Page images
PDF
EPUB

25

τῷ νῦν βίῳ, ἢ τοῦ ἐκτελέσαι τὴν διακονίαν μου, καὶ πειθαρχῆσαι τῇ τοῦ Κυρίου βουλῇ· οὐ γίνομαι κατὰ τὸν Ἰωνᾶν τὸν ἀπολιπόντα τὴν διακονίαν τοῦ κηρύγματος, ἵνα μὴ φανῶ, φησι, ψεύστης, ἐν ᾧ μὴ ἀποβαίνει τὰ παρ ̓ αὐτοῦ κηρυττόμενα. οὐ προτιμῶ δόξαν ἀνθρώπων τῆς διακονίας, οὐ χρήματα, οὐκ ἄλλό τι· τοῦτο γὰρ 5 οἶμαι σημαίνειν τὸ “ οὐδενὸς λόγου ποιοῦμαι.”

Καὶ νῦν ἰδοὺ, ἐγὼ οἶδα, ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν.

66

Τοῦ ΧΡΥΣοΣΤόμου. Ὥστε εἰκότως διαμαρτύρομαι ὑμῖν, ἅτε 10 μηκέτι παραγινόμενος, “ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων,” καὶ τὰ ἑξῆς.

26 Διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι και θαρός είμι ἀπὸ τοῦ αἵματος πάντων

Τοῦ Αὐτοῦ. Ὁρᾶς πῶς φοβεῖ πεπονημένας αὐτῶν τὰς ψυχὰς, 15 καὶ τεθλιμμένας ἐπιτρίβει ἀλλ ̓ ἀναγκαῖον ἦν.

66

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. “ Καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων” εἰ νυστάξαντες ἀποθανεῖτε ἀπὸ τοῦ φονευτοῦ τῶν ψυχῶν· τὸ γὰρ τοῦ διδασκάλου, φησὶ, πεποίηκα, τὸ ἀπαγγεῖλαι ὑμῖν τὴν βουλὴν τοῦ Θεοῦ· αὕτη δέ ἐστιν ἡ βουλὴ τοῦ Θεοῦ καὶ τὸ θέλημα αὐτοῦ, 20 ὡς ὁ Κύριος εἶπεν· “ ἵνα πιστεύσωσιν εἰς τὸν μονογενῆ αὐτοῦ,” τὸν ἀποσταλέντα ἐξ οὐρανοῦ ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν.

ΑΜΜΩΝΙΟΥ. “Ότι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων.” καὶ ὀπίσω τοιοῦτόν τι ἐσημειωσάμην, ὅτι ὁ ψευδοδιδάσκαλος δίκην ὑπέχει ὑπὲρ τῶν ψυχῶν τῶν δεχομένων τὸν λόγον αὐτοῦ· ὡς τὸ 25 αἷμα αὐτῶν, ὅ ἐστιν ἡ ζωὴ ἡμῖν, ἐκχέων· τὸ οὖν σε καθαρός εἰμι” μᾶλλον τοῦτο σημαίνει μαρτύρομαι, ὅτι ἡ διδασκαλία μου οὐδένα τῆς αἰωνίου ζωῆς ἀποστερεῖ, ἀλλὰ προτίθησι καὶ οὐρανῶν βασιλείαν· ὁ οὖν μὴ πειθαρχῶν μοι, ἑαυτὸν αἰτιάσθω ὡς φονέα· ἀθῶος γάρ εἰμι ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων τῶν ἀκουόντων τῶν λόγων 30 καὶ μὴ πιστευόντων.

ΔιΔήμου. Ὁ ἐν τῷ διδάσκειν τοὺς ὠφελεῖσθαι δυναμένους μὴ βλάπτων τινὰ αὐτῶν, καὶ ἐν τούτῳ μιμητής Παύλου γενόμενος,

27

ἐρεῖ καθαρὸς εἶναι ἀπὸ τοῦ αἵματος πάντων τῶν ἀκροατῶν, σφάτε τοντος δηλονότι τὸν μανθάνοντα δι ̓ ἀπάτης τοῦ διδάσκοντος· ὡς ἐκχεῖσθαι αὐτοῦ τὴν ζωτικὴν δύναμιν τῆς ψυχῆς, αἷμα ἀλληγορι κώτερον ὠνομασμένην. πρὸς τῇ προκειμένη φωνῇ παρρησιάζεται, ὡς διεστείλατο αὐτοῖς πᾶσαν τὴν τοῦ Θεοῦ βουλὴν, ἀπαγγείλας αὐ-5 τὴν αὐτοῖς· εἶτα ἐπεὶ καθάπαξ λεγομένη, πᾶσα ἡ τοῦ Θεοῦ βουλὴ ἀκατάληπτος τοῖς γενητοῖς ἐστι· “ τίς γὰρ ἔγνω νοῦν Κυρίου ;” ἐπιστατέον ποίαν ἔχει διάνοιαν τὸ προκείμενον μή ποτ' οὖν ἐπεὶ πρόσκειται τὸ ἀπήγγειλα ὑμῖν, σημαίνεται, ὡς “ πᾶσαν” ἐκεινὴν σε τὴν βουλὴν” λέγει, ἣν δυνατὸν εἰπεῖν καὶ ἀκοῦσαι ἀνθρώποις· το συμφωνήσει γὰρ ταύτῃ τῇ νοήσει καὶ τὸ “ ἐκ μέρους γινώσκομεν καὶ γὰρ αὕτη ἡ γνῶσις, ὡς πρὸς τὴν ἐν τῷ μέλλοντι αἰῶνι, μερική ἐστιν αὐτὴ καθ ̓ ἑαυτὴν, ὡς τοιαύτη οὔση καὶ πληρεστάτη οὖσα δυνατὸν δὲ “ πᾶσαν βουλὴν Θεοῦ λέγεσθαι, τὴν περὶ τῆς δόσεως τοῦ νόμου καὶ προφητῶν καὶ τοῦ Εὐαγγελίου· οἴονται γὰρ πᾶσαν 15 αὐτὴν ἀπαγγέλλεσθαι διδασκαλικῶς.

66

66

Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ ὑμῖν.

Ἄρα ὁ μὴ λέγων ὑπεύθυνός ἐστι τοῦ αἵματος, τουτέστι τῆς σφαγῆς· οὐδὲν τούτου φοβερώτερον. δείκνυσιν ὅτι κἀκεῖνοι ἂν μὴ 20 ποιῶσιν, ὑπεύθυνοί εἰσι τοῦ αἵματος· καὶ δοκεῖ μὲν ἀπολογεῖσθαι, ἐκείνους δὲ φοβεῖ.

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον, ὅτι οὐδὲν ὠφελεῖ ὁ διδάσκαλος ἀποκρύπτων τοὺς πιστοὺς τῶν ὅσα πρὸς θεοσέβειαν ἄγει.

28 Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς 15 τὸ Πνεῦμα τὸ ̔́Αγιον ἔθετο ἐπισκόπους,

Τοῦ Αὐτοῦ. Ὁρᾶς δύο προσέταξεν οὔτε γὰρ τὸ ἑτέρους κατορ

66

θοῦν μόνον ἔχει κέρδος· “ φοβοῦμαι γάρ, φησι, “ μήπως ἄλλοις κη

66

“ ρύξας, αὐτὸς ἀδόκιμος γένωμαι” οὔτε τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι ἔχει· ὁ γὰρ τοιοῦτος φίλαυτος, καὶ τὸ ἑαυτοῦ ζητεῖ· καὶ τοῦ τὸ τάλαν-30 τον καταχώσαντος ἶσος ἐστίν· οὐκ ἐπειδὴ προτιμοτέρα ἡ ἡμετέρα σωτηρία τοῦ ποιμνίου, ἀλλ ̓ ἐπειδὴ ὅταν ἑαυτοῖς προσέχωμεν, τότε καὶ τὸ ποίμνιον κερδαίνομεν. “ ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο

ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου· ἰδοὺ καὶ ἄλλη ἀνάγκη τοῦ Κυρίου ἐστὶν ἡ Ἐκκλησία.

Ορᾶς παρὰ τοῦ Πνεύματος τὴν χειροτονίαν ἔχετε ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου.

ΑΜΜΩΝΙΟΥ. “ Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκό- 5 σε πους σημειωτέον ὅτι οὓς ὀπίσω ἐκάλεσε πρεσβυτέρους, ὧδε ἐπισκόπους καλεῖ ἤτοι καὶ διὰ τὸ τοὺς πρεσβυτέρους ἀνάγκην ἔχειν ἐποπτεύειν τὰ τῆς Ἐκκλησίας λογικὰ ποίμνια μήτις ἀσθε νεῖ τῇ πίστει, μήτις πεινᾷ ἡ διψᾷ, ἢ ἐλέγχου καὶ ἐπιστροφῆς δεῖται, κατὰ τὸ ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἢ καὶ ἐπι- 10 σκόπους ὧδε τοὺς Ἐπισκόπους λέγει.

66

ΔιΔήμου. “ Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ,” καὶ τὰ ἑξῆς· ἐπεὶ μὴ ἐκ φύσεως, ἀλλ ̓ ἐξ οἰκείας τῆς ἐκ τοῦ ἐφ' ἡμῖν ἀρετῆς χειροτονεῖταί τις εἰς ἐπισκοπὴν ὑπὸ τοῦ Ἁγίου Πνεύματος, ἐκπεσεῖν δυνατὸν τοιαύτην τάξιν ἔχοντα τινὰ, εἰ μὴ προσέχοι. εἰ 15 γὰρ διὰ κατασκευὴν οὐσίας ὡρίζετό τις ποιμὴν εἶναι τῆς Ἐκκλησίας, ἀμεταπτώτως εἶχεν, ἣν ἔσχεν ἀρχήν· λέγειν δὲ μὴ μόνον προσέχειν δεῖν ἑαυτοῖς τοὺς ἐπισκόπους, ἀλλὰ καὶ τῷ ποιμνίῳ δ περιεποιήσατο ὁ Σωτὴρ τῷ ἰδίῳ αἵματι· καὶ ὥσπερ ὁ ἑαυτῷ προσέχων, καὶ τὴν προσοῦσαν ἀρετὴν καὶ εὐσέβειαν τηρῶν, οὐκ 20 ἐκπεσεῖται, ὡς ὁρμῆσαι ἐπὶ τὸ λέγειν διεστραμμένα κατὰ ψευδοδοξίαν ἤτοι ἐριθείαν, πρὸς τὸ ἀποσπᾶν τοὺς Χριστοῦ μαθητὰς ἐπὶ τῷ ἑαυτὸν μιμεῖσθαι καὶ ἕπεσθαι αὐτῷ, οὕτω καὶ τῷ ποιμνίῳ δεῖ προσέχειν, ἀποστρέφοντα ἀπ ̓ αὐτῶν τοὺς ψευδαποστόλους λύκους, βαρεῖς ὄντας, ζῶντας ἐπὶ λύμῃ τῶν προβάτων· ἀποστρέφει δέ τις 25 τούτους, δυνατὸς ὢν τοὺς λέοντας ἐπιστομίζειν, τῷ διαλύειν τὰς ἀπατηλὰς αὐτῶν διδασκαλίας· εἰς τοῦτο ληπτέον τὰ περὶ αὐτῶν εἰρημένα, “ ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες” ἀποστρέφει δὲ τοὺς οὕτω λύκους, καλὸς ὢν ποιμὴν, ὁ τεθειμένος ὑπὸ τοῦ Πνεύματος ἐπισκοπεῖν τὴν Ἐκκλησίαν τοῦ μισθωτοῦ, καὶ οὐ ποιμένος ὄντος, 30 φεύγοντος, ἐρχομένου τοῦ λύκου ἐπὶ τῷ σκορπίσαι καὶ ἀπολέσαι τὰ πρόβατα μισθωτὸς δὲ καὶ οὐ ποιμήν ἐστιν, ὅτι κέρδει καὶ μισθῷ προϊστάμενος τοῦ κοινοῦ, ἀλλ ̓ οὐ διὰ τὸ συμφέρον. ἐπιστα

66

Ο περὶ ἐποιήσατο Cod.

66

τέον δὲ ὡς τὸ Ἅγιον Πνεῦμα ποιμένας καὶ ἐπισκόπους τίθησι τῇ Ἐκκλησίᾳ, ὡς καὶ ὁ Θεὸς τίθησιν ἐν τῇ Ἐκκλησίᾳ “ πρῶτον Ἀπου σε στόλους,” καὶ τὰ ἑξῆς.

Ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου,

66

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Πολλοὶ τῶν ἀνοήτων, μᾶλλον δὲ τῶν σφό-5 δρα πρὸς τὴν ἀλήθειαν ἀπεχθῶς διακειμένων, διαβάλλουσι τοὺς λέγοντας, σῶμα καὶ αἷμα Θεοῦ τὸ σωτήριον οἷς ἀναγκαῖον αὐτὰ παραθεῖναι τοῦ Κυρίου τὰ ῥήματα τίνα δέ ἐστιν, ἄκουε αὐτοῦ λέγοντος, “ ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον· ἐγὼ εἰμὶ ὁ ἄρτος τῆς ζωῆς.” “ε οἱ πατέρες ὑμῶν,” το πρὸς Ἰουδαίους λέγων, σε ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέσε θανον· οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ἵνα τις ἐξ αὐτοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ· ἐγὼ εἰμὶ ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ

66

66

66

“ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τοῦ ἐμοῦ ἄρτου, ζήσεται

66

σε εἰς τὸν αἰῶνα ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω αὐτῷ, ἡ σάρξ μου ἐστὶν 15

66

66

66

66

66

ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.” Καὶ πάλιν μεθ ̓ ἕτερα— Ἀμὴν,

ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώ

που, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς· ὁ

τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώ

σε νιον κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἡ γὰρ σάρξ 20 μου ἀληθής ἐστι βρῶσις· καὶ τὸ αἷμα μου ἀληθής ἐστι πόσις· σε ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει,

66

66

66

κἀγὼ ἐν αὐτῷ. καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ σε τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι' ἐμέ.” Καὶ πάλιν— “ Ὁ τρώγων τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα.” ὁρᾶς παν-25 ταχοῦ αὐτὸν ἐσθίεσθαι λέγει, καὶ οὐχ ἕτερα ἐν ἑτέρῳ τούτοις οὖν τοῖς δεσποτικοῖς ῥήμασι πειθόμενος ὁ μαθητής, τὴν Ἐκκλησίαν αὐτοῦ λέγει λελυτρῶσθαι τῷ ἰδίῳ αἵματι· “ ἣν γάρ φησι σε περιεποιήσατο ὁ Θεὸς διὰ τοῦ αἵματος τοῦ ἰδίου” θάρρει, οὖν ὦ ἄνθρωπε, τούτοις πειθόμενος τοῖς λόγοις· καὶ μηδὲν ἐνδοιάσεις 30 ἀκούειν ὥσπερ Ἰουδαῖοι, αἷμα καὶ σῶμα Θεοῦ τὸ σωτήριον, δι ̓ οὗ λυτρωθεὶς υἱὸς Θεοῦ γέγονας, καὶ κληρονόμος, ἐὰν θέλης, τῆς αἰωνίου ζωής.

66

Ἡν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Δείκνυσι τίμιον τὸ πρᾶγμα, ὅτι οὐχ ὑπὲρ μικρῶν ὁ κίνδυνος· εἴγε οὐδὲ τοῦ ἰδίου αἵματος ἐφείσατο· ἐκεῖνος μὲν ἵνα ἐχθροὺς καταλλάξῃ, καὶ τὸ αἷμα ἐξέχεε· σὺ δὲ οὐδὲ φίλους γινομένους ἰσχύεις κατασχεῖν.

29

Ἐγὼ οἶδα ὅτι μετὰ τὴν ἄφιξίν μου, εἰσελεύσονται 5 30 λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου· καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες δι εστραμμένα, τοῦ ἀποσπἂν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.

[ocr errors]

66

66

Τοῦ Αὐτοῦ. Πάλιν ἄλλοθεν αὐτοὺς ἐπιστρέφει ἀπὸ τῶν ἐσομένων· ὥσπερ ὅταν λέγῃ· “ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα το σε καὶ σάρκα” σε ὅτι εἰσελεύσονταί,” φησι, “ μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς” διπλοῦν τὸ κακὸν, ὅτι τὲ αὐτὸς οὐ πάρεστιν, ὅτι τὲ ἕτεροι ἐπιθήσονται· τί οὖν ἀπέρχῃ εἰΡ τοῦτο προοῖδας ; τὸ Πνεῦμά με ἕλκει· καὶ “ λύκοι βαρεῖς οὐ φειδόμενοι τοῦ ποιμνίου καὶ τὸ χαλεπώτερον, ἐξ ὑμῶν αὐτῶν τὸ βαρύ· ὅταν καὶ ἐμφύλιος 15 ὁ πόλεμος ᾖ, περισπούδαστον σφόδρα τὸ πρᾶγμα· Ἐκκλησία γάρ ἐστι· μέγας ὁ κίνδυνος· αἵματι γὰρ αὐτὴν ἐλυτρώσατο· πολὺς ὁ πόλεμος καὶ διπλοῦς.

ΚΥΡΙΛΛΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. ἵνα μὴ ξενιζώμεθα τῶν αἱρετικῶν τὰ ἐκβράσματα, Πνεύματι Ἁγίῳ ἀσφαλιζόμενος ἡμᾶς ταῦτά 20 φησι.

ΑΜΜΩΝΙΟΥ. Τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν· ὁ γὰρ τῶν αἱρετικῶν σκοπὸς σπουδάζει περιποιῆσαι ἑαυτοῖς λαὸν, οὐ τῷ Κυρίῳ· ἵνα ἑαυτοῖς καυχῶνται, ἐμφερομένου αὐτοῖς τοῦ ὀνόμα τος τῶν αἱρετικῶν, ἵνα ἐξ αὐτοῦ χρηματίζωσιν· οἷον ἐκ Μάνη, 25 Μανιχαῖοι ἐξ Ἀρείου, Ἀρειανοί· ἐκ Νεστορίου, Νεστοριανοί καὶ ἄλλα αἱρέσεων εἴδη ̇ τοῦτο προαναστέλλων αὐτὸς ὁ Παῦ λος ἐπιστομίζει, καὶ μέμφεται τοὺς λέγοντας “ε ἐγὼ μὲν εἰμὶ σε Παύλου ἐγὼ δὲ Ἀπολλῶ· ἐγὼ δὲ Κηφᾶ” μὴ θέλων ἐξ ὀνομα σίας ἀνθρώπου δηλοῦσθαι αὐτῶν τὸ σύστημα, ἀλλ ̓ ἐκ τοῦ Χρι-30 στοῦ, Χριστιανοὺς πάντας ὀνομάζεσθαι θέλων· κἂν παρὰ διαφό ρων διδασκάλων κατηχήθησαν. ὅταν οὖν οἱ πάντες ἕνα σκοπὸν ἔχωσιν οἱ διδάσκαλοι, τὸ τὴν ἀληθῆ καταγγεῖλαι πίστιν, σβεννυ

Ρ εἰς Cod.

και

« PreviousContinue »