Page images
PDF
EPUB

17

Ἔσπευδε γὰρ, εἰ δυνατὸν εἴη αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα καὶ ἀνθρωπίνως αὐτὸν κινούμενον· διὰ γὰρ τοῦτο ταῦτα γίνεται, ἵνα μὴ νομίσωμεν, ὅτι ὑπὲρ φύσιν τὴν ἀνθρωπίνην ἦν· καὶ ἐπιθυμοῦντα αὐτὸν ὁρᾶς καὶ σπεύδοντα, καὶ 5 οὐκ ἐπιτυγχάνοντα πολλάκις· οἱ γὰρ ἅγιοι καὶ μεγάλοι ἄνδρες ἐκεῖνοι, τῆς μὲν φύσεως ἡμῖν τῆς αὐτῆς ἐκοινώνουν, τῆς δὲ παραινέσεως οὐκέτι· διὸ καὶ πολλὴν ἐπεσπῶντο τὴν χάριν· ὅρα γοῦν πόσα καὶ ἀφ' ἑαυτῶν οἰκονομοῦσιν.

̓Απὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκα- το λέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.

Τοῦ Αὐτοῦ. Ὅρα αὐτὸν καὶ ἐπειγόμενον παραπλεῦσαι καὶ μὴ παρορῶντα, ἀλλὰ καὶ τὸ πᾶν οἰκονομοῦντα· τοὺς ἄρχοντας μεταπεμψάμενος· δι' ἐκείνων αὐτοῖς διελέγετο· ἄξιον δὲ θαυμάσαι, πῶς εἰς ἀνάγκην ἐμπεσὼν τοῦ μεγάλα τινὰ περὶ ἑαυτοῦ εἰπεῖν, πειρᾶ- 15 ται μετριάζειν καθάπερ Σαμουὴλ ὁ προφήτης, μέλλων παραδιδόναι τὴν ἀρχὴν τῷ Σαούλ.

18 Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν, ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ ̓ ἧς ἐπέβην εἰς τὴν ̓Ασίαν, πῶς 19 μεθ ̓ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, δουλεύων τῷ 20 Κυρίῳ μεθ' ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης,

66

Τοῦ Αὐτοῦ. Ὅρα τί μάλιστα ἄρχουσι προσήκει· μισοῦντας, φησὶν, ὑπερηφανίαν, ὃ μάλιστα ἄρχουσιν ἁρμόζει· διὰ τὸ ἀνάγ κην εἶναι ἀπονοίας αὐτοῖς· τοῦτο ἡ ὑπόθεσις τῶν ἀγαθῶν· ὥσπερ οὖν ὁ Χριστὸς ἔλεγε, “ μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι” οὐχ 25 ἁπλῶς δὲ τὸ ταπεινοφροσύνης, ἀλλὰ “ μετὰ πάσης πολλὰ γὰρ εἴδη τῆς ταπεινοφροσύνης· ἐν λόγῳ· ἐν ἔργῳ· πρὸς ἄρχοντας· πρὸς ἀρχομένους· εἶτα τὸ ἥμερον πανταχοῦ· κοινωνίᾳ πολλῇ “ μεθ ̓ ὑμῶν,” φησιν, “ ἐγενόμην δουλεύων τῷ Κυρίῳ” κοινοποιεῖται τὰ κατορθώματα· οὐδὲν αὐτοῦ ἐξαίρετον.

66

66

ΑΜΜΩΝΙΟΥ. Οὐχ ὡς ἐπαινῶν ἑαυτὸν ὁ Παῦλος καταλέγει τὰς προσούσας αὐτῷ ἀρετάς· ἄτοπον γὰρ καὶ μάλιστα πρὸς εἰδότας

1 κινεῖ Cod., sed corr. rec. m.

30

λέγειν, ἀλλ ̓ ἵνα μιμηταὶ αὐτοῦ γένωνται ἐν πᾶσι· καθῶς ἐν τέλει τῆς αὐτοῦ δημηγορίας φησὶ, πάντα ὑπέδειξα ὑμῖν· ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων.

ΔΙΔΥΜΟΥ. Ἐπεὶ οὐ πᾶσι συμφέρει τὰ ὑπερφυῶς καὶ βαθύ τερα τῶν ἀληθῶν, τὰ βελτιοῦντα οἷς συμφέρει εἶπεν· αὐτοὺς δὲ 5 μάρτυρας φέρει τοῦ οὕτω πεποιηκέναι· εἰ δὲ πρεσβύτεροι τῆς Ἐκκλησίας εἰσὶν ὑπὸ τοῦ Ἁγίου Πνεύματος ἐπισκοπεῖν τὸ ποίμνιον τεθειμένοι, μήτις δὲ παράδοξον ἡγείσθω ἀκούων, μὴ ἑκάστῳ πάντα τὰ ἀληθῆ συμφέρειν· καὶ γὰρ αὕτη ἡ φανέρωσις τοῦ Πνεύματος δίδεται τοῖς λαμβάνουσι πρὸς τὸ συμφέρον· τοῦ γὰρ λαμβάνον- 10 τις ἐλάττωσιν δηλοῖ, ἀλλ ̓ οὐ τοῦ διδομένου, μὴ δυναμένου δέξα σθαι τὸ ὑπὲρ αὐτῶν ἐπὶ τῷ λυσιτελεῖ.

Καὶ πολλῶν δακρύων καὶ πειρασμῶν, τῶν συμβάν των μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὁρᾶς ὅτι ἀλγεῖ τοῖς γινομένοις· ἐνταῦθα 15 δὲ αὐτοῦ καὶ τὸ συμπαθὲς δοκεῖ δηλοῦν· ἔπασχε γὰρ ὑπὲρ τῶν ἀπολλυμένων, ὑπὲρ αὐτῶν τῶν ποιούντων· ἐπεὶ ὑπὲρ τῶν εἰς αὐτὸν καὶ ἔχαιρεν· ἐκείνου γὰρ ἦν τοῦ χόρου τοῦ χαίροντος ὅτι κατηξιώ θησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι· καὶ πάλιν λέγει νῦν, χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν.

EK

20

ΤΟΥ ΑΥ̓ΤΟΥ ΕΚ ΤΟΥ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΪΣ. Εἰκότως ἐκείνοις ταῦτα εἶπεν, ἡνίκα ἀπό τῆς Ἐφέσου αὐτοὺς εἰς τὴν Μίλητον διδασκάλοις γὰρ ἔλεγεν, ὥστε ἐκείνους μὲν καὶ τὸ συναλγεῖν ἀπαιτεῖ· τούτους δὲ τὸ κινδυνεύειν μόνον· ποίαν βούλει παραβαλεῖν πηγὴν τοῖς δάκρυσι τούτοις ; τὴν ποτίζουσαν τὴν γῆν ἅπα-25 σαν; ἀλλ ̓ οὐδὲν ἴσον ἐρεῖς· αὕτη γὰρ ἡ τῶν δακρύων πηγή, ψυχὰς ἐπότιζεν, οὐ γῆν· ἥτις ἡμῖν δεδρακυμένον ἔδειξε Παῦλον καὶ στενάζοντα· οὐ πολλῷ βέλτιον ἦν ἰδεῖν ἢ μυρίους χοροὺς φαιδρῶς ἐστεφανωμένους ; Καὶ μετ ̓ ὀλίγα—Τούτοις ἄρδεται ἡ Ἐκκλησία, τούτοις ψυχαὶ φωτίζονται τοῖς δάκρυσι· κἂν πῦρ ᾖ, ταῦτα τὰ 30 δάκρυα σβέσαι δύναται καὶ αἰσθητὸν καὶ σωματικόν· ταῦτα τὰ δάκρυα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέννυσι. μνημο νεύωμεν τοίνυν αὐτοῦ τῶν δακρύων, καὶ πάντων καταγελασόμεθα τῶν παρόντων· ταῦτα ἐμακάριζεν ὁ Χριστὸς τὰ δάκρυα, λέγων,

66

66

μακάριοι οἱ πεινῶντες· καὶ μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ · γελάσονται.”

20 Ὡς οὐδὲν τῶν συμφερόντων ὑπεστειλάμην, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς

21

22

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐνταῦθα χαρακτῆρα διδασκαλίας δείκ-5 νυσι τὸ ἄφθονον, τὸ ἄικνον· καὶ “ τῶν συμφερόντων ἦν γὰρ ἃ οὐκ ἔδει μαθεῖν· ὥσπερ γὰρ τὸ τινὰ κρύπτεσθαι φθόνος, οὕτως τὸ πᾶν λέγειν ἀνοίας· διὰ τοῦτο προσέθηκε “ τῶν συμφερόντων” οὐκ εἶπ μόνον, ἀλλὰ καὶ ἐδίδαξεν.

66

ειπε

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Αὕτη διδασκάλῳ πρέπουσα ἡ παρρησία το οὗτος ὁ νόμος τοῖς ἐκκλησιῶν προϊσταμένοις συγγέγραπται· τοῦτο μὴ πράττοντας εὐθύνει παρὰ τὸ δικαστήριον ἐκεῖνο Χριστός.

Δημοσίᾳ καὶ κατ ̓ οἴκους, διαμαρτυράμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν, καὶ πίστιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐχὶ πρὸς ὑμᾶς μόνον· ἐνταῦθα ἡ παρρη σία καὶ ὅτι κἂν μηδὲν ὀφελῶμεν λέγειν δεῖ τὸ γὰρ διαμαρτύ ρασθαι τοῦτό ἐστιν, ὅταν πρὸς τοὺς μὴ προσέχοντας λέγωμεν· τὸ γὰρ διαμαρτύρασθαι ὡς ἐπὶ πολὺ τοῦτό ἐστιν.

Καὶ νῦν ἰδοὺ, δεδεμένος ἐγὼ τῷ Πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συμβησόμενά μοι μὴ εἰδὼς,

Τοῦ Αὐτοῦ. Τοῦτο διατί φησι; παρασκευάζων αὐτοὺς ἀεὶ ἑτοίμους εἶναι πρὸς κινδύνους, καὶ τοὺς δήλους καὶ τοὺς ἀδήλους, καὶ πάντα τῷ Πνεύματι πείθεσθαι.

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Εἰς τὸ δεδεμένος ὑποστίξαι δεῖ· ἵνα ᾗ ἡ διάνοια αὕτη πορεύομαι εἰς Ἱερουσαλήμ, προγνοὺς διὰ τοῦ Πνεύ ματος τὰ ἐσόμενα, πορεύομαι δέσμιος ὤν.

66

15

20

25

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι οὐ πάντα ἴσασιν οἱ προφῆται, ἀλλ ̓ ὅσα ὑποβάλλει αὐτοῖς τὸ Ἅγιον Πνεῦμα· ἰδοὺ γὰρ προειπών 30 ὡς προφήτης ὁ Παῦλος “ ὅτι δεσμὰ καὶ θλίψεις με μένουσι,” καὶ ὅτι οὐκέτι ἔμελλον οἱ ἐν Ἐφέσῳ βλέπειν αὐτὸν, καὶ περὶ τῶν γενησομένων ἐν αὐτοῖς κακοπίστων καὶ αἱρετικῶν, τὸ ἓν εἶπεν ἀγνοεῖν· τὸ τί ἄρα ἔσται τούτων τὸ τέλος. πάντα γὰρ φανερώσας

23

αὐτῷ ὁ Κύριος, ἐκεῖνο μόνον ἔκρυψεν ἀπ ̓ αὐτῷ, τὸ τί ἄρα ἔσται αὐτῷ μετὰ τὰ δεσμὰ καὶ τὰς θλίψεις· ἵνα μὴ ἐπαρθεὶς καὶ εἰδὼς ὅτι πάντα τεύξεται τούτου, διὰ ὑπεροψίας ἐκπέσῃ· ἀλλ ̓ εἴασεν αὐτὸ ἀμφίβολον αὐτῷ τὸ Πνεῦμα· ἵνα δεδιὼς τὸ τῆς σαρκὸς ἀσθενὲς, δεηθῇ τοῦ Θεοῦ ῥυσθῆναι ἐκ πειρασμῶν.

66

5

ΔΙΔΥΜΟΥ. Ὁ ἑνωθεὶς τῷ Πνεύματι τῷ Ἁγίῳ δέδεται ἐν αὐτῷ, ὥστε μηδὲ κατὰ πόσον ἀποχωρίζεσθαι αὐτοῦ. ὁ οὕτω διαθέσεως ἔχων δέσμιός ἐστι Χριστοῦ, ἔχων τὸ Πνεῦμα αὐτοῦ· εἰ γάρ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ, τοῦ ἔχοντος αὐτὸ, δηλόνοτι τὸν Χριστὸν ἔχοντος ἐν αὐτῷ· τούτοις τοῖς δεσμίοις συσφιγγόμενος καὶ ἐγκαλλωπιζόμενος τις γεννᾷ τοὺς παιδευομένους ὑπ ̓ αὐτοῦ, ἑαυτοῦ τὲ καὶ τοῦ Εὐαγγελίου δεσμοῖς· καὶ ἔστιγε ἐκ τῆς γραφῆς ἐπιμαρτύρασθαι· ὡς αἱ μετουσίαι τῶν θείων τούτων δηλοῦνται τῷ ὀνόματι φησὶ γὰρ ὁ Θεὸς περί τινων, “ ἐξέτεινα σε αὐτοὺς ἐν δεσμοῖς ἀγάπης ἕως ἐμοῦ” καὶ ἔν τισιν ἀντιγράφοις 15 τῶν Ψαλμῶν φέρεται· “ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ. λεκτέον οὖν εἰς τὰ προκείμενα, ὅτι ἕτοιμος ὢν ὁ Ἀπόστολος περὶ τὸ δεσμοῖς ὑποβάλλεσθαι ὑπὲρ εὐσεβείας· ἀκούσας μὴ δεῖν εἰς Ἱερουσαλὴμ ἀναβῆναι, διὰ τὸ πάντως ἐκεῖ γενόμενον θλίψεσι καὶ δεσμοῖς ὑποβληθήσεσθαι, φησὶ, δεδεμένον τῷ Πνεύματι νῦν ἐπεί-20 γεσθαι ἐπὶ τὴν Ἱερουσαλήμ, οὐκ ἀγνοοῦντα τὰ ἐν αὐτῇ ἀπαντησόμενα· ταύτης τῆς προαιρέσεως αὐτοῦ παραστατικὸν καὶ τὸ καθημέραν ἀποθνήσκω” καὶ τὸ σε ἀεὶ ἡμεῖς οἱ ζῶντες εἰς θάνα“ε τον παραδιδόμεθα διὰ Χριστὸν Ἰησοῦν·” εἰς τοῦτο λήψῃ τὸ ὑπὸ τοῦ Ὑμνῳδοῦ τι λεχθὲν, τὸ “ ἐγὼ εἰς μάστιγας ἕτοιμος,” ἐπεὶ δυ- 25 νατὸν ὑποστίξαντας εἰς τὸ “ δεδεμένος,” ἀφ' ἑτέρας ἀρχῆς ἀναγνῶναι τὸ “ τῷ Πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ.”

66

66

66

66

66

Πλὴν ὅτι τὸ Πνεῦμα τὸ ̔́Αγιον κατὰ πόλιν διαμαρ τύρεταί μοι λέγων,

66

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἵνα δείξῃ ὅτι ἑκὼν ἀπέρχεται· ἵνα μὴ 30 δεσμὸν ἢ ἀνάγκην νομίσῃς, φησὶν, ὅτι “ κατὰ πόλιν.” Καὶ μετ ̓ ὀλίγα— Δεσμὰ καὶ θλίψεις με μένουσιν·” ὅτι μὲν πειρασμοί οἶδα· ὁποῖοι δὲ οὐκ οἶδα· ὅπερ ἦν χαλεπώτερον.

66

m Tò inò in marg. suppl. rec. m.

24

66

66

Πολλὰς θλίψεις διαφόρως ὑπέμεινεν ὁ Παῦλος· καὶ τοῦτο δείκνυσι, λέγων ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ Ἐπιστολῇ· “ εὐλό 66 γητος ὁ Θεὸς ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει” ἐξηγούμενος δὲ τὸ ῥητὸν τοῦτο ὁ τῆς Κωνσταντίνου πόλεως Ἐπίσκοπος, ὁ ἁγιώτατος Ἰωάννης, οὕτως φησὶν, “ οὐκ εἶπεν ὁ μὴ ἐῶν ἡμᾶς θλίβεσθαι, 5 σε ἀλλ ̓ ἐν τῷ θλίβεσθαι παρακαλῶν· τοῦτο γὰρ καὶ τοῦ Θεοῦ τὴν δύναμιν δείκνυσι, καὶ τῶν θλιβομένων αὔξει τὴν ὑπομονήν· ἡ γὰρ σε θλίψις,” φησί, σε τὴν ὑπομονὴν κατεργάζεται” τοῦτο καὶ ὁ προφήτης ἔλεγεν· “ ἐν θλίψει ἐπλάτυνάς μοι” οὐκ εἶπεν ὅτι οὐκ εἴασε σάς με εμπεσεῖν εἰς θλίψιν· οὐδ ̓ ὅτι παρήγαγε τάχεως τὴν ιο σε θλίψιν, ἀλλ' ὅτι μενούσης αὔτης ἐπλάτυνάς με τουτέστι που σε λὺν τὴν εὐρυχωρίαν καὶ τὴν ἄνεσιν παρεσχες.”

66

66

Ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. ἀλλ ̓ οὐδενὸς λόγου ποιοῦμαι, οὐδὲ ἔχω τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακο- 15 νίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύ ρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.

66

66

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἕως οὗ, φησι, τελέσω “ τὸν δρόμον μετὰ σε χαρᾶς” ὅτι οὐκ ἀποδυρομένου ἦν τὰ ῥήματα, ἀλλὰ μετριάζοντας καὶ παιδεύοντος ἐκείνους, καὶ συμπάσχοντος τοῖς γενομένοις· οὐκ 20 εἶπεν ὅτι ἀλγῶμεν, ἀνάγκη δὲ φέρειν, ἀλλ ̓ οὐδὲ ἡγοῦμαι τι τοῦτο πάλιν οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλ ̓ ἐκείνους διδάσκων διὰ τῶν προτέρων τὴν ταπεινοφροσύνην, διὰ δὲ τούτων, τὴν διδασκαλίαν, τὴν παρρησίαν. Καὶ μετ ̓ ὀλίγα— Οὐ γὰρ ἔχω τιμίαν τὴν ἐμαυτοῦ ψυχὴν, ἵνα ἀναστήσῃ αὐτῶν τὴν διανοίαν ταῦτά φησι, 25 καὶ πείσῃ, μὴ μόνον μὴ φεύγειν, ἀλλὰ καὶ γενναίως φέρειν· διὰ τοῦτο “ δρόμον καὶ διακονίαν” καλεῖ· τὸ μὲν δεικνὺς λαμπρὸν ἀπὸ τοῦ δρόμου, τὸ δὲ ὀφειλόμενον ἀπὸ τῆς διακονίας.

66

66

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τί οὖν ἀπέρχῃ, εἰ δεσμὰ καὶ θλίψεις σε μένει; διὰ τοῦτο αὐτὸ, ἵνα δεσμευθῶ διὰ Χριστόν· ἵνα ἀποθανῶ δι' 30 αὐτόν· “ οὐ γὰρ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.”

66

ΑΜΜΩΝΙΟΥ. Ἵνα κατὰ κοινοῦ λάβῃ τις τὸ “ ποιοῦμαι” ἀντὶ τοῦ,

οὐ προτιμῶ τὴν ζωήν μου· ἀλλ ̓ οὐδὲ ἄλλου τινὸς ἀντιποιοῦμαι ἐν

« PreviousContinue »