Page images
PDF
EPUB

τι ποιεῖ, ἐὰν μὴ μετὰ πίστεως λέγηται· “ ὁ πιστεύων εἰς ἐμὲ," φησι, σε καὶ μείζονα ποιήσῃ, ὧν ἐγὼ ποιῶ” τοῦτο τὸ τῶν σκιῶν ἐστὶν ὅπερ ἔλεγε. Καὶ πάλιν—Ότε γοῦν τὸν δαίμονα τὸν πονηρὸν ἐκεῖνον ἐξέβαλε, γοήτων ἀνδρῶν μυριάδες συνελθοῦσαι, πλῆθος βιβλίων τῶν μαγγανικῶν κατέκαιον, καὶ πρὸς τὴν ἀλήθειαν με 5 θίσταντο καὶ καθάπερ ἐν πολέμῳ πύργου πεσόντος, ἢ τυράννου κατενεχθέντος, οἱ μετ ̓ ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες τῷ στρατηγῷ προσέχουσιν· οὕτω δὴ καὶ τότε ἐγένετο· τοῦ γὰρ δαίμονος ἐκβληθέντος, οἱ πολυορκηθέντες ἅπαντες τὰ βιβλία ῥίψαντες, μᾶλ λον δὲ κατακαύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον.

10

ΔιΔήμου. Οἱ διαβάλλοντες τοὺς Χριστοῦ μαθητὰς ὡς ἐκ μαγι κῆς κατασκευῆς ἔχοντας, προκειμένης λέξεως ἐλεγχέσθωσαν, δηλούσης ὡς δυνάμει τῆς διδασκαλίας αὐτῶν πᾶσα γοητεία καταλύετο. ἰδοὺ γοῦν οὐχ οἱ εὐκαταφρόνητοι, ἀλλ ̓ ἱκανότητα πολλὴν πρὸς τὴν τέχνην ταύτην ἔχοντες, αἴσθησιν λαβόντες τῆς καθαιρέσεως 15 τῆς περιεργείας ἴσως τῶν δαιμόνων τῶν συνήθων, τὰς βίβλους πάσας τὰς περὶ τούτων συγκομίσαντες, ἔμπροσθεν πάντων τότε παρόντων κατέκαυσαν· καίτοι πολλοῦ τιμήματος οὖσας. προλήψει τοῖς προκειμένοις καὶ τὰ περὶ Σίμωνος.

21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύ- 20 ματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν.

22

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τήν τε παρουσίαν ἀπαγγεῖλαι, καὶ προθυμοτέρους ποιοῦντας, μάλιστα πάντων τῇ Ἀσίᾳ ἐνδιατρίβει εἰκό - 15 τως· ἐκεῖ γὰρ ἦν τυραννὶς τῶν φιλοσόφων· καὶ ἐλθὼν πάλιν αὐτοῖς διελέγετο· καὶ γὰρ πολλὴ ἦν ἡ δεισιδαιμονία.

Αποστείλας δὲ εἰς Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν.

Τοῦ Αὐτοῦ. Ἴσως ὡς κιβώρια μικρὰ πολλὴ ταύτης ἡ τιμὴ ἐν Ἐφέσῳ· ὅπου καὶ τὸ ἱερὸν αὐτῶν ἔμπροσθεν οὕτως ἐλύπησεν αὐτοὺς, ὡς τὸν ἐμπρήσαντα κελεῦσαι μηδὲ ὀνόματι λέγεσθαι· ὅρα

30

23

πανταχοῦ τὴν εἰδωλολατρίαν ἀπὸ χρημάτων· καὶ οὗτος διὰ χρή ματα, οὐ τῆς εὐσεβείας κινδυνευούσης αὐτοῖς, ἀλλ ̓ ὡς τοῦ πορισμοῦ τὴν ὑπόθεσιν οὐκ ἔχοντος.

* Περὶ τῆς ἐν Ἐφέσῳ κινηθείσης στάσεως ὑπὸ Δημητρίου τοῦ ἀργυροκόπου κατὰ τῶν ̓Αποστόλων.

Εγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὄλι24 γος περὶ τῆς ὁδοῦ. Δημήτριος γάρ τις ονόματι, άργυρόκοπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις οὐκ ὀλιγὴν ἐργασίαν·

25

5

Τοῦ Αὐτοῦ. Τὸν κίνδυνον ἐπέστησεν, ὅτι ἀπὸ τῆς τέχνης το ταύτης κινδυνεύομεν εἰς λιμὸν ἐμπεσεῖν· καίτοι τὰ εἰρημένα ἱκανὰ εἰς εὐσέβειαν αὐτοὺς ἀγαγεῖν· ἀλλὰ ταλαίπωρεί τινες ὄντες καὶ ψυχροὶ ταῦτα ποιοῦσιν· εἰ γὰρ ἄνθρωπος οὗτος τοσαῦτα ἰσχύει ὡς μεταστῆσαι πάντας, καὶ κινδυνεύει τὰ τῶν θεῶν, δεῖ ἐννοῆσαι ἡλίκος ὁ τούτου θεός· καὶ ὅτι πολλῷ μᾶλλον ἐκεῖνα ὑμῖν δώσει 15 ὑπὲρ ὧν φοβεῖσθε· ἤδη προκατέλαβεν αὐτῶν τὰς ψυχὰς, λέγων σε ὅτι οὐκ εἰσὶ θεοὶ οἱ ὑπὸ χειρῶν ἀνθρώπων γινόμενοι” ὅρα ὑπὲρ τίνος ἀγανακτοῦσιν Ἕλληνες, ἐπειδὴ εἶπεν, ὅτι οἱ ὑπὸ ἀνθρώπων γινόμενοι οὐκ εἰσὶ θεοί· πανταχοῦ εἰς τὴν τέχνην ὠθεῖ τὸν λόγον· εἶτα τὸ μάλιστα αὐτοὺς λυπῆσαν ὕστερον τίθησιν.

Οὓς συναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστι·

20

ΑΜΜΩΝΙΟΥ. Ἤιδει οὖν ὁ Δημήτριος ὅτι ἠπάτα τοὺς ἀνθρώπους, ποιῶν αὐτοῖς ναοὺς καὶ θεοὺς ἀργυροῦς· καὶ ἐδεδείης μὴ ἐλεγχθῇ 25 αὐτοῦ ἡ ῥαδιουργία καὶ ἡ ἀπάτη, διὰ τῆς ἀληθοῦς τοῦ Παύλου διδαχῆς. σημειωτέον δὲ ὅτι τοσοῦτον διέλαμπεν ἡ ἀληθὴς πίστις, καίτοι μήπω ἐπικρατήσασα τότε τῆς οἰκουμένης, ὅτι Δημήτριος ἐδεδείει, μὴ καὶ εἰς τέλος ἀπόληται τῆς Ἀρτέμιδος ὁ ἐν Ἐφέσῳ ναός· καὶ προανεφώνει τὴν ἀπώλειαν τοῦ ναοῦ, ὃ καὶ γέγονεν. 26 Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ καὶ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας

[blocks in formation]

30

27

28

29

μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.

66

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. " Πείσας” μετέστησεν οὐ βιαίως· οὕτω δεῖ πείθειν. Καὶ μετ ̓ ὀλίγα—Πῶς ἔπεισεν ἄνθρωπος εὐτελής ; πῶς τοσαύτης ἐκράτησε συνουσίας; τί ποιῶν, ἢ τί λέγων; οὐκ ἔστις Παύλου, οὐκ ἔστιν ἀνδρός· καὶ τοῦτο ἀρκεῖ τὸ εἰπεῖν, “ ὅτι οὐκ εἰσὶ σε θεοί” εἰ μὲν οὖν οὕτως εὐφώρατον τὸ τῆς ἀσεβείας, πάλαι καταγνωσθῆναι ἔδει· εἰ δὲ ἰσχυρὸν, οὐχ οὕτως ἀναιρεθῆναι ταχέως.

Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεάς Αρτεμί- το δος ἱερὸν εἰς οὐδὲν λογισθῆναι μέλλει, καθαιρεῖσθαί τε τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκου μένη σέβεται.

Τοῦ Αὐτοῦ. Ὅρα πῶς ἔδειξε μείζω τὴν Παύλου δύναμιν, πάντας ἀθλίους αὐτοὺς καὶ ταλαιπώρους ἀποφαίνων, εἴγε ἄνθρωπος 15 ἐλαυνόμενος καὶ σκηνοποιὸς ταῦτα δύναται· ὅρα παρ' ἐχθρῶν τὰς μαρτυρίας τοῖς Ἀποστόλοις γινομένας· ὅτε ἐκαθῄρουν αὐτῶν τὰ σεβάσματα, τότε στέμματα καὶ ταύρους προσέφερον.

Ακούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραξον λέγοντες,

Τοῦ Αὐτοῦ. Πόθεν ὁ θυμὸς γέγονεν ; ὅτε περὶ τῆς Ἀρτεμίδος ἤκουσαν, ὅτε περὶ τοῦ πορισμοῦ· τοιαῦτα γὰρ τὰ τῶν ἀγοραίων ἤθη ἀπὸ τοῦ τυχόντος συναρπάσεσθαι καὶ ἐκκαίεσθαι· διὸ ταῦτα μετὰ ἐξετάσεως δεῖ ποιεῖν.

20

Μεγάλη ἡ Ἀρτεμὶς Ἐφεσίων. καὶ ἐπλήσθη ὅλη ἡ 25 πόλις τῆς συγχύσεως

Τοῦ Αὐτοῦ. Κατὰ πόλιν γὰρ αὐτῶν ἦσαν θεοὶ, καὶ οὕτω διέκειντο, ὡς διὰ τῆς φωνῆς ἀνακτώμενοι τὸ σέβας αὐτῆς, καὶ τὰ γεγενημένα ἀναλύοντες· ὅρα ἄτακτον πλῆθος παιδικὴ ὄντως ἡ διάνοια καθάπερ φοβούμενοι μὴ σβεσθῇ τὸ σέβασμα αὐτῶν, συνε- 30 χῶς ἐβόων.

Ωρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπά

30

σαντες Γάϊον καὶ ̓Αρίσταρχον Μακεδόνα, συνεκδήμους Παύλου.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τούτων ἔν τινι ἑαυτοῦ Ἐπιστολῇ μέμνη ται ὁ Ἀπόστολος πλὴν καὶ ἡ γραφὴ αὐτοῖς μαρτυρεῖ, ὅτι διὰ τὴν πίστιν καὶ ἐκινδύνευσαν.

Τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, 31 οὐκ εἴων αὐτὸν οἱ μαθηταί. τινὲς δὲ καὶ τῶν ̓Ασιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.

66

66

5

Τοῦ ΑὐΤΟΥ͂. “ Παρεκάλουν τὸν Παῦλον μὴ δοῦναι ἑαυτὸν εἰς τὸ 10 · θέατρον” ἀτάκτῳ δήμῳ καὶ ῥύμη· καὶ ὁ Παῦλος πείθεται· οὐ γὰρ ἦν κενόδοξος οὐδὲ φιλότιμος. Καὶ πάλιν—Εἰδότες αὐτοῦ τὴν προθυμίαν παρεκάλουν· οὕτως αὐτὸν πάντες ἐφίλουν οἱ πιστοί.

Μὴ δὴ καταπίπτωμεν ἐν τοῖς πειρασμοῖς· αὐτὸς γὰρ ποιήσει καὶ τὴν δύναμιν τοῦ δύνασθαι ὑπενεγκεῖν· οὐδὲν οὕτως φιλοὺς 15 ποιεῖ καὶ συγκροτεῖ ὡς θλίψεις· οὐδὲν οὕτω συνδεῖ καὶ ἐπισφίγγει τῶν πιστῶν τὰς ψυχάς· οὐδὲν ἡμῖν τοῖς διδασκάλοις ἐπιτήδειον πρὸς τὸ τὰ παρ' ἡμῶν λεγόμενα ἀκούεσθαι. ἐν μὲν γὰρ ἀνέσει τυγχάνων ὁ ἀκροατής, χαυνός τε ἐστι καὶ ῥάθυμος, καὶ ἐνοχλεῖ σθαι δοκεῖ παρὰ τοῦ λέγοντος· ἐν δὲ θλίψει καὶ στενοχωρίᾳ, εἰς 20 πολλὴν ἐπιθυμίαν ἀκροάσεως ἐμπίπτει στενοχωρούμενός τε τὴν ψυχὴν πανταχόθεν ζητεῖ παραμυθίαν τῆς θλίψεως εὑρεῖν· οὐ μια κρὰν δὲ φέρει ὁ λόγος παραμυθίαν. Καὶ μεθ ̓ ἑτέρα—Μηδὲ καταπίπτωμεν ἐν ταῖς θλίψεσιν· ἀλλ ̓ ἐν πᾶσιν εὐχαριστῶμεν, ἵνα καὶ κερδάνωμεν μέγα· ἵνα εὐδοκιμήσωμεν παρὰ τῷ Θεῷ τῷ τὰς θλί- 25 ψεις συγχωροῦντι· μήτε οὖν ἐπισπώμεθα αὐτὴν, καὶ παροῦσαν γενναίως φέρωμεν, ἀεὶ μυρίων οὖσαν ἀγαθῶν αἰτίαν· ἵνα καὶ τῆς παρὰ Θεοῦ ῥόπης ἀπολαύσωμεν.

66

Πολλοὺς κινδύνους ὑπέμεινεν ἐν Ἐφέσῳ ὁ Παῦλος, ὥστε μι κροῦ δεῖν καὶ θηρίοις ὁμιλῆσαι· καὶ τοῦτό ἐστιν ὅ φησιν ἐν τῇ30 πρὸς Κορινθίους Επιστολῇ· “ εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν σε Ἐφέσῳ, τί μοι τὸ ὄφελος;” Ἰωάννης δὲ ὁ ἁγιώτατος Ἐπίσκοπος Κωνσταντίνου πόλεως ἐξηγούμενος τὸ ῥητὸν τοῦτο, οὕτως εἶπε· τί ἐστιν “ εἰ κατὰ ἄνθρωπον ; ὅσον τὸ εἰς ἀνθρώπους ἧκον “ έθηριο

[ocr errors]

66

[ocr errors]

66

μάχησα” τί γὰρ εἰ ὁ Θεὸς ἐξήρπασέ με τῶν κινδύνων ; ὥστε ὁ μάλιστα ὑπὲρ τούτων ὀφείλων μεριμνῶν· ἐγώ εἰμι ὁ τοσούτους κινδύνους ὑπομένων, καὶ μηδεμίαν μηδέπω λαβὼν ἀμοιβήν εἰ γὰρ μὴ παραγίνεται ὁ τῆς ἀναστάσεως καιρὸς, ἀλλὰ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα συγκέκλεισται, ἡμεῖς ἐν μείζονι ζημίᾳ ἐσμέν.5 Καὶ μετ ̓ ὀλίγα—Ταῦτα δὲ ἅπαντα ἔλεγεν· οὐκ ἐπειδὴ οὐκ εἶχεν ὄφελος, καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἀλλὰ διὰ τὴν τῶν πολλῶν ἀσθέ νειαν, καὶ ὥστε αὐτοὺς εἰς τὸν περὶ τῆς ἀναστάσεως στηρίξαι λόγον.

32 *Αλλοι μὲν οὖν ἄλλό τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία το συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν, τίνος ἕνεκα συνεληλύθεισαν.

33

ΑΜΜΩΝΙΟΥ. Δείκνυσι τὴν ἄκριτον κατὰ τοῦ Παύλου ἐπανά στασιν· ὅτι δὴ καὶ ἠγνόουν τινὲς καταβοῶντες, ἐφ ̓ οἷς συναχθέν τες ἔκραζον.

15

Του ΧΡΥΣοΣΤόμον. Τοιοῦτον τὸ πλῆθος· ἁπλῶς ἕπεται, και θάπερ πῦρ εἰς ὕλην ἐμπεσόν· ὁ μὲν οὖν Παῦλος ἐβούλετο εἰσελ θὼν δημηγορῆσαι, τοὺς γὰρ διωγμοὺς ἐλάμβανεν εἰς διδασκαλίαν ἀλλ ̓ οἱ μαθηταὶ οὐκ εἴων· σκόπει πόσῃ περὶ αὐτὸν προνοίᾳ κέχρην ται πανταχοῦ· καὶ ἐξ ἀρχῆς αὐτὸν ἐξήγαγον· ὥστε μὴ περὶ τὰ 20 καίρια λαβεῖν τὴν πληγήν· καίτοιγε ἤκουσαν ὅτι δεῖ αὐτὸν καὶ Ῥώμην ἰδεῖν.

Ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν ̓Αλέξανδρον, προβαλλόντων αὐτὸν τῶν Ἰουδαίων· ὁ δὲ ̓Αλέξανδρος κατα34σείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ ἐπι- 25 γνόντων δὲ ὅτι Ἰουδαῖος ἐστὶ, φωνὴ ἐγίνετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κράζοντων, μεγάλη ἡ "Αρτεμις Ἐφεσίων.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Προεβάλοντο οἱ Ἰουδαῖοι τὸν Ἀλέξανδρον οἰκονομικῶς δὲ οὗτος οὐκ ἐφθέγξατο· πάλιν δὲ ἔκραζον “ μεγάλη ή 30

66

Ἄρτεμις” παιδικὴ ὄντως ἡ διάνοια· καθάπερ γὰρ φοβούμενοι μὴ σβεσθῇ τὸ σέβας αὐτῶν, συνεχῶς ἐβόων· δύο ἔτη ἐκάθισεν ἐκεῖ ὁ Παῦλος· καὶ ὅρα πόση ἔτη Ἕλληνες· τίνος δὲ ἕνεκεν Αλέξανδρος

« PreviousContinue »