Page images
PDF
EPUB

25

66

τευσα, Ἀπολλὼς ἐπότισε” καὶ εἰ ἀληθὲς τοῦτο, σκόπει εἰ διώνυμος ὁ ἀνὴρ, εἰ ἄλλως μετεποίθη θάτερον τῶν ὀνομάτων εἰς τὸ λοιπόν.

ΑΜΜΩΝΙΟΥ. Πεπαιδεύμενος τὴν θείαν γραφὴν, καὶ λόγον ἀποδοῦναι δυνάμενος τοῖς ἐρωτῶσι, καὶ ἱκανὸς ὢν εἰς τὸ παραστῆσαι 5 τὰ νέα τῇ παλαιᾷ συνάδοντα, καθὼς παρακατιών φησι, σε δυνατὸς σε ὢν ἐν ταῖς γραφαῖς.”

d

66

Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ Πνεύματι, ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ιω- το άννου

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Εἰ τὸ βάπτισμα μόνον Ἰωάννου ἠπίστατο οὗτος, πῶς τῷ Πνεύματι ἔζη; τὸ γὰρ Πνεῦμα οὐχ οὕτως ἐδίδοτο καὶ εἰ οἱ μετὰ τοῦτον ἐδεήθησαν τοῦ βαπτίσματος τοῦ Χριστοῦ, πολλῷ μᾶλλον καὶ οὗτος ἐδεήθη ἄν· τί οὖν ἐστιν εἰπεῖν; οὐδὲ γὰρ 15 ἁπλῶς ἐφεξῆς ἔθηκεν ἀμφότερα· ἐμοὶ δοκεῖ οὗτος εἶναι τῶν ρκ τῶν μετὰ τῶν Ἀποστόλων βαπτισθέντων· ἢ εἰ μὴ τοῦτο, ὅπερ ἐπὶ τοῦ Κορνηλίου γέγονε, γεγένηται καὶ ἐπὶ τούτῳ ἀλλ ̓ οὐδὲ βαπτίζεται· τὸ οὖν ἀκριβῶς ἐξετασθὲν τὸ ἐμοὶ δοκεῖ τοῦτο εἶναι· ὅτι καὶ βαπτισθῆναι αὐτὸν ἔδει, ἐπεὶ οἱ δώδεκα οἱ ἄλλοι οὐδὲν ᾔδεσαν 20 ἀκριβὲς οὐδὲ τὰ περὶ Ἰησοῦ, εἰκὸς δὲ αὐτὸν καὶ βαπτισθῆναι· εἰ δὲ οὗτοι οἱ Ἰωάννου μετὰ τὸ βάπτισμα πάλιν ἐβαπτίζοντο, ἔδει καὶ τοὺς μαθητὰς τοῦτο.

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Ὅτι μὲν ὁ Χριστὸς ἐπεδήμησεν, ᾔδεισαν, καὶ ὅτι θεοσημείας ἐποίησε πολλάς· καὶ τάδε τυχὸν ᾠκονόμησεν 25 εἰκὸς δὲ ἀγνοεῖν τῆς ἐπιδημίας τὴν αἰτίαν, ὅτι διὰ τοῦτο παραγέγονεν, ἵνα καταλύσῃ τὸν πόλεμον, καὶ ἀνέλῃ τὴν ἔχθραν, καὶ συνάψῃ τῷ Πατρὶ, καὶ πατήσῃ θάνατον, καὶ ἀνοίξῃ τὸν ᾅδην, καὶ ἐξαγάγῃ ἐκ σκότους, καὶ ἀναγάγῃ εἰς οὐρανὸν, καὶ συνθρόνους ἐν ἑαυτῷ ποιήσῃ, καὶ τῆς δόξης μεταδῷ τῆς βασιλικῆς· ταῦτα γὰρ 30 ἐπλουτήσαμεν δι' αὐτοῦ, ἐν αὐτῷ μένοντες.

ΑΜΜΩΝΙΟΥ. Πῶς οὗτος μόνον εἰς τὸ Ἰωάννου βάπτισμα βαπ τισθεὶς εἶχε Πνεῦμα Ἅγιον, οἱ δὲ παρακατιόντες οὐκ εἶχον ; πρὸς ὃ

ὰ τὸν λόγον Cod.

26

27

δεῖ εἰπεῖν, ὅτι μᾶλλον διὰ τοῦτο ἔζεε τῷ Πνεύματι ὁ Ἀπελλής, ἐπειδὴ τῇ χάριτι Θεοῦ φωταγωγηθείς, ἀκριβῶς ἠπίστατο, καὶ ἐδίδασκεν ἀπὸ τῶν γραφῶν, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός· καὶ αὐτὴ ἡ γνῶσις οὐκ εἴα αὐτὸν ἠρεμεῖν, ἀλλ ̓ ἐδίδασκε καὶ αὐτὸς καὶ οἱ μαθηταὶ τὰ περὶ τοῦ Ἰησοῦ, ἔργον ποιῶν εὐαγγελιστοῦ. σημειω-5 τέον δὲ ὅτι καὶ γυναῖκας τὸν λόγον τῆς πίστεως παραδιδούσας χρὴ πείθεσθαι βλέπε δὲ πῶς ὅλως τοῦ σωθῆναι ἦν ὁ Ἀπελλὴς, ὅτι καίπερ λόγιος ὢν, καὶ τὰ τῆς γραφῆς διαγινώσκων ἀπόκρυφα, οὐκ ἀπηξίωσε τὸ ἀκριβὲς τῆς πίστεως παρὰ γυναικὸς μαθεῖν· οὐδὲ πρὸς τῦφον ἐτράπη, παρὰ γυναικὸς ἀκούων ὡς ἐν ἐλεγμῷ, ὅτι ἁπλού- 10 στερον τὰ περὶ τῆς οἰκονομίας τοῦ Θεοῦ λόγου κατηχήθῃς· διὸ ἠκρίβαζεν αὐτῷ τὰ τῆς πίστεως διὰ τῆς διδασκαλίας, καὶ κατεδέχετο ὁ Ἀπελλὴς ἀκούων· ᾔδει μὲν ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ παῖς, καὶ συνίστατο ἀπὸ τῆς γραφῆς· πλὴν ἀτελὴς ἦν, μὴ εἰδὼς τὰ διὰ τοῦ Πνεύματος τοῖς Ἀποστόλοις λαληθέντα 15 καὶ θεσπισθέντα· διὸ καὶ ἀκριβέστερον αὐτῷ οἱ περὶ Ἀκύλαν, ὡς ἀκολουθήσαντες τῷ Παύλῳ, ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ· οἷον, τὴν ἐν Πνεύματι λατρείαν, καὶ τὴν ἀχειροποίητον περιτομὴν, καὶ ὅσα ἄλλα πρὸς καταρτισμὸν τῆς Ἐκκλησίας ἐλέγετο.

Οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. 20 ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτὸν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Κυρίου. βουλομένου τὲ αὐτοῦ διελθεῖν εἰς τὴν Αχαίαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθη ταῖς ἀποδέξασθαι αὐτόν·

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Πολλὴ ἦν ἡ παρρησία τοῦ ἀνδρός· ἀκρι βῶς ἐλάλει τὰ περὶ τοῦ Ἰησοῦ, ἀλλ ̓ ἐδεῖτο ἀκριβείας, ἑτέρας διδασκαλίας· ταύτῃ τοι καὶ οὐκ εἰδὼς πάντα, ἀπὸ τῆς προθυμίας ἐπεσπάσατο τὸ Πνεῦμα τὸ Ἅγιον, καθάπερ οἱ περὶ Κορνήλιον.

25

Ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευ-30 28 κόσι διὰ τῆς χάριτος εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς ἀπὸ τῶν γραφῶν, εἶναι τὸν Χριστὸν Ἰησοῦν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τῷ μὲν οὖν δημοσίᾳ ἐλέγχειν ἡ παρρησία

I

ἐδείκνυτο, τῷ δὲ σαφῶς ἡ δύναμις ἐδηλοῦτο· τὸ δὲ ἐκ τῶν γραφῶν ἐπιδείκνυσιν ἡ ἐμπειρία· οὔτε γὰρ ἡ παρρησία τι συνετέλει καθ ̓ ἑαυτὸ, οὐκ οὔσης δυνάμεως· οὔτε ἡ δύναμις, οὐκ οὔσης παρρη σίας.

ΑΜΜΩΝΙΟΥ. Δεῖ γὰρ εὔτονον εἶναι τὸν πιστὸν καὶ μὴ κατα-5 λελυμένον, κατὰ τῶν ἀνθισταμένων τοῖς τῆς Ἐκκλησίας θεσμοῖς, καὶ τῇ ἀκαπηλεύτῳ πίστει.

ΔιΔήμου. Οὐ διαφωνεῖ τὸ ἀκριβέστερον λαλεῖν τὰ περὶ τοῦ Ἰησοῦ τῷ ἀκριβέστερον ἐνδιαθέσθαι τὰ περὶ τῆς ὁδοῦ τῆς Χρισ στοῦ διδασκαλίας· δυνατὸν γὰρ ὁλοσχερῶς γνῶσιν ἔχοντα τῶνιο περὶ Ἰησοῦ ἀκριβῆ, δεέσθαι τῆς λεπτομερεστάτης αὐτῶν ἐξηγή σεως· ὁ προκείμενος γὰρ ἀνὴρ, Ἰουδαῖος ὑπάρχων δυνατὸς ἠπίστατο τὰς παλαιὰς γραφὰς, τὰς περὶ τοῦ Ἰησοῦ μαρτυρούσας· εἶτα λόγιος ὢν τῷ πνεύματι ἐλάλει, καὶ ἐδίδασκεν ἃ ᾔδει περὶ τοῦ Ἰησοῦ ἐν ταῖς συναγωγαῖς· τοῦτον προσλαμβάνουσιν οὕτω σπου-15 δῆς ἔχοντα, ἀκουσταὶ γενόμενοι τοῦ Ἀποστόλου Παύλου Ἀκύλας καὶ Πρίσκιλλα, ἐπὶ τῷ παραδοῦναι αὐτῷ πᾶσαν τὴν εὐαγγελικὴν ὁδόν· εἰκὸς οὖν τὸν Ἀπελλὴν εἰδέναι, ὅτι Ἰησοῦς ἐπεδήμησε τοῖς ἀνθρώποις, καὶ τάδε ᾠκονόμησε· μὴ μὴν εἰδέναι τῆς ἐπιδημίας τὴν αἰτίαν.

ΚΕΦ. ΚΗ.

20

Περὶ βαπτίσματος καὶ τῆς τοῦ ̔Αγίου Πνεύματος δωρεᾶς δοθείσης διὰ προσευχῆς Παύλου τοῖς ἐν Ἐφέσῳ πιστεύσασι, καὶ περὶ ἰάσεως τοῦ λαοῦ. Εγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Εφε - 25 2σον· καὶ εὑρεῖν τινὰς μαθητὰς, εἶπε πρὸς αὐτοὺς, εἰ Πνεῦμα ̔́Αγιον ἐλάβετε πιστεύσαντες ; οἱ δὲ πρὸς αὐτ 3 τὸν, ἀλλ ̓ οὐδὲ εἰ Πνεῦμα ̔́Αγιόν ἐστιν, ἡκούσαμεν. εἶπέ τε, εἰς τί οὖν ἐβαπτίσθητε ;

Πολλῷ οὗτοι ἐκείνων διεστήκασιν· οἱ μηδὲ εἰ Πνεῦμα ̔́Αγιον 30 ἐστιν εἰδότες· ὅτι γὰρ οὐδὲ εἰς Χριστὸν ἐπίστευον, δῆλον ἐκ τοῦ εἰπεῖν, εἰς τὸν ἐρχόμενον μετ ̓ αὐτὸν ἵνα πιστεύσωσι· καὶ οὐκ εἶπεν ὅτι οὐδέν ἐστι τὸ βάπτισμα Ιωάννου, ἀλλ' ὅτι ἀτελές· οὐδὲ προσέθηκεν, ἀλλ ̓ ἐδίδασκεν, καὶ πολλοὶ τὸ Πνεῦμα ἐλάμβανον·

ὥστε εἰκὸς ἦν αὐτοὺς Πνεῦμα ἔχειν, μὴ φαίνεσθαι δὲ, οὐ γὰρ ἐβούλετο περιάγειν αὐτοὺς, ἀλλ ̓ εἰς Ἔφεσον καταλιπεῖν· οὗτοι δὲ μετὰ ταῦτα τὴν Κόρινθον ᾤκησαν· καὶ μεγάλα αὐτοῖς μαρτυρεῖ, καὶ Ῥωμαίοις ἐπιστέλλων προσαγορεύει αὐτούς· ὅθεν μοι δοκεῖ παρ' αὐτὰ εἰς Ῥώμην ἀπελθεῖν, ἅτε ἐμφιλοχωροῦντας τοῖς 5 τόποις ἐκείνοις ὅθεν ἐξέπεσαν ἐπὶ Νέρωνος.

4 Οἱ δὲ εἶπον, εἰς τὸ Ἰωάννου βάπτισμα. εἶπε δὲ ὁ Παῦλος, Ἰωάννης ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων, εἰς τὸν ἐρχόμενον μετ ̓ αὐτὸν ἵνα πιστεύ σωσι, τουτέστιν εἰς τὸν Χριστὸν Ἰησοῦν.

5

του

66

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Πόθεν ἐκεῖνοι ἐν Ἐφέσῳ ὄντες τὸ βάπτισμα εἶχον Ἰωάννου ; ἴσως ἐπεδήμησαν τοῖς Ἱεροσολύμοις τότε, καὶ ἀπῆλθον, καὶ οὐδὲ τὸν Ἰησοῦν ἠπίσταντο· καὶ οὐ λέγει αὐτοῖς, πιστεύετε εἰς τὸν Ἰησοῦν· ἀλλὰ τί; “ εἰ Πνεῦμα Ἅγιον ἐλάβετε;” ᾔδει ὅτι οὐκ εἶχον· ἀλλὰ βούλεται αὐτοῖς εἰπεῖν, ἵνα μαθόντες 15 ὧν ἀπεστέρηνται, αἰτήσωσιν· ἀπ ̓ αὐτοῦ τοῦ βαπτίσματος προφητεύει, καὶ ἐνάγει αὐτοὺς ὅτι τοῦτο βούλεται τὸ βάπτισμα Ἰωάννου. διπλοῦν τὸ χάρισμα, γλῶσσαι καὶ προφητεῖαι· ἐντεῦθεν δείκ νυται δόγμα μέγα, ὅτι ἀτελὲς Ἰωάννου τὸ βάπτισμα εἰς μετάνοιαν· καὶ οὐκ εἶπεν ἀφέσεως, ἀλλὰ μετανοίας βάπτισμα.

̓Ακούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυ ρίου Ἰησοῦ.

20

Του ΧΡΥΣΟΣΤΟΜοτ. Βαπτισθέντες δὲ εὐθέως Πνεῦμα ἐλάμ βανον· τὸ δὲ Πνεῦμα οὐχ ἑώρων, ἀόρατον γάρ ἐστιν· αἰσθητὸν δέ τινα ἔλεγχον ἐδίδου τῆς ἐνεργείας ἐκείνης ἡ χάρις· καὶ ὁ μὲν τῇ 25 Περσῶν, ὁ δὲ τῇ Ῥωμαίων, ὁ δὲ τῇ Ἰνδῶν, ὁ δὲ ἑτέρᾳ τινὶ τοιαύτῃ εὐθέως ἐφθέγγετο γλώσσῃ· καὶ τοῦτο ἐφανέρου τοῖς ἔξωθεν, ὅτι Πνεῦμά ἐστιν ἐν αὐτῷ τῷ φθεγγομένῳ.

Ἀμμωνίου. Ὥστε οὖν τὸ Ἰωάννου βάπτισμα προτροπὴν εἶχε μετανοίας μόνον, οὐ μὴν καὶ καθαρισμοῦ ἁμαρτίας· ὡς εἶναι ταυ-30 τὴν διαφορὰν τοῦ Ἰωάννου βαπτίσματος καὶ τοῦ τῶν πιστῶν· ὅτι τὸ τῶν πιστῶν καὶ ἄφεσιν ἁμαρτιῶν χαρίζεται· ὁ μὲν Ἰωάννης βαπτίζων ἔλεγε, βαπτίζω σε εἰς τὸν ἐρχόμενον μετ ̓ ἐμὲ, καὶ ἀπαιτῶ σε πιστεύειν εἰς αὐτὸν, ὅτι οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ·

SS

10

ὁ δὲ πιστῶς βαπτίζων φησί· βαπτίζω σε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, εἰς τὴν ὁμοούσιον Τριάδα πιστεύειν· καὶ ἀποπλύνων καὶ ἀπεκδύων αὐτὸν ἀπὸ τῆς προυπούσης αὐτῷ θρησκείας, καὶ μετενδύων αὐτὸν εἰς Χριστὸν, καὶ καθαρῶς τὴν οὖσαν διαγγέλλων πίστιν. σημειωτέον δὲ πάλιν, ὅτι μετὰ τὸς εἰς Χριστὸν βάπτισμα, διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ βαπτίζοντος, ἐπιφοιτᾶ τὸ Πνεῦμα τὸ Ἅγιον τοῖς βαπτισθεῖσι· καὶ ὅτι οὐκ εἶχον Πνεῦμα Ἅγιον οἱ τὸ Ἰωάννου βάπτισμα βαπτισθέντες· πῶς οὖν Ἀπελλῆς μόνον εἰς τὸ Ἰωάννου βαπτισθεὶς, ἔζεε τῷ Πνεύ ματι; ὁ Ἀπελλῆς εἰ καὶ ἔζεε τῷ Πνεύματι, ἀλλ ̓ οὖν οὐκ εἴρηται ὅτι καὶ Πνεῦμα Ἅγιον εἶχεν ἀμέλει γοῦν οὔτε γλωσσαῖς ἐλάλει, οὔτε ἐπροφήτευεν· ἄλλο οὖν τί ἐστι τὸ ζέειν τῷ Πνεύματι, καὶ ἄλλο τὸ ἔχειν Πνεῦμα Ἅγιον· ὁ ἔχων Πνεῦμα Ἅγιον εἶχεν αὐτὸ ἐνοικοῦν ἐν αὐτῷ, καὶ ἐλάλει αὐτὸ τὸ Πνεῦμα ἐκ τῶν ἔσωθεν· ὡς πολλὰ τοιαῦτα κεῖται ὀπίσω, πῶς ἐλάλησε τῷ Φιλίππῳ, τῷ 15 Πέτρῳ, τοῖς Ἀποστόλοις, τοῖς περὶ Παῦλον, κωλύον αὐτοὺς λαλεῖν τὸν λόγον ἢ μὴ λαλεῖν ἔν τισι τῶν πόλεων· ὁ δὲ ζέων τῷ Πνεύματι δι' ἐλλάμψεως ε ε καὶ προτροπῆς τῆς ἔξωθεν ἔπραττέ τι· ὁδη γούμενος ὑπὸ τοῦ Πνεύματος, ὡς ἂν εἰ δι' ἀγγέλου τις ὁδηγηθείη ἢ φυλαχθείη. καὶ μή μοι λέγε, καὶ πῶς οἷόν τε ζέειν τῷ Πνεύ- 20 ματι, τὸν μὴ μέτοχον ὄντα τοῦ Πνεύματος; ἀπὸ γὰρ τῶν αἰσθητῶν τὸ ἀόρατον δεῖ στοχάζεσθαι· εἰ ὁ ἥλιος ἔξωθεν ὤν, καὶ τὸ πῦρ, διὰ τοῦ πλησιάζειν τοῖς σώμασιν ἢ καὶ ὀλίγον ἀφεστάναι, ὅ ἐστιν ἐπὶ πυρὸς εἰπεῖν, θερμαίνοι ἡμῶν τὰ σώματα, τί δεῖ εἰπεῖν περὶ τοῦ θείου Πνεύματος τοῦ ὄντως θερμοτάτου καὶ πυρίζοντος τὸν ἔσω 25 ἡμῶν ἄνθρωπον, κἂν μὴ ἐνοικῇ, ἀλλ ̓ ἔξωθεν ᾖ; ἐγχωρεῖ οὖν, ᾗ πάντα δυνατά ἐστι τῷ Θεῷ, θερμαίνεσθαι τινὰ, κἂν μὴ ἐν ἑαυτῷ οἰκοῦν τὸ θερμαῖνον.

αν ει

6 Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ ̔́Αγιον ἐπ' αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ 30 ἡ ἐπροφήτευον· ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Διατί; χωρὶς Πνεύματος γὰρ οὐκ ἐνῆν· ἀλλὰ δεικνὺς ὁ Θεὸς, ὅτι τοῦτο τῆς ἐξουσίας ἐστὶ τῆς ἀνωτάτω, καὶ τῆς οὐσίας τῆς βασιλικῆς ἐκείνης, καὶ τὴν αὐτὴν ἔχει ἰσχύν. © ἐλάμψεως Cod.

ὰ ἐλάλεισε Cod.

« PreviousContinue »