Page images
PDF
EPUB

σαν· ὅπουγε πολὺν συνέζησαν χρόνον, συγκαμόντες ἀλλήλοις καὶ συγκινδυνεύοντες· ἀλλ ̓ ἵνα μή τις τὸ ἀνώμαλον τῆς αὐτῶν ὁρῶν πολιτείας σκανδαλισθῆ πρὸς ἕνα, ἢ τὸν Παῦλον ὄργιλον καλῶν, ἢ τὸν Βαρνάβαν καταφρονητὴν καὶ ἑαυτοῦ γινόμενον μὴ θέλοντα δὲ τοὺς ἁμαρτάνοντας ἐπιστομίζειν, ἀλλὰ παρορῶντα τοὺς τῆς ἑαυ‐5 τῶν ἀμελοῦντας σωτηρίας· ἐθνικοῖς μάλιστα μέλλοντες εὐαγγελία ζεσθαι, τοῖς μηδεμίαν ἔχουσι διάκρισιν καλοῦ καὶ κακοῦ· καὶ πολλάκις ἐκ τοῦ διαφόρου τῆς αὐτῶν πολιτείας, ὡς ἀσύμφωνον ἐχόντων ἕξιν, ἀσύμφωνον καὶ τὸ παρ' αὐτῶν εὐαγγελιζόμενον μυ στήριον ὑποπτεύοντες εἶναι· ὅπερ μᾶλλον ὑπονοήσαντες, ἀπέστη- 10 σαν ἀπ ̓ ἀλλήλων· οὕτως εὖ ἔχειν κρίναντες πρὸς τὴν τοῦ λόγου διακονίαν.

Τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦ40σαι εἰς Κύπρον· Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξἦλθε,

41

Εν

15

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Θαυμαστὸς οὗτός ἐστιν ὁ ἀνὴρ καὶ σφόδρα μέγας πάνυ ὠφέλει τὸν Μάρκον ἡ μάχη αὕτη τὸ μὲν γὰρ Παύλου φοβερὸν ἐπέστρεφεν αὐτόν· τοῦ δὲ Βαρνάβᾳ χρηστὸν ἐποίει μηκέτι ἀπολειφθῆναι· ὥστε μάχονται μὲν, πρὸς ἓν δὲ τέλος ἀπαντᾷ τὸ κέρδος· καὶ γὰρ Παῦλον ὁρῶν αἱρούμενον ἀποστῆναι, 20 πάνυ ἐφοβήθη καὶ κατέγνω ἑαυτοῦ· καὶ Βαρνάβαν ὁρῶν οὕτως αὐτ τοῦ ἀντεχόμενον, πάνυ αὐτὸν ἐφίλησε· καὶ διορθοῦτο ὁ μαθητής διὰ τῆς μάχης τῶν διδασκάλων· τοσοῦτον ἀπεῖχε τοῦ σκανδαλισθῆναι.

Παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. 25 Τοῦ Αὐτοῦ. Τί τοῦτό ἐστιν; ηὔξαντο, φησιν, ἐδεήθησαν τον Θεοῦ· ὅρα πανταχοῦ μεγάλα δυναμένην τὴν εὐχὴν τῶν ἀδελφῶν καὶ λοιπὸν πεζῇ ὧδευε, καὶ διὰ τῆς ὁδοιπορίας ὠφελῆσαι τοὺς ὁρῶντας βουλόμενος.

Διήρχετο δὲ τὴν Συρίαν καὶ τὴν Κιλικίαν, ἐπιστηρί- 30 ζων τὰς ἐκκλησίας.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα τὴν σύνεσιν Παύλον· οὐ πρότερον ἐπ' ἄλλας ἔρχεται πόλεις, πρὶν ἢ τὰς δεξαμένας τὸν λόγον ἐπισ σκέψασθαι· καὶ γὰρ ἀνοίας ἐστὶν εἰκῇ τρέχειν· τοῦτο καὶ ἡμεῖς

I

ποιῶμεν· τοὺς πρώτους παιδεύομεν, ἵνα μὴ οὗτοι ἐμπόδιον γένωνται τοῖς μετὰ ταῦτα. “ πῶς ἔχουσι,” φησί· καὶ τοῦτο ἡγνόει εἰκότως· ὅρα αὐτὸν ἀεὶ διεγηγερμένον, μεριμνῶντα· οὐκ ἀνεχόμενον καθῆσθαι· καίτοι μυρίους ὑπέμεινε κινδύνους· ὁρᾶς ὅτι οὐ δειλίας ἦν τὸ εἰς Ἀντιόχειαν ἐλθεῖν· καθάπερ ἰατρὸς ἐπὶ τῶν καμνόντων 5 ποιεῖ· καὶ τὴν ἀνάγκην τῆς ἐπισκέψεως ἐδήλωσεν, εἰπών· “ ἐν αἷς σε κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου” ἀπέστη ὁ Βαρνάβας, καὶ οὐκέτι συνῆλθεν.

66

ΚΕΦ. ΚΔ.

Περὶ κατηχήσεως Τιμοθέου, καὶ τῆς κατὰ ἀποκάλυψιν ἀφίξεως Παύλου εἰς 10 Μακεδονίαν.

Κατήντησε δὲ καὶ εἰς Δέρβην καὶ Λύστραν· καὶ ἰδοὺ, μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναι2 κὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐμαρτυ3 ρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. τοῦτον 15 ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν,

66

Τοῦ Αὐτοῦ. Ὄντως ἄξιον ἐκπλαγῆναι τοῦ Παύλου τὴν σύνε σιν· ὁ τοσαῦτα μαχεσάμενος περὶ τῆς περιτομῆς· ὁ πάντα κινή σας, καὶ μὴ πρότερον ἀποστὰς, ἕως οὗ κατόρθωσε, τοῦ δόγματος κυρωθέντος, περιέτεμε τὸν μαθητήν· οὐ μόνον ἑτέρους οὐ κωλύει, 20 ἀλλὰ καὶ αὐτὸς τοῦτο ἐργάζεται· καὶ οὐδὲν ἁπλῶς ἐποίει προλήψει· “ τοῦτον ἠθέλησε,” φησι, “ ἐξελθεῖν σὺν αὐτῷ” καὶ τὸ θαυμαστὸν τοῦτο· ὅτι καὶ ἐπηγάγετο αὐτὸν διὰ τοὺς Ἰουδαίους, φησὶ, τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· οὐκ ἂν γὰρ ἦνέσχοντο παρὰ τοῦ ἀκροβύστου τὸν λόγον ἀκοῦσαι· καὶ τί; ὅρα τὸ κατόρ- 25 θωμας περιέτεμεν, ἵνα περιτομὴν καθέλῃ· τὰ δόγματα γὰρ ἐκής ρυττε τὰ τῶν Ἀποστόλων· ὁρᾶς μάχην, καὶ διὰ μάχης οἰκοδομὴνα, οὐ παρ' ἑτέρων πολεμούμενοι, ἀλλὰ καὶ αὐτοὶ ἐναντία ποιοῦντες, οὕτω τὴν ἐκκλησίαν ᾠκοδόμουν· δόγμα εἰσήνεγκαν μὴ περιτέμνειν, καὶ περιέτεμε· κηρύττει μὴ περιτέμνειν, καὶ περιτέμνει τῇ πίστει 30 καὶ τῷ πλήθει· “ ἐπερίσσευον,” φησὶ, “ τῷ ἀριθμῷ καθ ̓ ἡμέραν.” εἶδες τὸ κέρδος τῆς περιτομῆς· εἶτα λοιπὸν οὐκ ἐνδιατρίβει τού τοις, ἅτε ἐπισκέψασθαι ἐλθὼν, ἀλλὰ τί; πόρρω πρόεισιν.

66

66

d Verba κ. δ. μάχης οἰκοδ. suppl. rec. m.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὗτος αὐτὸς ὁ μακάριος Παῦλος, ὁ περιτομὴν ἀναιρῶν μέλλων πότε τὸν Τιμόθεον πέμπειν τοῖς Ἰουδαίοις διδάσκαλον, περιτεμὼν αὐτὸν πρότερον, οὕτως ἔπεμψεν· ἐποίησε δὲ τοῦτο, ἵνα εὐπαράδεκτος γένηται τοῖς ἀκροαταῖς, καὶ εἰσελθὼν διὰ περιτομῆς καταλύσῃ περιτομήν· ἀλλὰ τὴν αἰτίαν αὐτὸς ἠπίστατο 5 καὶ Τιμόθεος, τοῖς δὲ μαθηταῖς οὐκ εἶπεν· εἰ γὰρ ἔγνωσαν ὅτι διὰ τοῦτο περιέτεμε, ἵνα λύσῃ τὴν περιτομὴν, οὐδ ̓ ἂν τὴν ἀρχὴν ἤκουσαν αὐτοῦ δημηγοροῦντος, καὶ τὸ πᾶν ἂν διερρύη κέρδος· νῦν δὲ ἡ ἄγνοια τὰ μέγιστα αὐτοὺς ὠφέλησε νομίζοντες γὰρ αὐτὸν ὡς νόμου φύλακα τοῦτο ποιεῖν, καὶ εὐμενῶς ἐδέξαντο καὶ προσ- 10 γνῶς, καὶ αὐτὸν καὶ τὴν ἐκείνου διδασκαλίαν· δεξάμενοι γὰρ κατὰ μικρὸν καὶ παιδευθέντες, ἀπέστησαν τῶν παλαιῶν· ὅπερ οὐκ ἂν ἐγένετο, εἰ παρὰ τὴν ἀρχὴν τὴν αἰτίαν ᾔδεσαν· μαθόντες γὰρ αὐτὴν ἀπεστράφησαν· ἀποστραφέντες δὲ ἔμειναν ἐπὶ τῆς πλάνης τῆς προτέρας.

66

ΑΜΜΩΝΙΟΥ. Τὴν αἰτίαν εἰπὼν δι ̓ ἣν περιέτεμε τὸν Τιμόθεον ὁ Παῦλος, ἐξέφυγε τὰ τῶν μεμψιμοίρων ἐγκλήματα· “ Ἰουδαίας σε πιστῆς” ἀπὸ Ἰουδαίων φησί σημειωτέον δὲ ὅτι τοσοῦτον ἦσαν Ἰουδαῖοι τοῦ νόμου καταφρονήσαντες, ὅτι καὶ Ἕλλησιν ἐγαμοῦντο, καὶ Ἑλληνίδας ἐγάμουν.

15

20

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Πολλῆς ζητήσεως ἐν τοῖς προλαβοῦσι γενομένης τοῖς Ἀποστόλοις καὶ πρεσβυτέροις, αὐτῷ δὲ τῷ Παύλῳ ἕνεκεν τῆς περιτομῆς, καὶ πάντων ὁμοῦ κρινάντων μὴ δεῖν περιτέμνεσθαι, τινὸς ἕνεκεν Παῦλος τὸν Τιμόθεον λαβὼν περιέτεμε καίτοι πρὸ τούτου μαθητὴν ὑπάρχοντα δόκιμον; τί δὴ οὖν ἄρα 25 βούλεται; μὴ πρὸς Ἰουδαϊσμὸν ἐξέκλινε; καὶ τοῖς ἤδη θεσπισ θεῖσι παρὰ πάντων ἐναντία διαπράττεται, ἑαυτῷ δὲ καὶ πρῶτον ; μὴ γένοιτο. τίνος οὖν ἕνεκε τοῦτο ποιεῖ; πρᾶγμα μέγιστον καὶ πᾶσιν ὁμοῦ τοῖς Ἀποστόλοις καταθύμιον κατορθῶσαι βουλόμενος ποῖον δὴ τοῦτο; ἄνω καὶ κάτω διέβαλλον αὐτὸν οἱ Ἰουδαῖοι, ὡς 30 πανταχοῦ τὸν νόμον ἀνατρέποντα, καὶ τοὺς ἐξ ἐθνῶν ἀποστασίαν διδάσκοντα, καὶ σφόδρα πρὸς αὐτὸν ἀπεχθῶς διέκειντο· ἐπεὶ οὖν τὸν Τιμόθεον εὗρε μαθητὴν ἐξ Ἑλλήνων εὐδόκιμον, καὶ πρὸς ὑπη ρεσίαν ἑαυτοῦ ἐπιτήδειον, καὶ συνέκδημον ἔχειν αὐτὸν ἠβούλετο διὰ τοὺς καταφλυαροῦντας αὐτοῦ ἀσεβῶς, λαβὼν περιέτεμεν αὐτόν 35

μή μοι, φησὶν, ἐγκαλεῖτε, ὦ Ἰουδαῖοι, ὡς ἀνατρέποντι τὸν νόμον ἰδοὺ καὶ αὐτὸς στοιχῷ τῷ νόμῳ· τοῦτο δὲ ποιεῖ, οὐ συνιστῶν τὴν περιτομήν· μὴ γένοιτο· ἀλλὰ διὰ τῆς τοιαύτης κατασκευῆς ἑλκυ σαι τούτους πρὸς ἑαυτὸν βουλόμενος· μή μοι προφάσεις, ὦ Ἰου δαῖοι, ὡς ἀνατρέποντι τὸν νόμον· ἰδοὺ καὶ αὐτὸς στοιχῶ τῷ νόμῳ 5 ἰδοὺ πάντες οἱ σὺν ἐμοὶ μαθηταὶ τοῦ Κυρίου περιτετμημένοι εἰσίν. εἰ γὰρ ἦν Τιμόθεος ἀπερίτμητος διδάσκαλος ὢν, πάντες ἂν ἀπε πήδησαν ἀπ ̓ αὐτοῦ· ὅτι δὲ τοῦτο τυγχάνει ἀληθὲς, δείκνυσιν ἡ βίβλος ἐν τοῖς ἐφεξῆς· εἰ γὰρ τοσαύτη γέγονεν αὐτοῦ κατηγορία διὰ Τρόφιμον τὸν Ἐφέσιον, ὃν ἐνόμιζον, ὅτι ὁ Παῦλος εἰς τὸ ἱερὸν 1ο εἰσήγαγεν· ἐξ Ἑλλήνων δὲ ἦν οὗτος· τί ἄρα ἂν ἔπαθεν, εἰ Τιμό θεα ὄντα διδάσκαλον ἐξ ἀκροβύστων εἶχε σὺν αὐτῷ; εἰ δὲ βού λοιτό τις ἀκριβῶς κατανοῆσαι τῶν Ἀποστόλων τὴν σύνεσιν· ὅτι πάντα ἐποίουν τῆς σωτηρίας τῶν Ἰουδαίων ἕνεκεν· αὐτὸν τοῦτον θεάσοιτο τὸν διδάσκαλον τῆς οἰκουμένης ἁγνισθέντα τῶν συνα- 15 ποστόλων τῇ γνώμῃ· καὶ ἐν τῷ ἱερῷ διαγγέλλοντα τὴν ἐκπλήρωσιν τοῦ ἁγνισμοῦ· εὕροι δέ τις καὶ τὸν κορυφαῖον τῶν μαθητῶν Πέτρον ὑποκριθέντα Ἰουδαϊσμόν. καὶ ταῦτα μὲν τοὺς Ἀποστόλους παντελῶς ἔβλαπτεν οὐδέν· ἐγένετο δὲ τοῖς Ἰουδαίοις σωτηρίας ὑπόθεσις, καὶ τῆς εἰς Χριστὸν πίστεως ἀρχή· ὅτι διδασκάλους 20 εἶχε τοιούτους, ὡς ἐνόμιζον φυλάττοντας τὸν νόμον.

Καὶ λαβὼν περιέτεμεν αὐτὸν, διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες, ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν.

Τοῦ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΡΟΣ ΝΑΤΑΤΙΑΝΟΥΣ ΤΟΥΣ ΕΑΥΤΟΥΣ 25 ΟΝΟΜΑΣΑΝΤΑΣ ΚΑΘΑΡΟΥΣ ΒΙΒΛΙΟΥ ΛόΓΟΥ Β'. Ιν ̓ οὖν μὴ και λύετε εἰς συναγωγὰς παραβάλλειν διὰ τὸ ἀπερίτμητον εἶναι τὸν Τιμόθεον, οὕτως συμπαρεῖναι τοῦθ ̓ ᾠκονόμησεν οὐχὶ καὶ ἐδογμά

τισεν.

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Ἰδοὺ σαφώς δόγματα κέκληκε τὴν ἀπο-30 χὴν τῶν εἰδωλοθύτων, πορνείας τε, καὶ πνικτοῦ· ἅπερ εἰς κανονικῆς ζωῆς ὁρᾷ διατύπωσιν. ταῦτα γὰρ βιὸν ῥυθμίζει σώφρονα καὶ λογι κοῖς ἀνθρώποις πρέποντα.

ε ναβατιανοὺς Cod.

4

Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν Ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις.

[ocr errors]

66

ΑΜΜΩΝΙΟΥ. Δόγματα λέγει· οὐ τὸ τῆς ἐνσάρκου οἰκονομίας μυστήριον· ὅπερ κηρύσσων ἔλεγε· “ μὴ δ ̓ ἂν ἐγὼ ἢ ἄλλος τις, ἢ5 · ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν παρ ̓ ὃ παρελάβετε, μεταπεισθῆτε·” ἀλλὰ τὰ περὶ τοῦ μὴ φυλάττεσθαι τὴν περιτομὴν, καὶ ὅσα τούτοις ὅμοια, ἃ ἐν τῷ νόμῳ ἦν· ἀλλὰ τὸ ἀπέχεσθαι εἴδωλοθύ των, καὶ αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας· ταῦτα γὰρ ἦν δόξαντα τῷ Ἁγίῳ Πνεύματι, καὶ θεσπισθέντα διὰ τῶν ἐν Ἱεροσολύμοις το μαθητῶν, καὶ βεβαιωθέντα καὶ κρατυνθέντα καὶ δεχθέντα διὰ f τῶν ἐν Ἀντιοχείᾳ.

5 Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ 6ἐπερίσσευον τῷ ἀριθμῷ καθ ̓ ἡμέραν. διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν,

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὁρᾶς ὅτι οὐ μόνον οὐδὲν ἔβλαψε περιτομὴ, ἀλλὰ καὶ τὰ μέγιστα ὠφέλησεν.

Κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν 7 λόγον ἐν τῇ Ἀσίᾳ, ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι·

Τοῦ Αὐτοῦ. Διατί μὲν ἐκωλύθησαν οὐ λέγει· ὅτι δὲ ἐκωλύθησαν, εἶπε, παιδεύων ἡμᾶς πείθεσθαι μόνον, καὶ μὴ ζητεῖν· καὶ δεικνὺς ὅτι πολλὰ καὶ ἀνθρωπίνως ἐποίουν.

8 Καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ· παρελθόντες δὲ τὴν Μυσίαν, κατέβησαν εἰς Τρωάδα.

9

15

20

25

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι οὐδὲν ἐποίουν ἰδίᾳ αὐθεντίᾳ οἱ Ἀπόστολοι ἀλλὰ πάντα ἃ ἐποίουν, ὑπὸ τοῦ Πνεύματος νυττόμενοι ἐποίουν ἢ οὐκ ἐποίουν· ὥστε οὖν οὐκ ἀκίνδυνον μέμφεσθαι τὰ ὑπὸ τῶν Ἀποστόλων γινόμενα, ἢ πολυπραγμονεῖν τὰ ὑπὸ τοῦ Πνεύμα τος διατυπούμενα· οὐ δεῖ οὖν ζητεῖν, διατί ἄρα οὐκ ἐπέτρεψε το 30 Πνεῦμα τῷ Παύλῳ κηρύξαι ἐν Ἀσίᾳ.

Καὶ ὅραμα διὰ νυκτὸς ὤφθη τῷ Παύλῳ ἀνὴρ Μα

f κρατυνθ. καὶ δεχθ. διὰ add. rec. m.

« PreviousContinue »