Page images
PDF
EPUB

12

* Στάσεως κινηθείσης ἐν Κορίνθῳ, ὁ Παῦλος ὑπεχώρησεν, ἐλθὼν τὲ εἰς
Εφεσον καὶ διαλεχθεὶς ἐξῆλθεν.

Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας, κατεπέ13 στησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, λέγοντες, ὅτι παρὰ τὸν νόμον οὗτος 5 ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.

14

ου

66

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα διὰ πόσων αὐτὸν ὁ Κύριος πείθει καὶ ὃ μάλιστα αὐτὸν ᾔδει, τοῦτο ὕστερον αὐτῷ λέγει· “ ὅτι λαὸς “ πολύς ἐστί μοι ἐν τῇ πόλει ταύτῃ πῶς οὖν συνεπέθεντο, εἴποιτό τις ἄν; καὶ μὴν οὐδὲν ἴσχυσαν· ἀλλ ̓ ἦγον αὐτὸν πρὸς τὸν ἀνθύ- το πατον· ἱκανὸν δὲ αὐτὸν τοῦτο διαναστῆσαι τὸ μὴ παθεῖν· εἴτε ἠλέγχθη φοβούμενος, ἢ οὐκ ἠλέγχθη· οὐ γὰρ εἴασεν αὐτοὺς ὁ Κύριος ἀεὶ πάσχειν κακῶς, ὥστε μὴ ἀσθενεστέρους γενέσθαι· οὐδὲν δὲ οὕτως ἐλύπει τὸν Παῦλον, ὡς οἱ ἀπειθοῦντες, ὡς οἱ ἀντιταττόμενοι· τοῦτο καὶ τῶν κινδύνων χαλεπώτερον ἦν· διὰ τοῦτο αὐτῷ 15 φαίνεται νῦν.

Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους,

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Επιεικής τις ἄνθρωπος οὗτος εἶναί μοι δοκεῖ· ἀπετείχισεν αὐτοῖς τὸ δικαστήριον λαμπρὰ γέγονεν ἡ νίκη 20 δείκνυσι τῶν Ἰουδαίων τέως κατὰ τὸ πρόχειρον τὴν παράνομον κατὰ τοῦ Παύλου κατηγορίαν ὁ ἀνθύπατος, ἀποβαλλόμενος αὐτούς· καὶ κατακρίνει τὸν Πιλάτον, τὸν μηδεμίαν εὑρηκότα κατηγορίαν κατὰ τοῦ Θεοῦ Λόγου Ἰησοῦ, καὶ μαστιγώσαντα αὐτὸν, καὶ παραδόντα εἰς θάνατον· καίτοι αὐτὸς λέγων, “ ὅτι οὐδεμίαν εὑρίσκω 25 ἀφορμὴν θανάτου κατὰ τοῦ ἀνθρώπου τούτου.”

66

66

Εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρὸν, ὦ 15 Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ ̓ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ τούτων οὐ βούλομαι εἶναι· καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἰουδαῖοι Σωσθένην τὸν ἀρχισυνάγωγον,

16

17

Rr

30

ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελλεν.

Τοῦ Αὐτοῦ. Τυπτομένου γὰρ αὐτοῦ οὐχ ἡγήσατο ἰδίαν εἶναι ὕβριν, οὕτως ἦσαν ἰταμοὶ Ἰουδαῖοι· ὢ τῆς αἰσχύνης· ἀναισχύν τησαν, καὶ οὐδὲν τῷ Γαλλίωνι ἔμελλε· καίτοι εἰς τὴν αὐτοῦ 5 ὕβριν τὸ πρᾶγμα ἦν· ἀλλ' ὡς δῆθεν ἐξουσίαν λαβόντες ἔτυπτον διατί μὴ ἐκεῖνος ἐτύπτησε; καίτοι αὐτὸς ἐξουσίαν εἶχεν· ἀλλ ̓ ἐπαιδεύοντο, ὥστε καὶ τὸν δικαστὴν μαθεῖν, τίς ἦν ὁ ἐπιεικέ

στερος.

ΑΜΜΩΝΙΟΥ. Ἢ διὰ τοῦτο ἔτυπτον τὸν Σωσθένην, ἐπειδὴ καὶ το αὐτὸς ἦν μᾶλλον προστιθέμενος τῷ Παύλῳ, ὡς καὶ Κρίσπος ὁ ἀρχισυνάγωγος· ἢ εἰς τοσοῦτον ἦσαν ἐληλακότες μανίας, ὅτι ἀποτυχόντες τοῦ σκοποῦ ἑαυτῶν, ἀντὶ τοῦ τύπτειν τὸν Παῦλον, Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον· ἢ διὰ τοῦτο ἔτυπτον αὐτὸν, ἐπειδὴ ή ἠβουλήθησαν αὐτὸν φονεῦσαι τὸν Παῦλον, καὶ Σωσθένης διεκώ- 15 λυσεν αὐτούς. Καὶ μετ' ὀλίγα—Επ ̓ αὐτοῦ τοῦ ἄρχοντος ἀκαθεσιώτως ποιοῦντες, ἔτυπτον Σωσθένην, τοῦτο λέγοντες· εἰ ὁ θέλων ποιεῖ ὃ θέλει, καὶ οὐκ ἔστι νόμος, ἰδοὺ ἡμεῖς τύπτομεν τοῦτον· καὶ οὐ προσεποιεῖτο αὐτοὺς ὁ ἀνθύπατος, ἀλλ ̓ εἴα αὐτοὺς τύπτειν ἀλλήλους· ἐπεὶ εἰ ἦσαν κατά τινος ἄλλου καὶ μὴ καθ ̓ ἑαυτῶν 20 ποιήσαντες τὸ ἄτοπον τοῦτο, πάντως εἶχεν αὐτοὺς σωφρονίσαι. 18 Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κεγχρεαῖς τὴν κεφαλήν· εἶχε γὰρ εὐχήν.

25

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ορα πῶς ὁ νόμος κατελύετο. ὅρα πῶς τῷ συνειδότι κατείχοντο· τοῦτο γὰρ Ἰουδαϊκὸν ἦν τὸ κείρεσθαι τὰς κεφαλὰς κατ ̓ εὐχήν· ἔδει δὲ καὶ θυσίαν γενέσθαι, ἥτις οὐκ ἐγέ νετο ἔτι μετὰ τὸ τυφθῆναι τὸν Σωσθένην· ἔδει γὰρ αὐτὸν ἔτι μένειν καὶ παρακαλέσαι περὶ τούτων· τί πάλιν ἐπιθυμεῖ τὴν 30 Συρίαν καταλαβεῖν; ἐνταῦθα ἐχρηματίσθησαν οἱ μαθηταὶ και λεῖσθαι Χριστιανοί· ἐνταῦθα παρεδόθη τῇ χάριτι τοῦ Θεοῦ· ἐν ταῦθα τοιαῦτα ἤνυσε πράγματα κατὰ τὸ δόγμα.

Ο τυπτηθῆναι Cod.

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Ἐπειδὴ ἐδόκει τοῖς Ἰουδαίοις ἀποστασίαν τοῦ νόμου διδάσκειν, καὶ ἐσκανδαλίζοντο πολλοὶ εἰς αὐτὸν, καὶ οὐ παρεδέχοντο τὸ κήρυγμα, τούτου χάριν καὶ ἐνταῦθα καὶ ἐν τῷ ἱερῷ ἐν Ἱεροσολύμοις, οἰκονομικῶς τοῦτο πράσσει· καὶ τοῦτο ἦν δ αὐτὸς ἔλεγεν, “ ἐγενόμην τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα τοὺς 5 “· ὑπὸ νόμον κερδήσω.”

66

66

ΑΜΜΩΝΙΟΥ. Εὐχὴν ἣν λέγει ὑπόσχεσιν ὑποσχόμενος ἦν ἀποκόψαι τὴν τρίχα ἵνα μηκέτι ὡς κοσμικὸς τὰ τῶν κοσμικῶν πράττει· ἀλλ ̓ ὡς κατὰ Θεὸν ζῶν παραμείνῃ τῇ Ἐκκλησίᾳ σχολάζων τὸ ἀκόλουθον τοῖς Ἀποστόλοις καὶ μαθηταῖς· καὶ Ἀκύλας δὲ ἐξιο ὑποσχέσεως ἀπέκυψεν ἑαυτοῦ τὰς τρίχας. σημειωτέον δὲ ὅτι οἱ θέλοντες δῆθεν θεοσεβῶς ζῆν, ἐποίουν τοῦτο· ὥστε οὖν καλῶς καὶ οἱ μονάζοντες καὶ αἱ κανονικαὶ ἀποκείρονται τὴν κόμην· οὐχ ἁπλῶς δὲ τοῦτο ἐποίουν, ἀλλ ̓ ἔθος ἦν παλαιὸν Ἰουδαίοις τοῦτο, ὡς ἐν τῷ λβ' κεφαλαίῳ εὑρήσεις· κἀκεῖνοι μὲν σκιοτύπως, ἡμεῖς δὲ ἀλη- 15 θείᾳ τὸ ἔργον ποιοῦμεν, ἐν τῷ κόσμῳ διὰ τῆς ἀποκοπῆς τῆς κόμης ἀποταττόμενοι· ἐν τῷ κεφαλαίῳ τούτῳ μέμνηται ὁ συγγραφεὺς 8 Ακύλα καὶ Πρισκίλλης καὶ Κρίσπου καὶ Τίτου· ὃν καὶ αὐτὸς ὁ Ἀπόστολος ἔν τισι τῶν Ἐπιστολῶν ἑαυτοῦ, ὡς καὶ Λουκᾶς μέμνηται καὶ Μάρκου καὶ Τιμοθέου οἱ ἦσαν σὺν αὐτῷ περινοστούντες. 20 ΔΙΔΥΜΟΥ. Τοῦ Σωτῆρος μετὰ τὴν ἀνάστασιν εἰπόντος τοῖς μαθηταῖς, “ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη” γνῶσιν εἶχον οἷς ἐνεχείρησε τὴν πρόσταξιν, ὡς θέλει ὁ Θεὸς πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ ἐπεὶ προδιῄρητο τῶν ἀνθρώπων τὸ γένος αἱρεσιλατρείας εἰς Ἰουδαίους καὶ Ἕλλη- 25 νας, διαίρεσις γέγονε καὶ τῶν κηρύκων τοῦ Εὐαγγελίου· ὡς τοὺς μὲν ἐγχειρισθῆναι διδάσκειν τοῖς Ἰουδαίοις, τοὺς δὲ Ἀποστόλους εἶναι τῶν ἐθνῶν· ἀλλ ̓ ἐπεὶ σκοπὸν ἕνα εἶχον πάντες οἱ διδάσκαλοι, προσαγαγεῖν τῇ γνώσει τοῦ ἑνὸς Θεοῦ, καὶ τῇ κατηχήσει τοῦ Εὐαγγελίου· ἀμέλει Παῦλος ἐθνῶν Ἀπόστολος ὢν, εἴ ποτε παρ- 30 ετύγχανεν ὠφεληθῆναι δυνάμενος Ἰουδαίοις, Ἰουδαῖος Ἰουδαίοις ἐγένετο, ὅπως μὴ ἀλλοτριωθῶσιν αὐτοῦ ὡς ἀφιστῶντος νόμου, καίτοι ὑπεραναβὰς ἤδη τὸν τῆς σκιᾶς Ἰουδαϊσμόν· ταύτῃ γοῦν κατὰ τὰ πάτρια νόμιμα κείρεται τὴν κεφαλὴν ἐν Κεγχρεαῖς, εὐχὴν ἔχων περὶ τούτου, κατὰ διάταξιν τοῦ παλαιοῦ νόμου· ἀλλὰ καὶ 35

66

19

20

ἐν Ἱεροσολύμοις ἐλθὼν τοῖς ἔχουσι τὴν τοιαύτην εὐχὴν τέσσαρσιν ἄνδρασι συνέδραμε γνώμῃ, τῶν ἐκεῖ πρεσβυτέρων συμβουλευσάν των λῦσαι αὐτὸν τὴν κρατήσασαν περὶ αὐτοῦ διαβολὴν, ὡς ἄρα ἀποστασίαν τοῦ νόμου διδάσκει· πρὸς τούτοις δι ̓ ὠφελείαν ἑτέρων Ἰουδαίων περιτέμνει Τῖτον καὶ Τιμόθεον· δηλοῖ δὲ τὴν πρόθεσιν 5 ἑαυτοῦ, καθ ̓ ἣν ταῦτ ̓ ἐποίει, γράψας, ὡς ἐπὶ τῷ κερδῆσαι αὐτοὺς, Ἰουδαῖος ἐγένετο αὐτοῖς· καὶ Πέτρος δὲ τῆς προειρημένης γνώμης ὢν, Ἀπόστολος τεθεὶς τῆς περιτομῆς, καὶ Ἕλληνας ἐδίδασκεν, ὅτε λόγος ᾕρει· εἰσῆλθε γοῦν πρὸς Κορνήλιον, καὶ πάντας τοὺς ἅμα αὐτῷ ἀκροβυστίαν ἔχοντας, πληροφορίαν ἔχων ὑπὸ Θεοῦ, μηδένα το κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· ἀπολογεῖται γοῦν εἰδέναι, ὡς οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, δεχόμενος τὸν ἐν παντὶ ἔθνει καὶ τόπῳ φοβούμενον αὐτὸν, καὶ ἐργαζόμενον δικαιοσύνην· εἰ γὰρ τὸν οὕτως ἔχοντα ἀρετῆς δέχεται ὁ Θεὸς, οὐ συντελεῖ τι μετὰ τὸ Εὐαγγέλιον ἡ περιτομὴ πρὸς θεοσέβειαν· ὅθεν καὶ ποιῶσι τοιαῦτα 15 τινὰ οἱ Ἀπόστολοι, διὰ σωτηρίαν τῶν προσερχομένων Ἑλλήνων τε καὶ Ἰουδαίων, ὡς ἀδιαφόροις αὐτοῖς χρῶνται· δεόντως αὐτὰ πράττοντες, δυνατοῦ ὄντος καὶ κακῶς αὐτοῖς χρήσασθαι ὑπ ̓ ἄλλων· ἔννοια γὰρ ἀδιαφόρου, τὸ οἷον τε εὖ καὶ χειρόνως αὐτοῖς χρήσ

σασθαι.

Κατήντησε δὲ εἰς Ἔφεσον, κἀκείνους κατελιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν, διελέχθη τοῖς Ἰουδαίοις.

20

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τούτους ἀφῆκεν εἰς Ἔφεσον, εἰκότως ὡς διδάσκοντας· τοσοῦτον γὰρ αὐτῷ συγγενόμενοι χρόνον πολλὰ ἐμάν- 25 θανον· καὶ ὅμως τῆς συνηθείας αὐτοὺς οὐκ ἀπήγαγεν οὐδέπω τῆς Ἰουδαϊκῆς· ὅρα γοῦν ἐνταῦθα καὶ παρακαλούμενον αὐτὸν μεῖναι ἐπειδὴ δὲ οὐκ ἠνέσχετο, ἐπειγόμενος ἐλθεῖν, οὐχ ἁπλῶς αὐτοὺς εἴασεν, ἀλλὰ μετὰ ὑπισχέσεως· ἐκείνους δὲ τοὺς τόπους κατελάμβανεν, οἷς ἐπέβη πρὸ τούτου,

Ἐρωτώντων δὲ αὐτὸν ἐπὶ πλείονα χρόνον μεῖναι, οὐκ 21 ἐπένευσεν ἀλλ ̓ ἀποταξάμενος αὐτοῖς καὶ εἰπὼν, δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσό

ε ἔθνη Cod.

30

λυμα· πάλιν ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὁ Παῦλος προφήτης ὤν, καὶ εἰδὼς ὅτι ἤμελλεν ἀναστρέφειν, ἐπηγγείλατο πάλιν ἀναστρέφειν· πλὴν ἵνα μή τις ὑπὸ προπετείας τὸ αὐτὸ ποιῇ, ἀτόπως ὑπισχνούμενος τόδε 5 τι ποιεῖν, ἐδίδασκεν ἡμᾶς μηδὲν περὶ τῶν μελλόντων ὑπισχνεῖσθαι ποιεῖν, δίχα τοῦ εἰπεῖν “ τοῦ Θεοῦ θέλοντος” οὕτω γὰρ καὶ ὁ Ἰάκωβος παραινεῖ ἐν τῇ αὐτοῦ Ἐπιστολῇ σε οὐ γάρ τις οἶδε τί τέξεται ἡ σε ἐπιοῦσα ἡμέρα” ἄφρων οὖν ὁ μὴ προσδιορίζων τῇ ἐπαγγελίᾳ τὸ, ἐὰν ὁ Κύριος θέλῃ· καὶ ἐὰν ὡς θαρρῶν, ὅτι πάντως ποιήσει, επαγ- 10 γέληται, ἀκούσεται πολλάκις, ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαίρω· ἃ δὲ ὑπέσχω πότε ἔσται ;

22 Καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασά 23 μενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. καὶ ποιήσας χρόνον τινὰ, ἐξῆλθε, διερχόμενος καθεξῆς τὴν Γα- 15 λατικὴν χώραν καὶ τὴν Φρυγίαν, ἐπιστηρίζων τοὺς μαθητάς.

24

ΑΜΜΩΝΙΟΥ. Εθος ἀεὶ τοῦτο τῷ Παύλῳ, ἐπισκέπτεσθαι τοὺς πιστοὺς, καὶ ἐπιστηρίζειν αὐτούς· εἰ γὰρ εὗρεν αὐτοὺς σαθρωθέν τας ἢ ἀτονίσαντας, διὰ τοῦ διδασκαλικοῦ αὐτοῦ λόγου ἀνεκούφιζεν 2ο αὐτοὺς, τὰ βάρη αὐτῶν ἐπιστηρίζων διὰ τοῦ Θεοῦ λόγου, ἵνα ἐλπίζοντας εἰς αὐτὸν ὡς δυνάμενον ἀνωρθῶσαι τοὺς κατερραγμένους, καὶ ἰσχυροποιῆσαι διὰ τῆς ἁγίας καὶ ἀφθάρτου αὐτοῦ σαρκὸς τὰ φθαρτὰ ἡμῶν μέλη, θαρσαλεώτεροι πρὸς τοὺς πόνους γένωνται.

* Περὶ ̓Απολλῶ ἀνδρὸς λογίου καὶ πιστοῦ. Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.

25

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἰδοὺ καὶ λόγιοι λοιπὸν ἐνήγοντο, καὶ ἀποδημοῦσι λοιπὸν καὶ οἱ μαθηταί· ὁρᾶς ἐπίδοσιν τοῦ κηρύγματος. 30 ΔιΔήμου. Εἰσὶ διαβεβαιούμενοι, ὡς Ἀπολλὼς ὁ αὐτός ἐστιν Ἀπελλὴς τῶν Κορινθίων Ἐπίσκοπος, περὶ οὗ γράφει Παῦλος

66

66

περὶ δὲ Ἀπολλῶ πολλὰ παρεκάλεσα αὐτόν” καὶ “ ὅτι ἐγὼ ἐφύ

« PreviousContinue »