Page images
PDF
EPUB

29

δημιουργοῦ, ἢ περὶ τοῦ δαίμονος, ὅτι πάντα πεπλήρωται τοῦ θεοῦ; ἢ τοῦ Διὸς μιαροῦ τινὸς ἀνθρώπου καὶ καταπύστου; ἀλλ ̓ οὐχ ὁμοίως ἐκείνῳ Παῦλος εἶπε· μὴ γένοιτο· ἀλλ ̓ ἑτέρῳ νῷ· γένος γὰρ Θεοῦ εἶπεν ἡμᾶς εἶναι, τουτέστιν οἰκείους, ἐγγυτάτους· ὥσπερ παροίκους καὶ γείτονας ὅταν λέγῃ.

Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομί ζειν, χρυσῷ ἢ ἀργυρίῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.

Ἐπειδὴ ἐκ τοῦ γένους ἡμῶν εὐδόκησεν ὁ Θεὸς τεχθῆναι ἐπὶ τῆς γῆς.

66

66

5

ΙΟ

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐκ εἶπεν, οὐκ ὀφείλετε νομίζειν, χρυσῷ ἢ ἀργύρῳ τὸ θεῖον εἶναι ὅμοιον· καὶ μιαροί ἐστε καὶ παμμίαροι· εἶτα τὸ ταπεινότερον τοῦτο, “ οὐκ ὀφείλομεν νομίζειν,” φησὶ, ὑπὲρ τοῦτο Θεός· οὐδὲ τοῦτο· ἀλλ ̓ οὐδὲ λέγομεν τούτῳ “ τὸ θεῖον εἶναι ὅμοιον” τίς γὰρ ἂν εἴποι ; ὅρα πῶς τὸ ἀσώματον εἰσήγαγεν· ἡ γὰρ διά- 15 νοια ὅταν ὑποπτεύσῃ σῶμα, καὶ διάστημα ὑπονοεῖ. Καὶ μετ ̓ ὀλίγα—Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ὅμοιοι ἐκείνοις κατὰ ψυχὴν, πολλῷ μᾶλλον ὁ Θεός· τέως ἀπάγει αὐτοὺς τῆς ὑπονοίας· ἀλλ ̓ οὐδὲ ἄλλῃ τινὶ ἀνθρωπίνῃ διανοίᾳ ὑποβάλλεται, φησίν· ἢ τέχνη ἢ διάνοια εὗρεν· ὅπερ οὖν τέχνη* οὐκ εὑρίσκομεν αὐτόν· διπλοῦν 20 τὸ ἔγκλημα· ὅτι τὸ ἐκεῖνον οὐχ εὗρον, καὶ τοιούτους εὗρον· οὐδαμοῦ διάνοια ἀξιόπιστος καθ ̓ ἑαυτήν.

ΔιΔήμου. Οὐ μόνον, φησὶν, οἱ κατ ̓ εὐσέβειαν ζῶντες δηλοῦνται γένος Θεοῦ, ἀλλὰ καὶ πᾶς, διὰ τὸ μὴ εἶναι ἡμᾶς ἀπολλυμένης φύσεως· εἰ καί τινες φαίνονται τὸ ἀκριβὲς μὴ σώζοντες τῆς θεο-25 σεβείας, οἷος ὁ Ἄρατος ὁ τοῦτο εἰπών.

ΑΜΜΩΝΙΟΥ. Σημείωται ὅτι οὐ δύναται νοῦς ἀνθρώπου κατα λαβεῖν τὸν Θεὸν, ὡς ἔστι φύσει· καὶ τοὺς λέγοντες ἀνθρωπόμορ φιν τὸ θεῖον, δεῖ ἐπιστομίζειν ἐκ τῶν προκειμένων ῥητῶν· εἰ γὰρ δύναται ἄνθρωπος πλάσαι, ἢ γλύψαι, ἢ γράψαι ἄνθρωπον, ἤτοι 30 ἀνθρώπου ὁμοίωμα, ἢ ἄλλου οἱουδηποτοῦν ἐπὶ γῆς φαινομένου

r Deesse videtur aliquid quod suppl. rec. n. in sup. marg. sed ea abscissa, nihil comparet nisi inferiores literarum ductus et vox ζῶμεν in fine.

30

[ocr errors]

εἰκόνα ἐκτυπῶσαι· οὐδενὶ δὲ ἔοικε τῶν χειροποιήτων ὁ Θεὸς, κατὰ τὸ εἰρημένον τῷ Ἀποστόλῳ, ἄρα ἀπερίγραφον, ἀκατάληπτον, ἀνείδειν, ἀσώματον, ἄδηλον τὸ θεῖον· μήτε ἀνθρώπου μορφῇ ἢ ἄλλος τινὶ ἐοικός· εἰκὸς γὰρ τοὺς Ἕλληνας μὴ μόνον τὰ ἀνθρωπόμορφα ξόανα σέβειν, ἀλλὰ καὶ τοὺς ἀλλοίας ὄντας μορφῆς ὡς θεοὺς,5 οἷον, ἔβεις, καὶ αἰλούρους, καὶ πιθήκους, καὶ ἄλλα τούτοις παραπλήσια.

Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τανῦν παραγέλλει τοῖς ἀνθρώποις

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τί οὖν οὐδεὶς κολάζεται τούτων; οὐδεὶς 10 θελόντων μετανοεῖν· περὶ τούτων φησὶν, οὐ περὶ τῶν ἀπελθόντων ἀλλ ̓ οἷς παραγγέλλει· οὐκ ἀπαιτεῖ λόγον ὑμᾶς φησίν· οὐκ εἶπε παρεῖδεν, οὐκ εἶπεν εἴασεν, ἀλλ ̓ ἡγνοήσατε· ὑπερείδε, τουτέστιν οὐκ ἀπαιτεῖ κόλασιν, ὥσπερ ἀξίους ὄντας κολασέως, ἠγνοήσατε· καὶ οὐ λέγει ἑκόντες ἐκακουργήσατε· ἀλλὰ τοῦτο διὰ τῶν ἄνω 15 ἔδειξεν.

Ὅπερ γὰρ ἐπὶ ἡλίου καὶ σελήνης καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἄλλων ἐποίησεν· οὐ τοῖς μὲν πλουτοῦσι καὶ σοφοῖς πλείονος μεταδιδοὺς τῆς ἀπὸ τούτων χορηγίας, ἐλάττονος δὲ τοῖς πένησιν ἀλλ ̓ ἴσην ἅπασι τὴν ἀπόλαυσιν προτιθεὶς, τοῦτο καὶ ἐπὶ τοῦ κη-20 ρύγματος εἰργάσατο· καὶ πολλῷ πλεῖον· ὅσῳ καὶ ἀναγκαιότερον

τοῦτο ἐκείνων.

ΣΕΤΗΡΟΥ ΕΚ ΤΟΫ ΚΑΤΑ ΑΛΕΞΑΝΔΡΟΝ ΣΥΝΤΑΓΜΑΤΟΣ. Παραστήσας γὰρ αὐτοῖς διὰ πάσης τῆς δημηγορίας καὶ διαλέξεως ὅτι παρ ̓ ὅλον τὸν βίον αὐτῶν ἠγνόησαν τὸν ὄντα Θεὸν, διὰ τῶν 25 αὐτῶν τούτων βούλεται τὸ μέγεθος τῆς φιλανθρωπίας ἐνδείξασθαι· καὶ φησὶ, τῶν χρόνων τούτων τὴν ἄγνοιαν ὑπεριδών, τουτέστι ὑπερβὰς, καὶ δέον κολάσαι, μὴ κολάζων, καλεῖ τανῦν πρὸς μετάνοιαν ἐξεπίτηδες πληθυντικῶς ὀνομάσας τοὺς χρόνους, ἵνα μᾶλλον ἐξάρῃ τὴν δωρέαν.

ΑΜΜΩΝΙΟΥ. Οὐκοῦν εἰ ὑπερεῖδεν ὁ Θεὸς τὰ ἐξ ἀγνοίας γενόμενα τοῖς ἀνθρώποις παραπτώματα ἀπὸ καταβολῆς κόσμου, καὶ παντὶ δίδωσι τῶν παραπτωμάτων ἄφεσιν, εἰκότως ἐπ ̓ ἐσχάτου τῶν

30

[ocr errors]

66

καιρῶν ἐπεδήμησεν· ἵνα ἐφ ̓ ὅσον ἀναβάλλεται τὴν ἑαυτοῦ παρουσίαν ἐπὶ τοσοῦτον δειχθῇ αὐτοῦ ἡ ἀμέτρητος φιλανθρωπία· ἐξ ὧν πολυπλασιαζόμενα τὰ κακὰ συγχωρεῖ, καὶ τῶν μελλόντων συσφίγγει τὸν χρόνον· ἵνα ἐν τῇ ὀλιγότητι τοῦ χρόνου διασωθῇ ἡ πίστις· διὸ δὴ ἔλεγεν αὐτοῖς· “ ἄρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν 5 σε πίστιν ἐπὶ τῆς γῆς ;” καὶ μή μοι λέγε, τί πρὸς τοὺς τετελευτηκότας ; ὅπουγε καὶ αὐτοῖς ἐκηρύχθη τὸ τῆς ἀληθείας εὐσεβὲς μυστήριον· καὶ πάντες οἱ πιστεύσαντες ἐλύθησαν ἐκ τῶν τοῦ θανάτου δεσμῶν· καὶ ἀνελθόντες ἐξ ᾅδου μετώκησαν εἰς τὸν παράδεισον· καὶ ὅτι τοῦτο ἀληθὲς, δυνατὸν μᾶλλον καὶ ἐξ ἐκείνου στο 10 χάσασθαι· οἴδαμεν ὅτι ἐν τῇ ὥρᾳ ᾗ ἀπέθανεν Ἰησοῦς, ὁ Θεὸς ἡμῶν, πολλοὶ νεκροὶ ἀνέστησαν καὶ ὤφθησαν ἐν Ἱεροσολύμοις κατὰ τὸ προφητευθέν· “ ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς σε μνημείοις” ὡς ἐκ τούτου γνῶναι ἡμᾶς, ὅτι κατελθὼν εἰς ᾅδου ὁ Κύριος, καὶ κηρύξας ἄφεσιν τοῖς εἰς αὐτὸν πιστεύουσιν, ἀπέλυσε 15 τὰς ψυχὰς τῶν εἰς αὐτὸν πιστευσάντων· ἅπαντες δὲ οὐκ ἐπίστευσαν, διὸ οὐδὲ πάντα τὰ σώματα τῶν κεκοιμημένων ἀνέστη τότε, ἀλλὰ τινά· οὐκ εἶπε δὲ τὸ Εὐαγγέλιον, ὅτι Ἰουδαίων μόνον ἀνέστησε σώματα, ἀλλ ̓ ἀορίστως εἰπὼν “ πολλοὶ,” ἐδήλωσεν ὅτι καὶ Ἑλλήνων ἦσαν γὰρ ἀπὸ χρόνων αἰωνίων, καὶ σώματα ἐκεῖ ἐθνικῶν, διὰ τὸ 20 πρώην ὑπὸ Ἑλλήνων τὴν χώραν οἰκεῖσθαι· καὶ ὕστερον πάλιν λαβόντων τῶν Ἰουδαίων τὴν πόλιν, μὴ ἐξολεθρευθῆναι τὸν Ἰεβουσαίον λαὸν εἰς τέλος, ἀλλὰ κατοικῆσαι ἐν μέσῳ τῆς Ἰούδα· καὶ μή μοι τις λεγέτω, καὶ πῶς με πείθεις, καὶ περὶ τῶν λοιπῶν ψυχῶν ; ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν καταλαμβάνομεν· εἰ μὲν γὰρ οἷόν τε 25 ἦν βλέψειν ἡμᾶς τοὺς ὄντας ἐν σώμασι ψυχὰς ἀνθρώπων, εἴχομεν ἂν ἰδεῖν πάντας τοὺς ἀνελθόντας ἐκ τοῦ ᾅδου πιστοὺς, καὶ εἰς παράδεισον ἢ εἰς οὐρανοὺς ἀποπτάντας· ἐπειδὴ δὲ οὐ δύναται φύσις ἀνθρώπου ἐν σαρκὶ οὖσα πνεῦμα λεπτομερές, ὅ ἐστι ψυχή, ὀφθαλμοῖς θεωρῆσαι, εἰκότως πρὸς πειθὼ τινὰς ἡμῖν παρέστησε 30 μετὰ τῶν σωμάτων, ἵνα θεωροῦντες αὐτοὺς πεισθῶμεν· ἄτοπον γὰρ ἦν πάντας ἐγεῖραι τοὺς νεκροὺς τοὺς ἀπὸ καταβολῆς κόσμου τετελευτηκότας, πιστεύσαντας δὲ ἐν ᾅδου· πρῶτον μὲν ἵνα μὴ πρὸ καιροῦ γένηται ἀνάστασις πολλῶν, ἀρκούντων καὶ ὀλίγων πεῖs Οὐκ om. a Cod. suppl.

Q q

31

ων

ων

σαι τοὺς ἀφιλονείκως τῇ ἀληθείᾳ πιστεύοντας, μᾶλλον δὲ πολλῶν κατὰ τὸ εἰρημένον ἐν τῷ Εὐαγγελίῳ· ἔπειτα δὲ διὰ τὸ ἐγκεκαλυμμένως ποιεῖν αὐτὸν τὰ σημεῖα, δι ̓ ὧν ἐπειθόμεθα τῇ ἀληθείᾳ· ὅθεν καὶ αὐτὸς οὐ μετὰ φαντασίας κατῆλθεν ἐπὶ γῆς, ἀλλὰ λεληθότως θεσμῷ ἀνθρώπων, γενόμενος ἐκ γυναικὸς, καὶ ποιῶν σημεῖα καὶ 5 ἰάσεις, δι ̓ ὧν ἔπειθεν ὅτι Θεὸς ἦν· ἵνα οἱ δόκιμοι φανῶσιν· οὕτως οὖν καὶ ἐπὶ τούτου ἐποίησεν· ἐν μέρει τινὶ τῆς γῆς ὀφθαλμοφανῶς παραστήσας τοὺς νεκροὺς τοῖς ζῶσιν, ἵνα διὰ τῶν αὐτόπτως έωρακότων οἱ λοιποὶ πεισθῶμεν· μὴ μόνον περὶ τῆς τῶν νεκρῶν ἀφέσεως, ἀλλὰ καὶ περὶ τῆς αὐτοῦ ἐπιδημίας, ἥτις οὐκ ἐν ὅλῃ τῇ γῇ ιο γέγονεν, ἀλλ ̓ ἐν μέρει τινὶ τῆς γῆς. διὰ τῶν αὐτὸν ἐωρακότων ἐπιστοποιήθη πάσῃ τῇ γῇ, ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν, ἀπὸ ἄρκτου καὶ μεσημβρίας.

Πάντας πανταχοῦ μετανοεῖν·

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Πάλιν τὴν οἰκουμένην αἰνίττεται· ὅρα 15 πῶς αὐτοὺς ἀπάγει τῶν μερικῶν· ὁρᾶ πῶς πάλιν τὸ πάθος δηλοῖ· ὅρα τὸ ἔμπαλιν δι ̓ ἄνθρωπον· ὅτι γὰρ ἀληθὴς ἡ κρίσις, δῆλον ἐκ τῆς ἀναστάσεως· συγκατασκευάζεται γὰρ ὅτι πάντα ἀληθῆ ἃ εἶπε· δῆλον ἐξ ὧν ἀνέστη πᾶσι γὰρ ταύτην παρέχειν πίστιν τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ τοῦτο λοιπὸν δῆλον.

α

Καθὸ ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκου μένην ἐν δικαιοσύνῃ,

Τοῦ Αὐτοῦ. Ἡ γὰρ ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ, ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φοβερά, καθάπερ τοῖς καταδίκοις.

ΣΕΥΗΡΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΚ ΤΗΣ ΠΡΟΣ ΑΝΑΣΤΑΣΙΟΝ ΔΙΑΚΟΝΟΝ ΕΠΙΣΤΟΛΗΣ. Μία γάρ ἐστιν ἡ πάντων ἀνάστασις· καὶ μίαν ἡμέραν ὥρισεν ὁ Θεὸς, “ ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαι

[ocr errors]

66

20

25

• οσύνῃ.” μεθ ̓ ἣν ἡμερῶν καὶ νυκτῶν οὐκ ἔσται περίοδος καὶ μηνῶν καὶ ἐνιαυτῶν ἀνακύκλωσις· ἡ γὰρ αὐτὴ τῆς ἀναστάσεως ἐστιν 30 ἡμέρα, καὶ κρίσεως, καὶ τῆς τῶν ἀγαθῶν ἀπολήψεως.

Τοῦ Αὐτοῦ. Τὰ τῆς ἀναβολῆς φησὶ τῶν εὐθυνῶν μέχρι τῆς ἡμέρας τῆς κρίσεως· τότε γὰρ ἡ οἰκουμένη πᾶσα, τουτέστιν ἡ φύσ σις ἀνθρώπων, κριθήσεται.

t εἰς Cod.

32

ΔΙΔΥΜΟΥ. Ὥσπερ τὰ ἄλλα τῆς προνοίας αὐτοῦ ἔργα φανερά πεποίηκεν· ἀναγκαίως κρίσιν κατὰ πασῶν πράξεων καὶ διαλήψεων ποιήσει, ἐν ἀνδρὶ ᾧ ὥρισεν ἔσεσθαι κριτὴς ζώντων καὶ νεκρῶν· οὗτος δέ ἐστιν ὁ ἐνανθρωπήσας Κύριος.

Ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστή- 5 σας αὐτὸν ἐκ νεκρῶν.

[ocr errors]

Τοῦτον γὰρ τὸν ἄνδρα ὁρῶν ὁ Ἀβραὰμ ὡς ἄνδρα, διελέγετο μηδαμῶς ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν ;”

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΚ ΤΟΥ͂ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΥΠΟΜΝΗΜΑΤΟΣ. Τί ποιεῖς ὦ μακάριε Παῦλε; οὐδὲν περὶ τῆς τοῦ Θεοῦ λέ- 10 γεις μορφῆς, οὐδ ̓ ὅτι ἶσος αὐτῷ, οὐδ ̓ ὅτι ἀπαύγασμα τῆς δόξης οὔ φησιν· οὔπω τούτων καιρὸς τῶν ῥημάτων· ἀγαπητὸν αὐτοὺς παραδέξασθαι τέως, ὅτι ἄνθρωπός ἐστιν· οὕτω καὶ αὐτὸς ἐποίησε παρ' ἐκείνου ταῦτα ἔμαθιν· οὐ γὰρ εὐθέως ἡμῖν ἑαυτοῦ τὴν θεός τητα ἐξεκάλυψεν· ἀλλὰ πρῶτον μὲν ἐνομίζετο εἶναι προφήτης 15 καὶ Χριστὸς, ἁπλῶς ἄνθρωπος· ὕστερον δὲ ἐφάνη τοῦτο ὅπερ ἦν. Καὶ μετ' ὀλίγα—Οὐδὲν οὖν περὶ τῆς θεότητος αὐτοῦ μαθεῖν σαφὲς ἴσχυον.

Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον 33 οἱ δὲ εἶπόν, ἀκουσόμεθά σου περὶ τούτου πάλιν. καὶ οὕς 20 τως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τί δήποτε παίσαντες ἑαυτοὺς καὶ πάλιν αὐτῶν ἀκούσεσθαι, καὶ κινδύνων οὐκ ὄντων, οὕτως ἐπείγεται τὰς Αθήνας ἀφεῖναι ὁ Παῦλος; ἴσως ᾔδει οὐ μέγα ὀνήσων, καὶ ὑπὸ τοῦ Πνεύματος εἰς Κόρινθον ἤγετο. Καὶ μετ ̓ ὀλίγα—Πόσα με 25 γάλα καὶ ὑψηλὰ ἀκούσαντες οὐ προσεῖχον, ἀλλὰ τὴν ἀνάστασιν χλευάζοντες σε ψυχικὸς γάρ, φησιν, σε ἄνθρωπος, οὐ δέχεται τὰ σε τοῦ Πνεύματος” σε καὶ οὕτως” φησὶν, “ ἐξῆλθεν ὁ Παῦλος” πῶς ; τοὺς μὲν πείσας, ὑπὸ δὲ τῶν χλευαζόμενος.

66

66

ΑΜΜΩΝΙΟΥ. Οἱ γὰρ πάντα σαρκικοὶ καὶ ἄπιστοι ἄνθρωποι μό-30 ναν τῇ θέᾳ ἐπιτρέπουσι τὸ πᾶν· οὐδὲν τῇ τοῦ Θεοῦ διδασκαλίᾳ πιστεύοντες· ὅσα γὰρ ἔργῳ τις αὐτοῖς οὐκ ἠδύνατο παραστῆσαι, τούτοις ἠπίστουν· διὸ καὶ οἱ θέλοντες αὐτοῖς φρεναπατᾶν περὶ τῶν μετεώρων, δι ̓ ἑτέρων παραδειγμάτων, ἢ παρὰ τῶν τροχοὺς καὶ μύρο

[ocr errors]
« PreviousContinue »