Page images
PDF
EPUB

οὐδὲ τοῖς αἱρετικοῖς προσεκτέον ῥητὰ γραφικὰ προφέρουσι βλαπτουσι γὰρ μᾶλλον ἢ ὠφελοῦσι προφέροντες τὰ οἷς οὐ πιστεύου σιν ὡς θεῖα.

17 Αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν, ἔκραξε λέγουσα, οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψί- 5 στου εἰσὶν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Γνῶθι σαφῶς ὅτι καὶ δαίμονες ἴσασι Θεὸν ὕψιστον ὄντα Ἰησοῦν τὸν ἐσταυρώμενον· τούτου γὰρ δοῦλος ὑπάρχων ὁ Παῦλος διαβεβαιοῦται λέγων· “ Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ.

66

[ocr errors]

ΑΜΜΩΝΙΟΥ. Τὸ τῆς Πυθοῦς πνεῦμα μαντείας ἐποίει· διὰ δὲ το τοῦτο Πυθῶνος πνεῦμα ἐκαλεῖτο· ἐπειδὴ ἡ Πυθία, ἤτοι ὁ ἐν τῇ Πυθίᾳ δαίμων Απόλλων καλούμενος, ἐμαντεύετο· καὶ ἠπάτα τοὺς ἀνθρώπους, λέγων αὐτοῖς τὰ γεγενημένα· οὐδὲν γὰρ ἦν δυσχερὲς τῷ δαίμονι ἰδεῖν τὰ γενόμενα ἐν Ῥώμῃ σήμερον, καὶ εὐθὺς ἀπαγγεῖλαι αὐτά· ὃ καὶ ἐποίησε τῷ Κροίσῳ, ἤτοι τοῖς ὑπὲρ αὐτοῦ 15 μαντευομένοις, ἡνίκα ἐπείραζεν αὐτὸν ὁ Κροῖσος διὰ τῶν εἰς τὴν Πυθίαν ὄντων, τί ποιεῖ σήμερον ὁ Κροῖσος· καὶ ἀκόπως ὁρῶν τὰ ἐν Λυδίᾳ, ἤρχετο εὐθὺς ἐν τῇ Πυθίᾳ, καὶ ἀπήγγελλεν αὐτοῖς· ἔλε γεν οὖν περὶ τῶν παρελθόντων εὐχερῶς. πολλάκις δὲ καὶ περὶ τῶν μελλόντων ἔλεγε στοχασμῷ, ὥσπερ τοῦ Κύρου, ὁρῶν αὐτοῦ τὴν 20 ἀρχικὴν ἕξιν, καὶ τὴν μεγαλοφυΐαν ἐκ παιδός· οὐδὲν οὖν δυσχερὲς τῷ δαίμονι ἀσωμάτῳ ὄντι ὁρᾶν τὰ πόρρω ὄντα, καὶ ἀπατᾶν τοὺς ἀνθρώπους ἐν οἷς ἐζήτουν μαντεύεσθαι· ὅπουγε ὡς ἐπὶ τὸ πλεῖστον περὶ τῶν παρελθόντων ἢ ὄντων ἐρωτῶσιν οἱ ἀφερέπονοι, καὶ πάντα ὡς ἐὰν παραστῇ ποιοῦντες, ἐρωτῶντες περὶ ἀπολλυμένων πραγμά- 25 των ἢ περὶ ἀπόντων· ἄρα ζῆ ὁ ὢν ἐν τῇδε τῇ πόλει ἀπόδημος ; δ, ὡς εἶπον, εὔκολον ἦν εἰπεῖν τῷ δαίμονι, ἢ δι ̓ ἀνδρὸς ἢ διὰ γυναικὸς δι' αὐτῶν λαλῶν· ἀμέλει γοῦν καὶ ἕως νῦν τινὲς τοὺς δαιμονῶντας, ἐν τῷ καιρῷ καθ ̓ ὃν ἐπιτίθενται τοῖς ἀνθρώποις, πειρῶνται ἐπερωτᾶν τινὰ, ὅπερ ἐστὶν ἄθεον· σημειωτέον δὲ ὅτι καὶ διὰ τῶν δαι-30 μόνων οἷς ἐπίστευον οἱ Ἕλληνες ἐκηρύττετο ὁ Χριστός· καὶ αὐτῶν διαμαρτυρουμένων καὶ λεγόντων, ὅτι οἱ Ἀπόστολοι δοῦλοί εἰσι τοῦ Θεοῦ· καὶ σωτήριόν ἐστι τὸ παρ' αὐτῶν κήρυγμα· καὶ ὅτι Θεὸς ὁ Ἰησοῦς, οὐ ψιλὸς ἄνθρωπος· τοῦτο γὰρ ἦν τὸ κήρυγμα τῶν περὶ

επι το

18

Σίλαν καὶ Παῦλον· ἁρμόζει δὲ κατὰ Νεστοριανῶν καὶ Παυλιανι στῶν· ὅτε δὲ διεμαρτύρατο πολλάκις ὁ δαίμων, ὅτι τὸ κηρύγμα τῶν Ἀποστόλων σώζει· τότε καὶ ὁ Παῦλος ἐξέβαλεν αὐτόν· ἵνα δείξῃ τοῖς αὐτὸν κ πιστεύουσιν, ὅτι ἰσχυρότερος αὐτοῦ ἦν πᾶς πιστὸς, καὶ ἐξουσίαν εἶχεν ὡς ὑποταγέντα αὐτῷ τὸν δαίμονα συγ- 5 χωρῆσαι μένειν καὶ ἀπολῦσαι· ὅρα δὲ πῶς ἐνήργησε τῶν Χριστοῦ δούλων ὁ λόγος· ὅτι εὐθὺς ἅμα τῇ κελεύσει αὐτῶν τὰ δαιμόνια ἐξήει. Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπε, παραγγέλλω σοι, ἐν ὀνόματι τοῦ Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπ' το αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τί δήποτε καὶ ὁ δαίμων ταῦτα ἐφθέγγετο, καὶ ὁ Παῦλος ἐκώλυσε; κἀκεῖνος κακούργως ἐποίει, καὶ οὗτος συνετῶς· ἐβούλετο λοιπὸν ἀξιόπιστον ἑαυτὸν ποιεῖν· εἰ γὰρ προσηκάτο αὐτοῦ τὴν μαρτυρίαν ὁ Παῦλος, πολλοὺς ἂν καὶ τῶν 15 πιστῶν ἠπάτησεν, ἅτε ὑπ ̓ ἐκείνου δεχθείς· διὰ τοῦτο ἀνέχεται καθ ̓ ἑαυτοῦ εἰπεῖν, ἵνα στήσῃ τὰ ὑπὲρ ἑαυτοῦ, καὶ αὐτὸς συγκα ταβάσει κέχρηται πρὸς τὴν ἀπώλειαν. τὸ μὲν οὖν πρῶτον οὐ προσήκατο Παῦλος, ἀλλὰ διέπτυσεν, οὐ βουλόμενος ἁπλῶς ἑαυ τὸν ἐπιρρίπτειν τοῖς σημείοις· ὡς δὲ ἐπέμενε τοῦτο ποιῶν, καὶ τὸ 20 ἔργον ἐδείκνυ, τότε ἐκέλευσεν αὐτὸ ἐξελθεῖν. Καὶ μετ ̓ ὀλίγα σε Διαπονηθεὶς δὲ ὁ Παῦλος,” τουτέστι τὴν κακουργίαν εἶδε τοῦ δαίμονος, καθὼς αὐτὸς λέγει· “ οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.

66

[ocr errors]

ΣΕΒΗΡΟΥ ἀπὸ Ἐξέβαλε τὸ πνεῦμα ὁ Ἀπόστολος, ἅμα κα κείνην ἐλευθερῶν τῆς κατεχούσης μανίας, καὶ δεικνὺς ὡς οὐ πρέ-25 πουσα μαρτυρία τοῖς κήρυξι τῆς ἀληθείας ἡ ἀπὸ πονηρῶν πνευμάτων. πρὸς δὲ τούτοις ἐδεδοίκει, μὴ συναρπάσαντες οἱ τοιοῦτοι δαίμονες τοὺς εὐχερεῖς τῶν ἀνθρώπων δι ̓ ὧν εἰρήκασι τἀληθῆ, ψεύδη τινὰ καὶ πονηρὰ καταμίξαντες τῇ μαρτυρίᾳ, πιστευθέντες ὡς πάλιν ἀληθεύοντες, μεγίστης βλάβης αἴτιοι γένωνται τοῖς πολλοῖς.

* Sic.

1 Hæc rec. man. add. sed in marg. ead. m. ἀνξανε. quod vult ἐξ ἀνε πιγράφου. Hoc et verum esse, similitudo eorum, quæ paulo ante excerpta sunt e Didymo, cum his, demonstrare videtur. Nam hi duo sæpissime quadrant; et alterum e Didymo sua mutuare, potius crediderim.

30

19

20

Ὥσπερ σκολιὸς ποὺς ὀρθῷ ὑποδήματι οὐκ ἐναρμόζεται, οὕ τως οὐδὲ καρδίαις ἐνδιαστρόφοις ἡ αἴνεσις τοῦ Θεοῦ ἐπιτρέπει· διὰ τοῦτο οἶμαι, ὡς οὐ πρέποντος τῷ στόματι τῶν δαιμόνων τοῦ περὶ τοῦ Σωτῆρος λόγου, ἀφαιρεῖται αὐτῶν τὴν ἐξουσίαν, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι· καὶ τῷ Πύθωνι ὁ Παῦλος ἐπιτιμᾷ, ἵνα 5 μὴ ἀπὸ ἀκαθάρτου ἄγος συνίσταται.

Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Πανταχοῦ τὰ χρήματα αἴτια τῶν κακῶν το ὢ τῆς ὠμότητος τῆς Ἑλληνικῆς· ἐβούλοντο δαιμονᾶν τὸ κοράσιον ὥστε χρηματίζεσθαι.

Καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς, εἶπον, οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰου 21 δαῖοι ὑπάρχοντες· καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξ- 15 εστιν ἡμῖν παραδέχεσθαι, οὐδὲ ποιεῖν, Ρωμαίοις οὖσι.

γεις,

Τοῦ Αὐτοῦ. Τί λέγεις; πείθῃ τῷ δαίμονι; διατί οὖν οὐχὶ καὶ ἐνταῦθα ἐκεῖνος λέγει, ὅτι σε δοῦλοι Θεοῦ τοῦ ὑψίστου;” σὺ λέὅτι “ ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν” ἐκεῖνος λέγει, ὅτι και ταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας· σὺ λέγεις, παραδιδόασιν ἡμῶν 20 ἔθη, ἃ οὐκ ἔξεστι παραδέχεσθαι· ὅρα οὐδὲ τῷ δαίμονι προσέχοντας, ἀλλὰ πρὸς ἓν ὁρῶντας τὴν φιλαργυρίαν.

22 Καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν, καὶ οἱ στρατη γοί, περιρρήξαντες αὐτῶν τὰ ἱμάτια, ἐκέλευον ῥαβδίζειν

23

25

Τοῦ Αὐτοῦ. Ὁ μὲν οὖν Παῦλος τὸ πᾶν εἰργάσατο, καὶ τὰ θαύματα καὶ τὴν διδασκαλίαν· τῶν δὲ κινδύνων καὶ ὁ Σίλας κοι νωνεῖ. Καὶ μετ ̓ ὀλίγα-Διατί μὴ εἶπον ὅτι τὸν δαίμονα ἐξέβα λον; εἰς Θεὸν ἠσέβησαν ἧττα γὰρ αὐτοῖς ἦν· ἀλλ ̓ ἐπὶ καθο σίωσιν τρέπονται, ὡς Ἰουδαῖοι λέγοντες· “ οὐκ ἔχομεν βασιλέα εἰ 30 66 μὴ Καίσαρα.”

66

Πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς, ἔβαλον εἰς

φυλακὴν, παραγγείλαντες τῷ δεσμοφύλακι, ἀσφαλῶς τηρεῖν αὐτούς·

66

Τοῦ Αὐτοῦ. Ὅρα δὲ αὐτοὺς οὐκ ἀποκρινομένους, οὐδὲ ἀπολογουμένους, ἵνα μείζονος θαύματος αἴτιοι γένωνται· ὅταν γάρ φησιν ἀσθενῶ, τότε δυνατός εἰμι· “ ἀρκεῖ ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ 5 δύναμίς μου, ἐν ἀσθενείᾳ τελειοῦται” ὥστε καὶ ἐπιεικείας θαν μασθῆναι αὐτούς.

66

66

66

ΑΜΜΩΝΙΟΥ. “ Παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς της ρεῖν αὐτούς·” ὥστε οὖν εἰδότες αὐτῶν τὴν δύναμιν ἐφρεναπάτουν ἑαυτοὺς λέγοντες, ὅτι ἀσφαλῶς αὐτοὺς τηρεῖ· καὶ ἐμαρτύρουν καὶ το αὐτοὶ, ὅτι οὐκ ἦσαν οἱ τυχόντες ἄνθρωποι, ἀλλὰ μεγάλοι τινὲς, ἐξουσίαν ἔχοντες ποιεῖν ὃ θέλουσι διὰ τοῦ Κυρίου.

24 Ὃς παραγγελίαν ταύτην λαβὼν, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν,

25

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ τοῦτο αὐτὸ οἰκονομικῶς· ἐπειδὴ θαῦ-15 μα μέλλει γενέσθαι μέγα· ἐπιτήδειος ὁ τόπος πρὸς τὴν ἀκρόασιν ὅσῳ ἀκριβεστέρα ἡ φυλακὴ γίνεται, τοσούτῳ τὸ θαῦμα λαμπρό

τερον.

Καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.

Τοῦ ΑὐΤΟῖ. Ὡς ἂν εἴποι τις, εἰς τὸ ἔργον· πόσων ταῦτα 20 δακρύων ἄξια ; οἷα μὲν ἔπαθον ἐκεῖνοι· ἡμεῖς δὲ ἐν τρυφῇ ἡμεῖς δὲ ἐν θεάτροις· ἡμεῖς δὲ ἀπολλύμεθα καὶ καταποντιζόμεθα, ἄνεσιν ζητοῦντες πανταχοῦ, οὐδὲ μέχρι ῥημάτων διὰ τὸν Χριστὸν ἀνεχόμενοι λυπηθῆναι, οὐδὲ μέχρι λόγου.

Περὶ τοῦ συμβάντος ἐκεῖ σεισμοῦ καὶ θαύματος, καὶ ὅπως πιστεύσας ὁ 25 εἱρκτοφύλαξ, ἐν αὐτῇ τῇ νυκτὶ ἐβαπτίσθη πανέστιος.

Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευ χόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκρόωντο δὲ αὐτῶν οἱ δέσμιοι.

Τοῦ Αὐτοῦ. Τί τούτων ἴσον γένοιτ ̓ ἂν τῶν ψυχῶν ; ἐμαστίχθη- 30 σαν πολλὰς πληγὰς λαβόντες, ὑβρίσθησαν, περὶ τῶν ἐσχάτων ἐκιν δύνευσαν, εἰς τὸ ξύλον ἦσαν ἐμβεβλημένοι, καὶ οὐδὲ οὕτω καθεύ δειν ἠνείχοντο, ἀλλ ̓ ἐπαννύχιζον· ὁρᾶτε ὅσον ἡ θλίψις ἀγαθόν·

N n

ἡμεῖς ἐπὶ ἁπαλοῖς ὄντες στρώμασιν, οὐδένα δεδοικότες, ὅλην τὴν νυκτὰ καθεύδομεν· τάχα διὰ τοῦτο ἐπαννύχιζον, ἐπειδὴ ἐν τούτοις ἦσαν· οὐχ ἡ τοῦ ὕπνου τυραννὶς αὐτοὺς εἷλεν· οὐχ ἡ ἀλγηδὼν ἔκαμψεν· οὐχ ὁ φόβος εἰς ἀπορίαν ἐνέβαλεν ἀλλὰ ταῦτα δὴ μᾶλλον ἦν τὰ διεγείροντα αὐτούς.

5

Τοῦ Αὐτοῦ. Τίνος ἕνεκεν μεσονύκτιον τὸ πρᾶγμα γέγονε ; τίνος δὲ καὶ μετὰ σεισμοῦ; ἀκούσατε Θεοῦ οἰκονομίαν καὶ θαυμάσατε" πάντων τὰ δεσμὰ ἐλύθη, καὶ αἱ θύραι ἀνεῴγησαν· ἀλλὰ τοῦτο μόνον διὰ τὸν δεσμοφύλακα γέγονεν· οὐ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν· ὅτι γὰρ οὐκ ᾔδεσαν οἱ δεσμῶται ὅτι λελυμένοι εἰσὶ, το δῆλον ἀπὸ τῆς φωνῆς Παύλου τί γάρ φησιν; ἐφώνησε φωνῇ μεγάλη λέγων σε μηδὲν πράξῃς σεαυτῷ κακόν· πάντες γὰρ ἐσμὲν σε ἐνθάδε” οὐκ ἂν δὲ πάντες ἦσαν ἔνδον, εἰ εἶδον τὰς θύρας ἀνεργ μένας καὶ ἑαυτοὺς λελυμένους· οἱ γὰρ τοίχους διατεμόντες, καὶ ὀρόφους καὶ θριγκία ὑπερβαίνοντες, καὶ πάντα τολμῶντες μετὰ 15 δεσμῶν, οὐκ ἂν ἐκαρτέρησαν, καὶ τῶν δεσμῶν λελυμένων, καὶ τῶν θυρῶν ἀνεῳγμένων, ἔνδον μένειν· καὶ τοῦ δεσμοφύλακος καθεύδοντος αὐτοῦ. Καὶ μετ' ὀλίγα—Οἱ δεδεμένοι ἐν νυκτὶ δεσμοῦνται, οὐκ ἐν ἡμέρᾳ· μετὰ πολλῆς οὖν τῆς σπουδῆς ἦν ἰδεῖν λελυμένους πάλιν καὶ καθεύδοντας· εἰ δὲ ἐν ἡμέρᾳ ἐγένετο ταῦτα, πολὺς ἂν 20 ἐγένετο θόρυβος· τίνος οὖν ἕνεκεν καὶ ἐσείσθη τὸ οἴκημα; ὥστε διαναστῆναι τὸν δεσμοφύλακα ἐπὶ τὴν τοῦ πράγματος θέαν· οὗτος γὰρ ἦν ἄξιος τῆς σωτηρίας μόνος.

66

ΑΜΜΩΝΙΟΥ. Τῷ ψαλμῳδῷ πειθόμενοι λέγοντι· “ μεσονύκτιον · ἐξεγειρόμην, τοῦ ἐξομολογεῖσθαί σοι ἐποίουν τοῦτο.”

ΣΕΥΗΡΟΥ ΕΚ ΤΟΥ ΚΑΤΑ ΤΗ͂Σ ΔΙΑΘΗΚΗΣ ΛΑΜΠΕΤΙΟΥ ΣΥΝΤΑΓΜΑΤΟΣ. Ἰδοὺ σαφῶς φησι τὸ γράμμα τὸ ἱερὸν, ὅτι καὶ ὕμνουν· καὶ οὐκ ἐν καρδίᾳ μόνον, ἀλλὰ ὥστε καὶ ἐξακούεσθαι, κατὰ τὸ ἐν Ψαλμοῖς 1 εἰρημένον· “ φωνῇ μου πρὸς τὸν Κύριον ἔκραξα

66

25

φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην μετὰ γὰρ τῆς μεγαλοφωνίας 30 τῶν πράξεων δεῖ καὶ θυσίας αἰνέσεως ἀναφέρειν διὰ παντὸς τῷ Θεῷ· τουτέστι “ καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ,” καθὼς Παυλός φησι· καὶ Δαβὶδ δὲ τὸ αὐτὸ τοῦτο δηλῶν, λέγει σε αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον· καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσε1 ἐμψαλμοῖς Cod.

« PreviousContinue »