· ἀπεχωρίσθησαν δὲ καὶ διὰ τοῦτο ἀπ' ἀλλήλων· ἐπείπερ οὐκ ἦσαν μιᾶς ἕξεως ἀμφότεροι 30 καὶ ἠδύνατο καὶ οὕτως, διὰ τῆς ἄγαν ἀνεξικακίας μὴ θέλων κρίνειν ἄλλον, δυσωπῆσαι τοὺς πιστούς· καὶ ὁ Παῦλος διὰ τοῦ ἐπιστατι κοῦ ἑαυτοῦ καὶ ζηλοτυπικοῦ, σῶσαι καὶ σωφρονίσαι τοὺς ἀμελεῖς· οὕτω γὰρ διδάσκει λέγων· “ ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον οὐχ ὡς μὴ δυνάμενοι δὲ φέρειν ἀλλήλων τὰ ἐλαττώματα ἀπέστη- 35

66

66

« PreviousContinue »