Page images
PDF
EPUB

19

20

τὸν θεσπέσιον Παῦλον, ἐγέλων οἱ δείλαιοι τὸν πρὸς αὐτοῖς γεγονότα σωτήριον λόγον.

Τοὺς γὰρ σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσι, φησὶν ὁ παροιμιάστης.

Οἱ δὲ, ξένων δαιμονίων καταγγελεὺς δοκεῖ εἶναι ὅτις τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν αὐτοῖς εὐηγγελίζετο.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ γὰρ τὴν ἀνάστασιν θεόν τινα εἶναι ἐνόμιζον· ἅτε εἰωθότες καὶ θηλείας σέβειν. Καὶ μετ' ὀλίγα Δαιμόνια τοὺς θεοὺς αὐτῶν ἐκάλουν· ἦσαν γὰρ αἱ πόλεις δαιμό νων πλήρεις.

Ἐπιλαβόμενοι δὲ αὐτοῦ, ἐπὶ τὸν Ἄρειον Πάγου ἤγαγον, λέγοντες, δυνάμεθα γνῶναι, τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή ;

66

10

Τοῦ Αὐτοῦ. Ἦγον αὐτὸν, φησὶν, “ ἐπὶ τὸν Ἄρειον πάγον” οὐχ ὥς τι μαθεῖν, ἀλλ ̓ ὥστε κολάσαι ἔνθα αἱ φονικαὶ δίκαι. ὅρα γοῦν 15 καὶ ἐλπίδι τοῦ μαθεῖν πανταχοῦ τὴν καινοτομίαν ἐγκαλοῦσι· λάλων πόλις, ἡ πόλις ἐκείνη ἦν.

ἸΣΙΔΩΡΟΥ ΠΗΛΟΥΣΙΩΤΟΥ ΕΠΙΣΤΟΛΗ͂Σ ΦΑ'. Ἐπειδὴ γέγραφας, τίνος ἕνεκεν Ἄρειος Πάγος ἐκαλεῖτο τὸ ἐν Ἀθηναῖς δικαστήριον, ἐν ᾧ καὶ ὁ Παῦλος ἐδημηγόρησεν, ἀντεπιστέλλω, ὅτι ὁ Ἄρης ὡς 20 φασὶν ἐκεῖσε δίκας ἔδωκε· πάγος δὲ ὁ ὑψηλὸς τόπος· ἐν γὰρ ὄχθῳ τινὶ ἦν ἐκεῖνο τὸ δικαστήριον· ὅθεν καὶ πάγαρχοι καλοῦνται παρὰ τισὶν οἱ τῶν τόπων ἢ κωμῶν τινῶν ἄρχοντες.

Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· 21 βουλόμεθα οὖν γνῶναι, τίνα θέλει εἶναι ταῦτα. Ἀθηναῖοι 25 δὲ πάντες, καὶ οἱ ἐπιδημοῦντες ξένοι, εἰς οὐδὲν ἕτερον 22 εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου, εἶπεν,

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐνταῦθα ἐκεῖνο σημαίνεται, ὅτι καίτοι ἀεὶ ἐν τούτῳ ἀσχολούμενοι τῷ λαλεῖν καὶ ἀκούειν, ὅμως ξενίζοντα 30 ἐνόμιζον εἶναι ἐκεῖνα, ἅπερ οὐδέποτε ἤκουσαν.

Εἰ ἄνθρωπον ἐκήρυσσεν ἐσταυρῶσθαι, οὐ ξενὸν ἦν τὸ λεγόμενον εἰ δὲ Θεὸν ἔλεγεν ἐσταυρῶσθαι καὶ ἐγηγέρθαι, ὄντως ξενίζοντα εἰσε έφερεν εἰς τὰς ἀκοὰς αὐτῶν.

ΚΕΦ. Κς.

Περὶ τῆς ἐν ̓Αθηναῖς ἐπιβωμίου γραφῆς, φιλοσόφου τὲ κηρύγματος, καὶ
εὐσεβείας τοῦ Παύλου,

̓́Ανδρες Αθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέ ρους ὑμᾶς θεωρώ.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὥσπερ ἐγκωμιάζειν αὐτοὺς δοκεῖ, οὐδὲν βαρὺ λέγων· σε ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ.”

5

ΤΟΥ ΑΥ̓ΤΟΥ͂ ΕΚ ΤΟΥ ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ ΛΟΓΟΥ. Ἐπεὶ καὶ Παν λος εἰσελθὼν εἰς τὰς ̓Αθήνας οὐκ ἀπὸ προφητῶν οὐδὲ ἐξ εὐαγγε λίων αὐτοῖς διελέγετο, ἀλλ ̓ ἀπὸ βωμοῦ τὴν παραίνεσιν ἐποιεῖτο το οὐκ ἐπειδὴ τὸν βωμὸν ἀξιοπιστότερον εἶναι τῶν εὐαγγελίων ἐνόμι ζεν, οὐδὲ ἐπειδὴ τὰ γράμματα τὰ ἐκεῖ κείμενα τῶν προφητῶν εἶναι τιμιώτερα ἀλλ ̓ ἐπειδὴ πρὸς τοὺς Ἕλληνας διελέγετο, τοὺς οὐδενὶ τῶν ἡμετέρων πιστεύοντας, ἀπὸ τῶν οἰκείων αὐτοὺς ἐχειρώ σατο δογμάτων· διὰ τοῦτό φησιν, “ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς 15 σε Ἰουδαῖος, καὶ τὰ ἑξῆς.

66

66

Τοῦτό ἐστι τὸ εἰρημένον τῷ Ἀποστόλῳ, “ ἐγενόμην τοῖς ἀνό66 μοις ὡς ἄνομος, ἵνα κερδήσω ἀνόμους.” Ἀθηναίοις γὰρ δημηγορῶν, οὐκ ἀπὸ προφητῶν οὐδὲ ἀπὸ τοῦ νόμου διελέχθη, ἀλλ ̓ ἀπὸ βωμοῦ τὴν παραίνεσιν ἐποιήσατο· ἀπὸ τῶν οἰκείων αὐτοὺς έχει- 20 ρώσατο δογμάτων· διὸ οὐκ εἶπεν ἄνομος, ἀλλ ̓ ὡς ἄνομος. 23 Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπέγραπτο, ἀγνώστῳ θεῷ.

66

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐκ εἶπε τοὺς δαίμονας ἁπλῶς, ἀλλὰ προοδοποιεῖ τῷ λόγῳ· διὰ τοῦτο φησὶ, “ δεισιδαιμονεστέρους ὑμᾶς 25 · θεωρῶ;” διὰ τὸν βωμόν· ἐφθέγξατο φωνὴν μίαν, δι' ἧς πάντα κατά έστρεψε τὰ τῶν φιλοσόφων. οἱ μὲν γὰρ Επικούρειοι αυτόματα φησὶ καὶ ἀπὸ ἀτόμων· οἱ δὲ Στοϊκοὶ σῶμα καὶ ἐκπύρωσιν· ἀλλ ̓ ἔργον αὐτοῦ φησὶ τὸν κόσμον, καὶ τὰ ἐν αὐτῷ πάντα· ὅρα συντομίαν καὶ ἐν συντομίᾳ σαφήνειαν· ὅρα τίνα ἦν ξενίζοντα αὐτούς· 30 ὅτι ὁ Θεὸς τὸν κόσμον ἐποίησεν· ἃ καὶ τῶν τυχόντων ἴσασι τινὲς νυνὶ, ταῦτα οὐκ ᾔδεσαν Ἀθηναῖοι, καὶ Ἀθηναίων οἱ φιλόσοφοι· εἰ γὰρ ἐποίησε, δηλονότι καὶ Κύριος. ὅρα τί φησι, θεότητος εἶναι γνώρισμα τὸ δημιουργικὸν, ὅπερ ἔχει καὶ ὁ Χριστός· καὶ γὰρ οἱ

προφῆται πανταχοῦ τοῦτο φασὶ, Θεοῦ τὸ δημιουργεῖν· οὐχ ὥστ περ ἐκεῖνοι· ἄλλον μὲν γὰρ τὸν ποιητήν φασιν, οὐ κύριον δὲ, ὕλην ἀγέννητον ὑποθέντες.

Δεισιδαίμων λέγεται ὁ δεδιὼς τὰ δαιμόνια, ὁ πάντα θειάζων καὶ λίθον καὶ ξύλον καὶ πνεῦμα.

παρ

5

Του ΧΡΥΣΟΣΤΟΜΟΥ ΠΡΟΣ ΤΟΥΣ ΜΗ ΑΠΑΝΤΗΣΑΝΤΑΣ ΕΙΣ ΤΗΝ ΣΥΝΑΞΙΝ, ΚΑΙ ΕΙΣ Τὸ ΜΗ ΠΑΡΑΤΡΕΧΕΙΝ ΤΑΣ ΕΠΙΓΡΑΦΑΣ ΤΩΝ ΒΙΒΛΙΩΝ ΚΑΙ ΕΙΣ Τὸ ΕΠΙΓΡΑΜΜΑ ΤΟΥ ΒΩΜΟΥ͂. Βούλεσθε μαθεῖν ὅση τῆς ἐπιγραφῆς ἡ ἰσχὺς, ὅση ἡ δύναμις, ὅσος ἀπόκειται θησαυρὸς ἐν ταῖς ἐπιγραφαῖς τῶν γραφῶν; ἀκούσατε ἵνα μὴ κατα-10 φρονῆτε τῆς ἐπιγραφῆς τῶν θείων βιβλίων. εἰσῆλθεν εἰς Ἀθήνας ὁ Παῦλος ποτὲ, ἐν αὐτῷ τῷ βιβλίῳ τούτῳ ἐπιγέγραπται ἡ ἱστορία αὕτη· εὗρεν ἐν τῇ πόλει οὐχὶ βιβλίον θεῖον, ἀλλὰ βωμὸν ἑστηκότα, βωμὸν εἰδώλου· εὗρεν ἐπιγραφὴν οὕτως ἔχουσαν, ἀγνώστῳ θεῷ· καὶ οὐ παρέδραμεν, ἀλλ ̓ ἀπὸ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὸν 15 βωμὸν καθεῖλε Παῦλος ὁ ἅγιος, ὁ Πνεύματος χάριν ἔχων· οὐ έδραμε βωμοῦ ἐπίγραμμα, καὶ σὺ ἐπιγραφὴν γραφῶν παρατρέ χεις· ἐκεῖνος οὐκ ἀφῆκεν ἅπερ ἔγραψαν Ἀθηναῖοι οἱ εἰδωλολάτραι, καὶ σὺ ἃ ἐπέγραψε τὸ Πνεῦμα τὸ Ἅγιον οὐ νομίζεις εἶναι ἀναγ καῖα καὶ ποίαν ἔχεις συγγνώμην; ἀλλὰ γὰρ ἴδωμεν πόσον το 20 κέρδος ἀπὸ τοῦ ἐπιγράμματός ἐστιν· ἵνα ὅταν ἴδῃς ἐπίγραμμα βωμῷ ἐγκεκολαμμένον, ὅτι τοσαύτην παρέσχε τὴν ἰσχὺν, μάθῃς ὅτι πολλῷ μᾶλλον τὰ ἐπιγράμματα τῶν θείων γραφῶν τοῦτο ποιῆσαι δυνήσεται. εἰσῆλθεν εἰς τὴν πόλιν· εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπται ἀγνώστῳ θεῷ· τί ἔδει ποιῆσαι ; Ἕλληνες πάντως ἦσαν 25 ἀσεβεῖς πάντες· τί οὖν ἐχρῆν ποιῆσαι; ἀπὸ εὐαγγελίων δια λεχθῆναι; ἀλλὰ καταγέλων· ἀλλ ̓ ἀπὸ προφητῶν; ἀλλ ̓ οὐκ ἐπίστευον· τί οὖν ἐποίησεν; ἐπὶ τὸν βωμὸν ἔδραμε, καὶ ἀπὸ τῶν ὅπλων τῶν πολεμίων αὐτοὺς ἐχειρώσατο· καὶ τοῦτό ἐστιν ὃ λέγει·

66

66

το

ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς 30 ἀνόμοις ὡς ἄνομος.” εἶδε τὸν βωμόν· εἶδε τὸ ἐπίγραμμα· ἀνέστη τῷ Πνεύματι τοιαύτη γὰρ ἡ Πνεύματος χάρις παντόθεν ποιεῖ κερδαίνειν τοὺς ὑποδεχομένους αὐτήν· τοιαῦτα ἡμῶν τὰ ὅπλα τὰ πνευματικά· “ αἰχμαλωτίζοντα” γάρ, φησι, “ πᾶν νοῆμα εἰς τὴν σε ὑπακοὴν τοῦ Χριστοῦ·” εἶδε τοίνυν τὸν βωμόν· οὐκ ἐδειλίασεν, 35

66

66

ἀλλὰ μετέστησε τὰ γράμματα πρὸς αὐτόν· μᾶλλον δὲ τὰ γράμματα ἀφ ̓ οὗ μετέθηκεν αὐτῶν τὸ νόημα· καὶ καθάπερ ἐν που λέμῳ στρατηγὸς ἰδὼν στρατιώτην ἐν τῇ παρατάξει τῶν πολεμίων γενναῖον καὶ μέγαν· εἶτα λαβόμενος ἀπὸ τῆς κόμης τοῦ στρατιώ του πρὸς τὴν ἑαυτοῦ τάξιν αὐτὸν μεταστήσειεν, καὶ παρασκευάσει 5 ὑπὲρ αὐτοῦ πολεμεῖν· οὕτω καὶ Παῦλος ἐποίησε· καθάπερ ἐν παρατάξει πολεμίων, τὸ ἐπίγραμμα εὑρὼν ἐν τῷ βωμῷ γεγραμμένον, πρὸς τὴν ἑαυτοῦ τάξιν μετέστησεν· ἵνα μετὰ Παύλου τοῖς Αθηναίοις πολεμεῖ, ἀλλὰ μὴ μετὰ Ἀθηναίων τὸν Παῦλον βάλλῃ ξίφος ἦν τῶν Ἀθηναίων· μάχαιρα ἦν τῶν πολεμίων τὸ ἐπίγραμμα το ἐκεῖνο· ἀλλ ̓ αὕτη ἡ μάχαιρα τῶν πολεμίων τὴν κεφαλὴν ἐξέτεμεν οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ ἐν τοῖς οἰκείοις ὅπλοις αὐτοὺς ἐχειρώ σατο· τοῦτο γὰρ κατὰ λόγον σημαίνει· τὸ γὰρ καινὸν καὶ παράδοξον· ὅταν τὰ τῶν πολεμίων ὅπλα, ταῦτα μηχανήματα τοῖς πολεμίοις ταῦτα προσάγηται· ὅταν τὸ ξίφος, ὃ καθ ̓ ἡμῶν βαστάζουσι, 15 τοῦτο αὐτοῖς τὴν καιρίαν ἐπάγῃ πληγήν τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις· οὕτω καὶ ὁ Δαβὶδ ἐποίησε ποτέ· ἐξῆλθε γυμνὸς τῶν ὅπλων, ἵνα φανῇ ἡ τοῦ Θεοῦ χάρις γυμνή μηδὲν γὰρ ἀνθρώπινον ἔστω φησὶν, ὅταν ὁ Θεὸς ὑπὲρ ἡμῶν πολεμῇ· ἐξῆλθε τοίνυν γυμνὸς τῶν ὅπλων, καὶ κατήνεγκε τὸν πῦργον ἐκεῖνον· εἶτα 20 ἐπειδὴ ὅπλα οὐκ εἶχε, δραμὼν ἥρπασε τὴν μάχαιραν τοῦ Γιλιὰδ, καὶ οὕτω τὴν κεφαλὴν ἐξέτεμε τοῦ βαρβάρου· οὕτω καὶ ὁ Παῦλος ἐποίησεν ἐπὶ τοῦ ἐπιγράμματος τούτου· καὶ ἵνα σαφέστερος γένηται ὁ τῆς νίκης τρόπος, καὶ τὴν δύναμιν ὑμῖν τοῦ ἐπιγράμματος ἐρῶ· εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπτο ἀγνώστῳ θεῷ· τίς δὲ ἦν ἄλ-15 λος ἀγνοούμενος θεὸς ἀλλ ̓ ἢ ὁ Χριστός; εἶδες πῶς συνέτως μετά έστησε πρὸς ἑαυτὸν τὸ ὄνομα· εἶδες πῶς ἠχμαλώτισε τὸ ἐπίγραμμα, οὐκ ἐπὶ κακῷ τῶν γραψάντων, ἀλλ ̓ ἐπὶ σωτηρίᾳ αὐτῶν καὶ προνοίᾳ· τί οὖν ; οἱ Ἀθηναῖοι διὰ τὸν Χριστὸν ἔγραψαν τοῦτό φησιν; εἰ διὰ τὸν Χριστὸν ἔγραψαν οἱ Ἀθηναῖοι, οὐκ ἦν οὕτω θαν- 30 μαστὸν τὸ κατόρθωμα τοῦ Παύλου· ἀλλὰ τὸ θαυμαστόν ἐστιν, ὅτι ἐκεῖνοι μὲν ἄλλως ἔγραψαν, οὗτος δὲ ἴσχυσεν ἄλλως αὐτὸ μεταβαλεῖν· πρότερον δὲ ἀναγκαῖον εἰπεῖν τίνος ἕνεκεν ἔγραψαν οἱ

p ἕνεκεν suppl. rec. n. in marg.

Ἀθηναῖοι ἀγνώστῳ θεῷ· τίνος ἕνεκεν ἔγραψαν ; πολλοὺς εἶχον θεοὺς ἐκεῖνοι, μᾶλλον δὲ πολλοὺς δαίμονας, πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, καὶ ἐπιχωρίους καὶ ξένους, καθάπερ ἐπ ̓ ἀνθρώπων ὁρᾶτε ὅσος ὁ κατάγελως, εἰ γὰρ θεός ἐστιν, οὐκ ἔστι ξένος τῆς γὰρ οἰκουμένης ἁπάσης δεσπότης ἐστί· τούτους τοίνυν τοὺς μὲν 5 παρὰ πατέρων εἶχον δεξάμενοι, τοὺς δὲ ἀπὸ τῶν πλησίον ἐθνῶν, οἷον ἀπὸ Σκυθῶν, ἀπὸ Θρᾳκῶν, ἀπὸ Αἰγυπτίων. καὶ εἰ τῆς ἔξωθεν παιδεύσεως ἦτε ἔμπειροι, καὶ ταύτας ἂν ὑμῖν ἀνέγνων τὰς ἱστο ρίας ἁπάσας· ἐπεὶ οὖν οὐκ ἐξ ἀρχῆς πάντας ἐδέξαντο, ἀλλὰ κατὰ μικρὸν εἰσηνέχθησαν αὐτοῖς· ὁα μὲν ἐπὶ τῶν πατέρων, οἱ δὲ ἐπὶ το τῶν πάππων, οἱ δὲ ἐπὶ τῆς γενεᾶς τῆς αὐτῶν, συνελθόντες εἶπον, ὅτι ὥσπερ τούτους ἠγνίουμεν φησὶν, εἶτα ὕστερον αὐτοὺς ἐδεξά μεθα καὶ ἐγνωρίσαμεν· οὕτω συμβαίνει καὶ ἄλλον εἶναι ἀγνοούμεναν καὶ ὄντα θεὸν, οὐ γνωριζόμενον δὲ ὑφ ̓ ὑμῶν· καὶ διὰ τοῦτο λανθάνειν ἀμελούμενον, καὶ μὴ θεραπευόμενον· τί οὖν ; ἵνα γένηται, 15 ἔστησαν βωμὸν καὶ ἐπέγραψαν ἀγνώστῳ θεῷ· τοῦτο λέγοντες διὰ τοῦ ἐπιγράμματος, ὅτι καὶ εἴτις ἐστὶ θεὸς ἕτερος οὐδέπω γνωσθεὶς ἡμῖν, κἀκεῖνον θεραπεύσωμεν· ὅρα ὑπερβολὴν δεισιδαιμονίας· διὰ τοῦτο ὁ Παῦλος ἀρχόμενος ἔφη σε κατὰ πάντα ὡς δεισιδαιμονεστέ

66

ρους ὑμᾶς θεωρῶ” οὐ γὰρ τοὺς γνωρίμους ὑμῖν δαίμονας θεραπεύ- 20 ετε μόνον, ἀλλὰ καὶ τοὺς οὔπω γνωρισθέντας ὑμῖν. ἐκεῖνοι μὲν διὰ τοῦτο ἐπέγραψαν ἀγνώστῳ θεῷ· ὁ δὲ Παῦλος ἑτέρως ἠρμήνευσεν οἱ μὲν τοῦτο περὶ ἄλλων ἔλεγον, αὐτὸς δὲ αὐτὸν μετέστησε πρὸς τὸν Χριστὸν, αἰχμαλωτίσας τὸ νόημα, καὶ μεθ ̓ ἑαυτοῦ στήσας ἐν τῇ παρατάξει τῇ ἑαυτοῦ· “ ὃν γὰρ ἀγνοοῦντες εὐσεβεῖτε ὑμεῖς, 25 “ τοῦτον ἐγὼ καταγγέλλω;” φησίν· ἄγνωστος γὰρ θεὸς οὐκ ἄλλος ἐστιν, ἀλλ ̓ ἢ ὁ Χριστός· καὶ ὅρα σύνεσιν πνευματικήν· ἔμελλον αὐτῷ ἐγκαλεῖν μετὰ ταῦτα, ὅτι ξενίζοντα δόγματα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· ὅτι καινοτομεῖς· ὅτι θεὸν εἰσφέρεις ὃν οὐκ ἴσμεν· βουλόμενος τοίνυν ἀπαλλαγῆναι τῆς ὑποψίας τῆς κατὰ τὴν καινο- 30 τομίαν, καὶ διδάξαι ὅτι οὐ ξενὸν κηρύττει θεὸν, ἀλλ ̓ ὃν προσλαβόντες αὐτοὶ διὰ τῆς θεραπείας ἐτίμησαν, ἐπήγαγε καὶ εἶπεν· ὅτι “ ὃν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν ὑμεῖς με

66

4 Sic.

PP

« PreviousContinue »