Page images
PDF
EPUB

35

ἐβούλετο ἀπολογήσασθαι ; μὴ γὰρ αὐτὸς ἐνεκλήθη, ἀλλ ̓ ὥστε και ρὸν εὑρεῖν, καὶ τὸ πᾶν καταστρέψαι, καὶ ἑλκύσαι τοῦ δημοῦ τὸν θυμόν· εἶδες θυμὸν ἄτακτον.

Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον, φησὶν, ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων, ὃς οὐκ ἐπι- 5 γινώσκει τὴν τῶν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Αρτέμιδος καὶ τοῦ διοπετοῦς ;

66

Τοῦ Αὐτοῦ. Καλῶς καὶ ἐπιτιμητικῶς ὁ γραμματεύς· “ τίς ἐστι,” φησὶν, σε ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν ;” περὶ οὗ ἐφοβοῦντο, οὐκοῦν τοῦτό φησιν, ὅτι οὐ θεραπεύετε αὐτήν· καὶ οὐκ εἶπε, τίς 1ο γάρ ἐστιν, ὃς οὐ γινώσκει τὴν Ἄρτεμιν, ἀλλὰ τὴν πόλιν τὴν ὑμε τέραν; ἐθεράπευεν αὐτήν· τί τοίνυν ζητεῖτε ὡς ἀδήλων ὄντων; προσχῆμα τὴν εὐσέβειαν ἐβούλοντο ποιεῖν τοῦ χρηματισμοῦ.

ΑΜΜΩΝΙΟΥ. “ Καὶ τοῦ διοπετοῦς,” τοῦ ναοῦ τοῦ Διός· ἤτοι τοῦ στρογγυλοειδούς· ἢ μᾶλλον ὅπερ καὶ ἀληθές ἐστι, διοπετὲς καλεῖ 15 τὸ ἄγαλμα τῆς Ἀρτέμιδος, ἤτοι τὸ Παλλάδιον· ὅπερ ἄνωθεν ἐκ τοῦ Διὸς διαθηλασθαι 5 ᾤοντο, καὶ οὐκ ἐξ ἀνθρώπων.

ΙΣΙΔΩΡΟΥ ΕΠΙΣΤΟΛΗΣ ΑΦΛΗ ́. Τινὲς μὲν φασὶν ὅτι περὶ τοῦ τῆς Ἀρτέμιδος ἀγάλματος εἴρηται, τουτέστι τῆς μεγάλης Αρτέμιδος, καὶ τοῦ διοπετοῦς αὐτῆς ἀγάλματος· τινὲς, ὅτι καὶ τὸ Παλ- 20 λάδιον, ἄγαλμα δὲ ἦν τῆς Ἀθηνᾶς· τοῦτο ἐσέβοντο μετὰ τῆς Ἀρτέμιδος.

Τὸ ἐξ οὐρανοῦ παρὰ τοῦ Διὸς πεμφθὲν ἤτοι καταπτὰν, καὶ οὐ γενόμενον ὑπὸ ἀνθρώπου ἄγαλμα, ἢ τῆς Ἀρτέμιδος ἢ τῆς Παλλάδος, καθὼς ἐμυθεύοντο Ἕλληνες πρὸς κατάπληξιν τῶν ἀκεραιο- 25 τέρων.

36 Αναντιρρήτων οὖν ὄντων τούτων, δέον ἔστιν ὑμᾶς κατεσταλμένους ὑπαρχεῖν, καὶ μηδὲν προπετὲς πράσ 37 σειν. ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ὑμῶν.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Εἶτα ἠρέμα καθάπτεται αὐτῶν, δεικνὺς ὅτι προπετῶς ἔπραξαν, καὶ οὐκ ἔδει ἰδιωτικῶν ἐγκλημάτων ἕνεκεν

8 ἐκ τ. Διὸς διαθ. suppl. rec. m. in marg.

30

38

66

κοινὴν ἐκκλησίαν ποιεῖσθαι· σφόδρα γὰρ αὐτοὺς ἠλόγησε καὶ διηπόρησε “ τίς γάρ ἐστιν ἀνθρώπων,” καὶ τὰ ἑξῆς· τούτῳ πρώτῳ τὸν θυμὸν αὐτῶν ἔσβεσε. “ καὶ τοῦ διοπετοῦς” ἱερὸν ἕτερον οὕτως ἐκαλεῖτο, ἤτοι τὸ ὄστρακον αὐτῆς φησιν. “ οὔτε βλασφημοῦντα τὴν σε θεὸν ἡμῶν τοῦτο ψεῦδος, ταῦτα μὲν πρὸς τὸν δῆμον· ὥστε δὲ5 κἀκείνους ἐπιεικεστέρους γενέσθαι, φησίν.

Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνίται ἔχουσι πρός τινα λόγον,

Τοῦ Αὐτοῦ. Ὅρα πῶς οἱ ἄπιστοι· φρονίμως πῶς καὶ συνετῶς οὕτως ἔσβεσεν τὸν θυμόν· ὥσπερ γὰρ ῥαδίως ἐξάπτεται, οὕτω καὶ το ῥαδίως σβέννυται.

39 Αγοραῖοι ἄγονται, καὶ ἀνθύπατοι εἰσίν· ἐγκαλείτω40σαν ἀλλήλοις· εἰ δέ τι περαιτέρω ζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται· καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδένος αἰτίου ὑπάρ- 15 χοντος περὶ οὗ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς 41 συστροφῆς ταύτης· καὶ ταῦτα εἰπὼν, ἄπελυσε τὴν ἐκκλησίαν.

Ι

ΑΜΜΩΝΙΟΥ Εἶδος ἦν δικαστῶν ἐν τῇ Ἀσίᾳ εὐτελῶν οἱ ἀγοραῖοι, οἵτινες ἐδίκαζον τοῖς πένησι καὶ ἀγοραίοις ἀνθρώποις· διὸ 20 καὶ ἀγοραῖοι ἐκαλοῦντο μᾶλλον· ὥσπερ εἰσιν οἱ ἔκδικοι κατὰ πόλεις τινάς· οἱ δ ̓ ἀνθύπατοι ταῖς τῶν πλουσίων ἢ τῶν ἐγκλημάτων δίκαις ὑπήκουον· ἡ ἀγοραῖοι εἰσὶν οἱ δικολόγοι, παρὰ τὸ ἀγορεύειν λεχθέντες, ὅ ἐστι δημηγορεῖν.

ΚΕΦ. ΚΘ.

Περίοδος Παύλου, ἐν ᾗ περὶ θανάτου καὶ ἀνακλήσεως Εὐτυχοῦς διὰ προσευχῆς ἐν Τρωάδι· παραίνεσις τὸ αὐτοῦ ποιμαντικὴ πρὸς τοὺς ἐν Ἐφέσῳ πρεσβυτέρους.

25

Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, μεταπεμψά μενος ὁ Παῦλος τοὺς μαθητάς, καὶ παρακαλέσας, ἀσπα- 30 2 σάμενός τε, ἐξῆλθε πορεύεσθαι εἰς Μακεδονίαν· διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα.

Του ΧΡΥΣΟΣΤΟΜοτ. Ἔδει δὲ πολλῆς παρακλήσεως ἀπὸ τῆς ταραχῆς ἐκείνης· τοῦτο δὲ ποιήσας ἦλθεν εἰς Μακεδονίαν, εἶτα εἰς τὴν Ἑλλάδα· πάλιν δὲ διώκεται ὑπὸ Ἰουδαίων, καὶ ἔρχεται εἰς Μακεδονίαν· πῶς δὲ τὸν Τιμόθεον Θεσσαλονικέα φησίν; οὐ τοῦτο λέγει· ἀλλὰ προέλαβον, φησὶν, οὗτοι εἰς τὴν Τρωάδα προοδοποι-5 οῦντες αὐτῷ· τὰς δὲ ἑορτὰς ἐμοὶ δοκεῖ σπουδάζειν αὐτὸν ποιεῖν ἐν ταῖς μεγάλαις πόλεσι· προελθόντες ἀπὸ Φιλίππων, ἔνθα κατὰ τὸ δεσμωτήριον ἐγένετο· τρίτον τοῦτο εἰς Μακεδονίαν ἐπανῆλθε, καὶ πολλὰ μαρτυρεῖ τοῖς Φιλιππησίοις, διὸ καὶ ἐνδιατρίβει ἐκεῖ σε καὶ ἀσπασάμενος αὐτοὺς,” φησὶν, “ ἐξῆλθε.” καὶ τούτῳ πάλιν το ἀνεκτήσατο, ἱκανὴν διδοὺς παραμυθίαν· “ε καὶ παρακαλέσας λόγῳ σε πολλῷ.”

66

66

3 Ποιήσας τε μῆνας τρεῖς, γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων, μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, 4ἐγένετο γνώμης ὑποστρέφειν διὰ Μακεδονίας. συνεί- 15 πετο δὲ αὐτῷ ἄχρι τῆς ̓Ασίας Σώπατρος Πύρρου Βεροιαῖος Θεσσαλονικέων δὲ, Αρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, ̓Ασιανοὶ δὲ, 5 Τυχικὸς καὶ Τρόφιμος· οὗτοι προελθόντες ἔμενον ἡμᾶς 6 ἐν Τρωάδι· ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρωάδα ἄχρι ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά.

20

Τοῦ Αὐτοῦ. Ὅρα πανταχοῦ διὰ λόγων τὸ πλέον κατορθοῦντα, οὐ διὰ σημείων· συνεχῶς ἡμῖν αὐτὸν δείκνυσιν ἐπειγόμενον εἰς τὴν 25 Συρίαν· τὸ δὲ αἴτιον ἡ ἐκκλησία ἦν καὶ τὰ Ἱεροσόλυμα· ἀλλ ̓ ὅμως κατεῖχε τὸν πόθον, καὶ τὰ ἐκεῖ κατώρθον· καίτοι οὐ μεγάλη ἡ Τρωάς ἐστι· τί οὖν ἡμερῶν ἑπτὰ ποιοῦσι; μεγάλη ἴσως ἦν κατὰ τοὺς πιστούς· καὶ ἡμέρας ἑπτὰ διατρίψας, τῇ ἐπιούσῃ τὴν νυκτὰ ἀνήλωσεν εἰς τὴν διδασκαλίαν· οὕτω δυσαποσπάστως αὐτῶν 30 εἶχε, καὶ αὐτοὶ αὐτοῦ.

7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων ἡμῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξ

ιέναι τῇ ἐπαύριον, παρέτεινε δὲ τὸν λόγον μέχρι μεσο 8 νυκτίου· ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ, οὗ ἦμεν συνηγμένοι.

66

66

66

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Πεντηκοστή τότε ἦν· ὅρα πῶς πάντα πάρεργα ἦν τοῦ κηρύγματος· καὶ κυριακὴ ἦν· “ μέχρι μεσονυκτίου,” 5 φησίν· οὐδὲ νύκτα ἐσίγα, ἀλλὰ τότε μᾶλλον διελέγετο, ἅτε ήσυ χίας οὔσης· ὅρα πῶς καὶ πολλὰ διελέγετο, καὶ παρ' αὐτὸν τοῦ δείπνου τὸν καιρόν· ἀλλὰ συνετάραξε τὴν ἑορτὴν ὁ διάβολος, οὐ μὴν ἴσχυσε, βαπτίσας τὸν ἀκροατὴν ὕπνῳ καὶ κατενεγκών. Καὶ μετ' ὀλίγα— Συνηγμένων δὲ ἡμῶν, φησὶ, “ κλάσαι ἄρτον” πρὸς το αὐτὸν τὸν καιρόν. ἀρχὴν λαβὼν ὁ λόγος παρέτεινεν ὡς ἐνδεικνύμενος πεινῆν· καὶ οὐκ ἦν ἄκαιρος, οὐ γὰρ προηγουμένως εἰς διδασκαλίαν καθῆκεν, ἀλλὰ συνῆλθον μὲν “ κλάσαι ἄρτον,” ἐμπεσόντος δὲ λόγου παρέτεινε τὴν διδασκαλίαν. ὅρα πῶς καὶ τῇ τραπέζῃ τοῦ Παύλου πάντες ἐκοινώνουν· ἐμοὶ δοκεῖ καὶ παρὰ τὴν τραπέζαν αὐτὸν καθη- 15 μένον διαλέγεσθαι, παιδεύοντα ἡμᾶς πάντα τὰ λοιπὰ πάρεργον ήγεισθαι.

[ocr errors]

9 Καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, καὶ κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου, 10 το ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ συμπεριλαβὼν αὐτὸν εἶπε,

Τοῦ Αὐτοῦ. Συνετάραξε τὴν ἑορτὴν ὁ διάβολος, βαπτίσας τὸν ἀκροατὴν ὕπνῳ καὶ κατενεγκών· θέα δέ μοι τὸ θέατρον, ὅπως ἦν 15 συγκεκριτημένον, καὶ τὸ σημεῖον, οἷον· ἐπὶ θυρίδος ἐκάθητο ἀωρὶ τῶν νυκτῶν· τοσοῦτον ἦν ὁ πόθος τῆς ἀκροάσεως· αἰσχυνθῶμεν ἡμεῖς· ἀλλὰ Παῦλος διελέγετο, φησὶ, τότε· καὶ νῦν δὲ Παῦλος διαλέγεται· μᾶλλον δὲ οὐδὲ τότε Παῦλος, οὐδὲ νῦν, ἀλλ' ὁ Χρισ στὸς, καὶ οὐδεὶς ἀκούει· οὐχὶ θυρὶς ἔστι νῦν, οὐ πεῖνα, οὐχ ὕπνος 30 ἐνοχλεῖ, καὶ ὅμως οὐκ ἀκούομεν· οὐ στενοχωρία τόπου, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι δὴ νεανίας ὢν, οὐκ ἦν ῥάθυμος· καὶ ὕπνῳ καταφερόμενος οὐκ ἀπέστη, οὐδὲ ἔδεισε τὸν

1 συγκεκρατημένον Cod.

11

κίνδυνον, μὴ κατενεχθῇ· οὐκ ἀπὸ ῥαθυμίας ἐνύσταξεν, ἀλλ ̓ ἀπὸ ἀνάγκης φύσεως· σὺ δέ μοι θέα, ὅτι οὕτως ἔζειν τῇ προθυμία, ὅτι καὶ ἐν τριστέγῳ ἦσαν. οὔπω γὰρ ἦν ἡ ἐκκλησία.

Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.

Του ΧΡΥΣΟΣΤΟΜοτ. Οὐκ εἶπεν, ἀναστήσεται, ἐγερῶ γὰρ αὐ- 5 τόν· ἀλλ' ὅρα τὸ ἄτυφον αὐτοῦ καὶ παρακλητικὸν, σε ἡ γὰρ ψυχὴ “ αὐτοῦ ἐν αὐτῷ ἐστιν.”

Ἀναβὰς δὲ καὶ κλάσας ἄρτον καὶ γευσάμενος, ἐφ ̓ 12 ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.

13

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι καὶ ὁ Παῦλος νεκρὸν ἤγειρεν τὸν καλούμενον Εὔτυχον.

[ocr errors]

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τοῦτο διέκοψε τὸν λόγον, οὐ μὴν ἔβλαψε τὸν λόγον· ὁρᾶς τοῦ δείπνου τὸ ἀπέριττον· τίνος δὲ ἕνεκεν ἐν νυκτὶ διελέγετο ; “ ἔμελλεν ἐξιέναι,” φησὶ, καὶ οὐδὲ ὁρᾶν αὐτοὺς λοιπόν. 15

Τοῦ Αὐτοῦ. Ὁρᾶς ὅπως διενυκτέρευον· τοιαῦται τράπεζαι ἦσαν, ὡς νήφοντας πάλιν ἀπιέναι τοὺς ἀκροατὰς πρὸς ἀκρόασιν ἐπιτηδείους.

* Παράπλους Παύλου ἀπὸ Ἐφέσου ἄχρι Καισαρείας τῆς Παλαιστίνης. Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν εἰς 20 τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦ λον· οὕτως γὰρ ἐντεταλμένος ἦν, ὡς μέλλων αὐτὸς πε14 ζεύειν. ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόν15 τες αὐτὸν, ἤλθομεν εἰς τὴν Μιτυλήνην· κἀκεῖθεν ἀποπλεύ σαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου. τῇ δὲ 25 ἑσπέρᾳ παρεβάλομεν εἰς Σάμον· καὶ μείναντες ἐν Τρω 16 γυλλίῳ, τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον· κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ ̓Ασίᾳ·

Τοῦ Αὐτοῦ. Τὸν μὲν κουφότερον ἐκείνοις ἐπιτρέπων, τὸ δὲ 30 ἐπιπονώτερον αὐτὸς αἱρούμενος, ἐπέζευεν ἅμα, καὶ πολλὰ οἰκονο μῶν, παιδεύων τὲ αὐτοὺς χωρίζεσθαι αὐτοῦ.

* νάσον Cod. ut et inf.

U u

« PreviousContinue »