Page images
PDF
EPUB

προελάβετε, φησίν· ἔφθασεν ὑμῶν ἡ θεραπεία τὸ ἐμὸν κήρυγμα μὴ τοίνυν ἐγκαλεῖ μοι ὅτι ξενὸν εἰσφέρω θεὸν, τοῦτον γὰρ καταγ γέλλω ὃν ὑμεῖς ἀγνοοῦντες θεραπεύετε, οὐκ ἀξίῳ μὲν ἑαυτοῦ τρόπῳ, θεραπεύετε δὲ ὅμως· οὐ γὰρ τοιοῦτος βωμὸς ἵσταται τῷ Χριστῷ, ἀλλὰ βωμὸς ἔμψυχος καὶ πνευματικός· ἀλλ ̓ ἀπὸ τούτου 5 ὑμᾶς, καὶ πρὸς ἐκεῖνον, ἀναγαγεῖν δύναμαι· οὕτω καὶ Ἰουδαῖοι τὸ παλαιὸν ἐθεράπευον· ἀλλ ̓ ἀπέστησαν ἀπὸ τῆς σωματικής θερα πείας, καὶ ἦλθον ἐπὶ τὴν πνευματικὴν, οἱ πιστεύσαντες ἅπαντες εἶδες πῶς ἐχειρώσατο αὐτοὺς, οὐκ ἀπὸ εὐαγγελίων, οὐκ ἀπὸ προφητῶν, οὐκ ἀπὸ ῥημάτων πνευματικῶν, ἀλλ ̓ ἀπὸ ἐπιγράμματος" το μὴ παράτρεχε τοίνυν, ἀγαπητὲς τὴν ἐπιγραφὴν τῶν θείων γραφῶν ἂν μὲν γὰρ νήφῃς καὶ ἐγρήγορος ᾖς, καὶ ἐπ ̓ ἀλλοτρίοις εὑρήσεις τι χρήσιμον· ἂν δὲ ῥάθυμος καὶ ἀναπεπτωκὼς ἦς, οὐδὲ ἀπὸ τῶν γραφῶν ἔσται σοί τι πλέον· ὥσπερ γὰρ ὁ εἰδὼς κερδαίνειν, ἁπανταχόθεν κερδαίνει, οὕτως ὁ μὴ εἰδὼς, κἂν θησαυρὸν εὕρῃ, κενὸς 15 ἄπεισι.

Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.

ΚΥΡΙΛΛΟΥ. Τουτέστι τὸν Θεὸν τὸν ὕψιστον· οἱ γὰρ δείλαιοι Έλληνες οἴονται εὐσεβεῖν καὶ τὸν ὄντως ὄντα Θεὸν, ἐὰν τοῖς λει-20 ποῖς θεοῖς σχοῖεν τὸ σέβας αὐτοῦ· ἀγνοοῦντες ὅτι μείζονος τιμω ρίας ἀξιωθήσονται, τὸ φῶς τῷ σκότει συγκρίνοντες, καὶ τῷ φαύλῳ τὸ ἀγαθὸν, καὶ τῷ ἀλόγῳ τὸ νερὸν, καὶ τῷ εὐτελεῖ τὸ θεῖον· ὅθεν καὶ μωροὺς αὐτοὺς ἐκάλεσε λέγων, “ φάσκοντες εἶναι σοφοὶ ἐμωσε ράνθησαν.

66

25

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ κατὰ καιρὸν πολλοὺς ἐδέξαντο θεοὺς, καὶ ἀπὸ τῆς ὑπερορίας, οἷον τὸ τῆς Ἀθηνᾶς ἱερὸν, οἷον τὸν Πάνα, καὶ ἄλλους πολλαχόθεν, δεδοικότες μήποτε καὶ ἄλλος τις ᾖ, αὐτοῖς μὲν οὐδέπω γνώριμος, θεραπευό μενος δὲ ἀλλαχοῦ, ὑπὲρ πλείονος δῆθεν ἀσφαλείας, καὶ τούτῳ 30 βωμὸν ἔστησαν· καὶ ἐπειδὴ οὐκ ἦν δῆλος ὁ θεὸς, ἐπεγέγραπτο ἀγνώστῳ θεῷ· τοῦτον οὖν Χριστὸν Ἰησοῦν εἶναι φησὶ, τὸν πάντων Θεὸν, “ τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν ὅρα πῶς δείκνυσι προειλη

φότας αὐτούς· καὶ οὐδὲν ξένον φησὶν, οὐδὲν καινὸν προσφέρω· ἄνω, κάτω τοῦτο ἔλεγον· τίς ἡ καινὴ αὕτη λαλουμένη ὑπὸ σοῦ διδαχή; ξενίζοντα τινὰ εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν.

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Ὥσπέρ ἐστι ζῆλον Θεοῦ ἔχειν μὴ κατ ̓ ἐπίγνωσιν, οὕτω καὶ εὐσεβεῖν ἐστι καὶ ἀγνοεῖν τὸν Θεόν· ἑκάτερον 5 δὲ πρόθεσιν δηλοῖ χρηστὴν, ἐσφαλμένην δὲ ὅμως· ἄξιον τοίνυν θαυμάσαι τοῦ Παύλου τὴν σύνεσιν, πρῶτον μὲν ἀφ ̓ ὧν ἔπραττον, ἀπὸ τούτων αὐτοῖς ἀναπλέξαντα τὴν μυσταγωγίαν· δεύτερον δὲ, τοῦ ἐπὶ τὸν λόγον τοῦτον εὐθέως αὐτοὺς ἀγαγεῖν τὸν περὶ δημιουργίας ἅτε πολλοὺς τῶν Ἐπικουρείων, ὡς καὶ ὁ συγγραφεὺς ἐπισημαία το νεται, παρεστῶτας ὁρῶντα· οὗτοι δὲ ἀγένητον τὸν κόσμον καὶ ἐξ αὐτοματισμοῦ φασί· τρίτον, τοῦ τῶν ξοάνων ἀνατροπὴν ποιήσασθαι, ἅτε καὶ δεομένων τῆς διὰ χειρῶν ἀνθρώπων θεραπείας εἰ μὴ γὰρ ἐπιμελοῖντο, διαφθείρονται· τὸ τέταρτον, τοῦ λέγειν ἐξ αὐτοῦ τοῦ Θεοῦ καὶ τὸ ἀναπνεῖν ἡμῖν ὑπάρχειν· πέμπτον, τοῦ ἐκ 15 τοῦ Ἀδὰμ πάντων τῶν ἐθνῶν διδάξαι τὴν γένεσιν· ἕκτον, τοῦ τοὺς αὐτῶν αὐτοῖς περὶ τῶν λεγομένων προσφέρειν μάρτυρας· πρὸς δὲ τούτοις ἅπασι τὸν περὶ τῆς οἰκονομίας αὐτοῖς παραθεῖναι λόγον, ἀρξάμενον ἀπὸ μετανοίας, καὶ τοῦτον ἀμυδρῶς καὶ ἐπικεκαλυμ μένως· οὐ γὰρ ἐκ πρώτης ἀκροάσεως δυνατοὶ ἦσαν περὶ τῆς θεό-20 τητος ἀκούειν τοῦ Ἰησοῦ· διὸ ἀπὸ τῆς ἐνανθρωπήσεως ἄρχεται, ἀκροβολισάμενος αὐτοῖς καὶ τὸν περὶ ἀναστάσεως λόγον περὶ ἧς καὶ ζήτησιν πάρεσχε τισὶ, καὶ πίστιν ἐκ τῆς ζητήσεως.

ΤΟ

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐ γὰρ ἦν δυνατὸν διὰ τῆς ἔξωθεν του φίας τὴν ἀκρίβειαν γινώσκειν· αὕτη γὰρ καθάπερ τις θεραπαινίς 25 ἠτιμωμένη, οὐκ ἠφείθη ἔνδον εἰσελθεῖν καὶ παρακύψαι εἰς τὰ δεσμωτικά μυστήρια.

ΔιΔήμου. Ὥσπέρ ἐστι ζῆλον Θεοῦ ἔχειν μὴ κατ ̓ ἐπίγνωσιν, οὕτω καὶ εὐσεβεῖν καὶ ἀγνοεῖν τὸν Θεόν· ἑκάτερον γὰρ δηλοῖ πρός θεσιν χρηστὴν, ἐσφαλμένην δέ· τοιοῦτοί εἰσιν οἱ τῇ κτίσει προσ- 30 κυνοῦντες, καὶ οἱ διώκοντες τοὺς προφήτας καὶ τὸν Υἱὸν τοῦ Θεοῦ· καὶ ἀγνοοῦντες τὸν Θεὸν, οἰόμενοι δὲ εὐσεβεῖν ἢ εἰδέναι τὸν Θεὸν, ἀγνοοῦντες δὲ τὴν οἰκονομίαν αὐτοῦ· ὁ γὰρ τοῦ κόσμου δημιουργός οὐκ αἰσθητὴ οὐσία ἐστί· διὸ καὶ ἀπερίγραφος καὶ τόπῳ ἀπεριό4 μήκετι Cod. sed corr. rec. m.

ριστος,

οὐκ ἐν ναοῖς ἐξ ἀνθρώπων γεγονόσιν ἐνοικεῖ, κατὰ τὰ ἀγάλ ματα πρὸς ἄνθρωπον ἢ ἕτερον κτίσμα μεμορφωμένα, ὡς δεῖσθαι ἀνθρωπίνης αὐτῷ προσαγομένης θεραπείας, οἷον θυσίων, ἢ τινὸς τοιούτου· ἐκείνῳ γὰρ ἀρέσκεται, ὃς οὐ χαρακτηρίζει αὐτὸν ἐν τόπῳ, οὔτε ἀφομοιοῖ αὐτὸν αἰσθητῇ μορφῇ· τῷ μὴ εἶναι αὐτὸν 5 ὅμοιον μηδεμιᾷ αἰσθητῇ ἐνθυμήσει· εἰ δὲ “ ἐν αὐτῷ πάντες ζῶμεν, σε καὶ ἐσμὲν, καὶ κινούμεθα...” οὐκοῦν διὰ πάντων χωρῶν οὐκ ἐν τόπῳ ἐστι περίγραπτος· οὗτος ἐκ τοῦ Ἀδὰμ ἐποίησε γένος πρὸς τὸ οἰκεῖν πᾶσαν τὴν γῆν· οὗτος πατὴρ τοῦ παντὸς ἀνθρώπων γένους ὡμολόγηται· τοῦτον τέχνη οὐ δύναται γνωστὸν ποιῆσαι· ἀλλὰ το μόνος ὁ Υἱὸς τὸν Πατέρα ἀποκαλύπτει, καὶ ὁ Πατὴρ τὸν Υἱὸν σε οἷς βούλεται” σε οὐ σὰρξ καὶ αἷμα, τουτέστιν ἀνθρωπίνη ἐπίνεια.

24

66

ΙΣΙΔΩΡΟΥ ΠΗΛΟΥΣΙΩΤΟΥ ΕΠΙΣΤΟΛΕΣ ΑΦΑϛ. Δύο φησίν αἰτίας εἶναι τῷ ἐπιγεγράφθαι Ἀθήνησι τῷ βωμῷ, ἀγνώστῳ θεῷ· οἱ μὲν γάρ φασιν ὡς Φιλιππίδην ἔπεμψαν Ἀθηναῖοι ἡμεροδρόμον πρὸς 15 Λακεδαιμονίους περὶ συμμαχίας, ἡνίκα Πέρσαι ἐπεστράτευσαν τῇ Ἑλλάδι· ᾧ κατὰ τὸ Παρθένιον ὅρος Πανὸς φάσμα ἐντυχὸν, ᾐτιᾶτο μὲν Ἀθηναίους ὡς ἀμελοῦντας αὐτοῦ, ἄλλους θεοὺς θεραπεύοντας, βοηθεῖν δὲ ἐπηγγέλλετο· νικήσαντες οὖν, βωμὸν ᾠκοδόμησαν, καὶ ἐπέγραψαν ἀγνώστῳ θεῷ· ἄλλοι δέ φησιν, ὅτι λοιμός 20 κατέσκηψε ποτὲ Ἀθηνάζε· καὶ εἰς τοσοῦτον αὐτοὺς ἐξέκαυσεν, ὡς μηδὲ τῶν λεπτοτάτων σινδόνων ἀνέχεσθαι· τοὺς νομιζομένους οὖν θεοὺς αὐτῶν θεραπεύοντες, οὐδὲν ἀπώναντο· ἐννοήσαντες οὖν ὅτι ἴσως τίς ἐστι θεὸς, ὃν αὐτοὶ κατέλιπον ἀγέραστον, ὁ τὸν λοιμὸν καταπέμψας, νέον δειμάμενοι βωμὸν, καὶ ἐπιγράψαντες ἀγνώστῳ θεῷ, 15 καὶ θύσαντες, εὐθέως ἐθεραπεύθησαν· ταῦτα λαβὼν ὁ Παῦλος, ἐκ τῶν οἰκείων δογμάτων τοὺς μέγα ἐπὶ σοφίᾳ φρονοῦντας Αθηναίους ἐχειρώσατο.

Ὁ Θεὸς, ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος,

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἵνα μὴ νομίσωσιν ἕνα τῶν πολλῶν εἶναι θεὸν, τὸν ὑπ ̓ αὐτοῦ κηρυττόμενον, διορθοῦται ἐπάγων, “ οὐκ ἐν χει

66

σε ροποιήτοις ναοῖς κατοικεῖ.”

30

25

Οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται, προσδεόμενος τινὸς,

το

Τοῦ Αὐτοῦ. Ὁρᾶς πῶς κατὰ μικρὸν εἰσάγει τὴν φιλοσοφίαν πῶς καταγελᾷ τῆς Ἑλληνικῆς πλάνης. Καὶ μετ ̓ ὀλίγα-Ενταῦθα λοιπὸν αἰνιγματωδῶς εἶπε τὸ αὐτοῦ καὶ ἔστησε, καὶ καθαι- 5 ρεῖ τὸ ἐκείνων· οἰκεῖ μὲν γὰρ ἐν ναοῖς, ἀλλ ̓ οὐκ ἐν τοιούτοις· ἀλλ ̓ ἐν ἀνθρωπίνῃ ψυχῇ τὴν σωματικὴν ἀνεῖλε λατρείαν· τί οὖν; οὐ κατῴκει ἐν τῷ ναῷ τῶν Ἱεροσολύμων; οὐ δῆτα, ἀλλ ̓ ἐνήργει πῶς οὖν ἐθεραπεύετο ὑπὸ χειρῶν ἀνθρώπων παρὰ Ἰουδαίοις; οὐχ ὑπὸ χειρῶν, ἀλλ ̓ ὑπὸ διανοίας· ἐπεὶ ἐκεῖνά γε οὐ ζητεῖ οὗτος, ὡς το προσδεόμενος σε μὴ φάγομαι, φησί, σε κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι ;”

66

66

66

Αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα·

Τοῦ Αὐτοῦ. Δύο τεκμήρια θεότητος, τὸ αὐτόν τε μηδένος δεῖσθαι, καὶ πᾶσι πάντα παρέχειν. πάραγε ἐνταῦθα Πλάτωνα, ὅσα 15 περὶ Θεοῦ ἐφιλοσόφησεν, ὅσα Επίκουρος, καὶ πάντα λῆρος πρὸς ταῦτα· σε διδούς;” φησι, σε ζωὴν καὶ πνοήν.” ἰδοὺ καὶ τῆς ψυχῆς δημιουργὸν αὐτὸν ποιεῖ, οὐ γεννήτορα.

26 Ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων, κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς,

20

Τοῦ Αὐτοῦ. Ταῦτα βελτίω ἐκείνων· καὶ πόση κατηγορία τῶν τε ἀτόμων καὶ τῆς ὕλης· ὅτι οὐκ ἔστι μερικὴ, οὐδὲ ψυχὴ τοῦ οὐρανοῦ· τοῦτο δὲ οὐκ ἔστι δημιουργὸν εἶναι, ὅπερ ἐκεῖνοι φασὶν, ἀλλὰ καὶ διανοίᾳ θεραπεύεται αὐτὸς, οὐκ οἱ μερικοὶ δαίμονες· καὶ τὰ πάντα αὐτοῦ ἐστι φησί πῶς καὶ ἄνθρωπος γέγονε πρότερον 25 ἔδειξεν· ὅτι οὐ κατοικεῖ, καὶ τότε ἀπεφήνατο· εἰ ὁ Θεὸς, πάντα ἐποίησε δηλονότι· εἰ δὲ μὴ ἐποίησεν ὁ Θεὸς, θεοὶ οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· πολλῷ μείζονα δόγματα εἰσάγει καίτοι οὐδέπω τὰ μεγάλα εἶπεν, ἀλλ ̓ ὡς παισὶ διελέγετο καὶ πολλῷ μείζω ταῦτα ἐκείνων ἦν, τὴν δημιουργίαν, τὴν 30 κυριότητα, τὸ ἀνενδέες, τὸ πάντων αἴτιον ἀγαθῶν ἐδήλωσεν· ἀλλὰ πῶς θεραπεύεται εἶπεν· οὔπω καιρός· τί τούτου τοῦ ὑψηλοῦ ἶσον; θαυμαστὸν καὶ τοῦτο, ἐξ ἑνὸς ποιῆσαι τοσούτους· ἀλλὰ καὶ ποιήσας αὐτοὺς συγκρατεί.

Ορίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας 27 τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλα φήσειεν αὐτὸν ἡ εὔροιεν,

Τοῦ Αὐτοῦ. Ὥρισε ζητῆσαι τὸν Θεόν· ἀλλ ̓ οὐ διὰ παντὸς τοῦτο ὥρισεν, ἀλλὰ προστεταγμένους καιρούς· δεικνὺς, ὅτι νῦν 5 οὐχὶ ζητήσαντες εὗρον· ἐπειδὴ γὰρ ζητήσαντες οὐχ εὗρον, δείκνυσιν ὅτι οὕτως ἦν φανερὸς, ὥσπερ ἂν εἰς μέσον ψηλαφώμενος· οὐ γὰρ ἐνταῦθα μὲν ἦν οὐρανὸς, ἀλλαχοῦ δὲ οὐ· οὐδὲ ἐν τούτῳ μὲν τῷ χρόνῳ ἦν, ἄλλῳ δὲ οὐ· ὥστε καὶ κατὰ πάντα καιρὸν καὶ κατὰ πᾶσαν ὁροθεσίαν δυνατὸν αὐτὸν εὑρεῖν· οὕτως ᾠκονόμησεν, ὥστε το μήτε τόπῳ κωλύεσθαι, μήτε χρόνῳ αὐτὸ γὰρ δὴ τοῦτο μάλιστα συνεβάλλετο, τῷ πανταχοῦ εἶναι τὸν οὐρανὸν, τῷ ἐν παντὶ χρόνῳ ἑστάναι.

Καίγε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28 ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν·

15

Τοῦ Αὐτοῦ. Βαβαὶ πᾶσιν ἐγγὺς ἐστι τοῖς πανταχοῦ τῆς οἰκουμένης οὖσι· τί τούτου μεῖζον; ὅρα πῶς καθαιρεῖ τοὺς μερικούς· τί λέγω μακράν; οὕτως ἐγγύς ἐστιν, ὡς χωρὶς αὐτοῦ μὴ ζῆν· σε ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν,” ὥσπερ ἐν σωματικῷ ὑποδείγματι, ὥσπερ ἀδύνατον ἀγνοῆσαι τὸν ἀέρα πανταχοῦ 20 κεχυμένον· σε καὶ οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκαστοῦ ἡμῶν ὑπάρχοντα,” μᾶλλον δὲ καὶ ἐν ἡμῖν ὄντα· ὅρα πῶς τὴν πρόνοιαν αὐτοῦ φησι καὶ τὴν συγκρότησιν· τὸ εἶναι παρ' αὐτοῦ, τὸ ἐνεργεῖν, τὸ μὴ ἀπόλεσθαι.

66

Ὡς καί τινες τῶν καθ ̓ ὑμᾶς ποιητῶν εἰρήκασι, τοῦ 15 γὰρ καὶ γένος ἐσμέν.

66

Τοῦ Αὐτοῦ. Ἀλλ ̓ οὐδὲν ἶσον εἶπεν ὁ ποιητὴς ἐκεῖνος· “ τοῦ

γὰρ καὶ γένος ἐσμὲν φησὶ, ἀλλ ̓ ἐκεῖνος μὲν περὶ Διὸς εἶπεν, οὗτος δὲ περὶ τοῦ δημιουργοῦ αὐτὸ λαμβάνει· οὐ τὸν αὐτὸν ἐκείνῳ νοῦν λέγων· μὴ γένοιτο· ἀλλὰ τὸ κυρίως ἐπ ̓ αὐτῷ λέγων· ἐπεὶ 30 καὶ βωμὸν τούτου εἶπεν, οὐκ ἐκείνου ὃν ἔσεβον· εἴρηται μὲν γὰρ τινὰ καὶ πράττεται εἰς τοῦτον· ἀλλ ̓ οὐκ ἴστε, ὅτι εἰς τοῦτον. εἰπὲ γάρ μοι, περὶ τίνος ἂν λεχθείη κυρίως ἀγνώστῳ θεῷ; περὶ τοῦ

« PreviousContinue »