Page images
PDF
EPUB

14

66

66

τες Ἰουδαῖοι τὸ ἀληθὲς καὶ ἄκοντες ἔλεγον· “ ὅτι γλεύκους μεμεστωμένοι εἰσίν” οἶνος γὰρ νέος ἦν, ἡ τελεία τοῦ Πνεύματος χάρις, ἧς οἱ Ἀπόστολοι ταῖς πυρίναις γλώσσαις καθαρθέντες πλήρεις ἐγίνοντο.

* Πέτρου Κατήχησις.

Στάθεις δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς.

5

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅτι οὐ μεθύουσιν, εὐθέως ἀπὸ τῆς φωνῆς ἐδήλωσεν· ὅτι οὐκ ἐξεστήκασι καθάπερ οἱ μάντεις· καὶ τοῦτο οὐκ ἀνάγκῃ κατείχοντο· τί δέ ἐστι σὺν τοῖς ἕνδεκα ; κοινὴν προεβάλε το λοντο φωνὴν, καὶ πάντων αὐτὸς ἦν τὸ στόμα παρεστήκασι δὲ οἱ ἕνδεκα μαρτυροῦντες τοῖς λεγομένοις· “ ἐπῆρε τὴν φωνὴν αὐτοῦ,” φησιν, τουτέστι μετὰ πολλῆς τῆς παρρησίας ἵνα μάθωσι τοῦ Πνεύματος τὴν χάριν. Ὁ γὰρ μὴ ἐνεγκὼν ἐρώτησιν κορασίου εὐτελοῦς, οὗτος ἐν μέσῳ δήμῳ φωνούντων μετὰ τοσαύτης δια-15 λέγεται παρρησίας, ὡς ἀναμφισβήτητον τῆς ἀναστάσεως τοῦτο γενέσθαι τεκμήριον· μεταξὺ γελώντων ἀνθρώπων καὶ τὰ τοιαῦτα διαχλευαζόντων· πόσης εἶναι νομίζεις ιταμότητος τοῦτο; πόσης ἀσεβείας; πόσης ἀναισχυντίας; ἔνθα γὰρ ἂν παραγένηται τὸ Πνεῦμα τὸ Ἅγιον, χρυσοῦς ἀντὶ πηλίνων ποιεῖ. Ορα μοι λοιπὸν 20 Πέτριν· καὶ ἐξέταζε τὸν δειλόν· σκόπει δὲ τῶν Ἀποστόλων τὴν ὁμόνοιαν· αὐτοὶ παρεχώρουν αὐτῷ τῆς δημηγορίας, οὐ γὰρ ἔδει πάντας φθέγγεσθαι.

66

ΣΕΥΗΡΙΑΝΟΥ͂. Μάθε λοιπὸν τί ἐνεργεῖ Πνεῦμα Ἅγιον βλέπε τίς ἦν Πέτρος πρὸ τῆς χάριτος· καὶ τίς ἐγένετο μετὰ τὴν χάριν 25 πρὶν δέξεται τὰς γλώσσας τοῦ πυρὸς, ὑπὸ μιᾶς παιδίσκης οἰκτρᾶς ἐρωτώμενος ἐφοβήθη, καὶ λέγει, σε οὐκ οἶδα τὸν ἄνθρωπον.” ἐκεῖ μία παιδίσκη, καὶ δειλία πολλή· ὧδε πλῆθος ἄπειρον, καὶ φωνὴ εὐπαρρησίαστος· διατί; “ οὐ γὰρ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ “ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.” “ Σταθεὶς ὁ 30 Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ.” ἐπαρρησιά σατο· οὐκ εἶπεν ἐφθέγξατο, ἀλλ' “ ἀπεφθέγξατο” πρὸς οἷς ἐλά λησεν ἐν γλώσσῃ, ἐπεφθέγξατο τῇ διδασκαλία.

66

[ocr errors]

x Asteriscus quo hæc Cap. sectio notari debuerat excidit e Cod.
Η δημιγορίας Cod.

Ανδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ιερουσαλὴμ ἅπαντες.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὓς ξένους εἶπεν ἀνωτέρω, ἐνταῦθα πρὸς ἐκείνους τείνει τὸν λόγον τοὺς διαχλευάζοντας· καὶ δοκεῖ μὲν ἐκεί ναις διαλέγεσθαι· ὀρθοῖα δὲ τούτους· καὶ γὰρ ᾠκονομήθη τινὰς δια- 5 χλευάσαι, ἵν ̓ ἀρχὴν τῆς ἀπολογίας λάβῃ, καὶ ἀπολογούμενος διδάξῃ μέγα ἄρα ἐγκώμιον ἡγοῦντο καὶ τὸ ἐν Ἱεροσολύμοις οἰω

κεῖν.

15 Τοῦτο γνωστὸν ὑμῖν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου· οὐ γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύ

ουσιν.

ΣΕΤΗΡΙΑΝΟΫ. Εννόησον τὸν τότε φοβηθέντα, νῦν παρρησιαζό μενον· τὸν τότε δειλὸν, νῦν ἀνδρεῖον.

IO

Του ΧΡΥΣοΣΤόμου. Προσεκτικωτέρους τέως αὐτοὺς ἐποίησεν. Τοῦ Αὐτοῦ. Τὸ ἐν τρίτῃ ὥρᾳ ταῦτα γενέσθαι οὐχ ἁπλῶς" 15 τότε γὰρ τὸ λαμπρὸν τοῦ πυρὸς δείκνυται, ὅτι περὶ ἔργα ἔχουσιν οἱ ἄνθρωποι· ὅτε περὶ ἄριστον· ὅτε λαμπρὰ ἡ ἡμέρα· ὅτε πάντες εἰσιν ἐπ ̓ ἀγορᾶς· ὁρᾶς ἐλευθερίας τὸν λόγον γέμοντα.

"

Ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας. ΣΕΤΗΡΙΑΝΟΥ͂. Οὐδὲ ἡ ὥρα, φησὶν, ἐνέτρεψεν ὑμᾶς; ὥρᾳ τρίτη 20 μεθύουσιν οἱ τοῦ λόγου τὸν δρόμον πιστευθέντες ; οἱ τὴν κοινὴν τοῦ κόσμου πραγματείαν ἐπανειλημμένοι; αἰδοῦνται τὴν εὔκαιρον με τάληψιν τοῦ οἴνου· καὶ ἡμεῖς οἱ κήρυκες τοῦ νόμου, οἱ τὴν οὐρα νίον διδασκαλίαν ἐγχειρισθέντες, ἡμεῖς μὲν ἀπὸ τοῦ καιροῦ τῶν καρπῶν ἐδείξαμεν τὸ ψεῦδος, ὁ δὲ Πέτρος καὶ ἀπὸ τῆς ὥρας. 16 ̓Αλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ Προφήτου Ἰωήλ.

25

ΤΟΥ ΑΓΙΟΥ ΕΙΡΗΝΑΙΟΥ ΕΚ ΤΩ͂Ν Ο ΑΛΕΝΤΟΣ ΚΑὶ ΜΑΡΚΙΩΝΟΣ. Ὁ οὖν διὰ τοῦ Προφήτου ἐπαγγειλάμενος Θεὸς πέμψειν τὸ Πνεῦ μα αὐτοῦ ἐπὶ τὴν ἀνθρωπότητα, οὗτος καὶ ἔπεμψε, καὶ Θεὸς ὑπὸ 30 Πέτρου καταγγέλλεται τὴν ἰδίαν ἐπαγγελίαν πεπληρωκώς.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐδαμοῦ τέως ὄνομα τοῦ Χριστοῦ, οὐδὲ ἐπαγγελία αὐτοῦ, ἀλλὰ τοῦ Πατρὸς ἡ ἐπαγγελία· ὅρα σύνεσιν 2 ὀρθοὶ Cod.

17

ὅρα συγκατάβασιν· οὐ παρῆλθε καὶ εἶπεν εὐθέως τὰ κατὰ τὸν Χριστὸν, ὅτι ἐκεῖνος ἐπηγγείλατο ταῦτα μετὰ τὸ σταυρωθῆναι· γὰρ ἂν πάντα ἀνέτρεψεν οὕτως εἰπών· καίτοι ἱκανὰ ἦν δεῖξαι αὐτοῦ τὴν θεότητα, ἀλλὰ πιστευόμενα· τὸ δὲ ζητούμενον πιστευθῆναι ἦν μὴ πιστευόμενα δὲ ἂν καταλευσθῆναι αὐτοὺς ἐποίησεν.

66

σε

ου

5

ΣΕΤΗΡΙΑΝΟΥ͂. Ορᾶς ὅτι τὰς ἀπορίας ἄλλο οὐ λύει ἢ μαρτυρία προφητική· τοῦτο δὲ λέγω, ἵνα ὅτε κινεῖ αἱρετικὸς πρὸς ὀρθόδοξον, καὶ ἀνακύπτει τι τῶν ἀπόρων ζητημάτων, μὴ καταφύγῃς ἐπὶ τοὺς λογισμούς· ἐνθυμήσεις γὰρ λογισμῶν καὶ λέγονται καὶ ἀνατρέπονται, καὶ συνίστανται καὶ ἀποσυνίστανται· Θεοῦ δὲ φωνὴνι τίς λύει; λογισμὸς λύεται γραφὴ οὐ λύεται. Ἀπορούντων ἐκεί νων λέγει ὁ Πέτρος· τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ Προφήτου Ἰωήλα· “ ἐκχεῶ ἀπὸ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα” οὐκ εἶπεν, ἐκχεῶ τὸ Πνεῦμά μου, ἀλλ' “ ἀπὸ τοῦ Πνεύματος...” οὐ τὸ Πνεῦμα ἐκχεῖται, ἀλλ ̓ ἡ δωρεὰ τοῦ Πνεύματος· “ καὶ προφητεύ- 15 σε σουσι” καὶ τὰ ἑξῆς. Ὅρα πῶς διάφορος ἡ τοῦ Ἁγίου Πνεύματος ἀποκάλυψις· ὁ μὲν προφητεύει ἔχων τοῦ Πνεύματος τὴν χάριν ἄλλος ἀτινῶν πρὸς τὸ ὑπηρετήσασθαι τοιούτῳ πράγματι, λαμβάνει τὸ τῶν ὁράσεων· ὡς εἶδεν ἕκτῃ ὥρᾳ τὴν εἰκόνα ὁ Πέτρος· ὡς ὁ Κορνήλιος ἐνάτῃ ὥρᾳ εἶδε τὸν ἄγγελον· ἐκεῖνο τὸ ἐν τῇ καρδίᾳ οὐ 20 λέγεται ὅραμα, ἀλλ ̓ ὅρασις· ἄλλως βλέπει τις ὅρασιν, ὡς φησὶν, ὁρῶν βάδιζε· ἄλλως δὲ ὁ τῇ ὄψει μόνον ὁρῶν τὸ θεώρημα· ἄλλως τὸ ἐνύπνιον τῇ φαντασία παιδεύεται. ἔστι δὲ τὸ μὲν πρῶτον προφητεία, τὸ δὲ δεύτερον ὅραμα· τὸ δὲ τρίτον ἐνύπνιον· “ οἱ πρεσβύ “ τεροι ἐνύπνια ἐνυπνιασθήσονται, ἐπειδὴ τὸ γῆρας ἄτονον πρὸς τὴν 25 ὑπηρεσίαν· εἰ καὶ οὐ δύναται διακονεῖσθαι, ἀλλὰ διὰ τὴν ἀρετὴν μὴ ὑβριζέσθω.

66

66

Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεὸς, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Δίδωσι καὶ αὐτοὺς ἐλπίδας χρηστὰς 30 ἔχειν· καὶ τέως οὐκ ἀφίησιν αὐτῶν εἶναι τὸ πλεονέκτημα· τὸ γὰρ αὐτῶν μόνων εἶναι, βασκανίαν ποιεῖ ταύτῃ τὸν φθόνον ὑποτεμνό

μενος.

z Cod. τί ἐν ἰωὴλ κυρίου Θεοῦ. sed hæ voces signantur ut interpolatæ, et in marg. scr. ἐκχεῶ sec. manu.

66

Του Αγίου ΚΥΡΙΛΛΟΥ ΕΚ ΤΗ͂Σ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ. Καταγγέλλετε σαφῶς τὴν διὰ τοῦ Πνεύματος ἐπιφάνειαν, ἣν καὶ ἀπαρχὴν ὥσπερ καὶ τοῖς ἁγίοις Ἀποστόλοις κατέπεμψεν σε ἤρξαντο γάρ, φησι, σε λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου “ αὐτοῖς ἀποφθέγγεσθαι” ἀπεφθέγγοντο δὲ προφητεύοντες, ήγουν 5 συνιέντες τε καὶ λέγοντες τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπὶ Χριστῷ μαρτύρια· τὸ δὲ καὶ θυγατέρας προφητεύειν εἰπεῖν, τοῦτο ἦν δη λοῦντος τὸ τῆς χάριτος ἀμφιλαφές· τοὺς πρεσβυτέρους γε μὴν ἐνυπνίοις ἐνυπνιάζεσθαι, φησὶν, ὄψεσθαι δὲ καὶ δράσεις τοὺς νεα νίσκους πρεσβυτικὴν ἡλικίαν λέγων τὴν ὡς ἐν ποσότητι τῆς ἀρε- 10 τῆς προύχουσάν τε καὶ ὑπερκειμένην, καὶ οἷον λαμπροῖς πεπολιω μένην κατορθώμασι νεότητα δὲ τὴν ἐν πίστει ἰσχὺν καὶ ἀκμάζου σαν εἰς τὸ ἀγαθὸν γνώμην. ἀπόδειξις τοῦ μὲν προτέρου ὁ μακάριος Παῦλος, καθ ̓ ὕπνον ἑωρακὼς τὸν Μακεδόνα λέγοντα, σε διαβὰς εἰς “ Μακεδονίαν βοήθησον ἡμῖν ἦν γὰρ πρεσβύτης τὸν νοῦν· τὸ δὲ 15 δεύτερον Ανανίας, πρὸς ὃν ἐν ὁράματι λελάληκεν ὁ Θεὸς περὶ τοῦ μακαρίου Παύλου ἦν γὰρ τὴν πίστιν εὔτονος.

66

ΘΕΟΔΟΤΟΥ ΑΓΚΥΡΑΣ". Ἀλλὰ μὴν οὐκ εἶπεν ἰδικῶς τὸν καιρόν· ἤρκει γὰρ ἡ τοῦ Πνεύματος ἐνέργεια καὶ ἡ παρακολουθοῦσα θεία δύναμις δηλῶσαι τὸν σημαινόμενον καιρόν· ὃς δι ̓ αὐτῶν τῶν 20 πραγμάτων ἐδείχθη, ὁ ἐπὶ τῶν Ἀποστόλων ὑπάρχων. δείκνυται ἄρα διὰ πάντων ἐκεῖνον εἶναι τὸν παρὰ τοῦ προφήτου εἰρημένον καιρόν· οὐ γὰρ δύνανται κ ̓ ἂν ἀναισχυντῶσιν ἀντειπεῖν τούτῳ οἱ Ἰουδαῖοι· οὐ γὰρ ἔχουσιν ἕτερον ἐπιδεῖξαι καιρὸν παρ' ἐκεῖνον, ἐφ ̓ ᾧ ταῦτα ἐξέβη.

K

Καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν.

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὔτε ὑμῶν τὸ κατόρθωμα τοῦτο, οὔτε ἐγκώμιον· εἰς τὰ παιδία τὰ ὑμέτερα διέβη ἡ χάρις· υἱοὺς αὐτοὺς αὐτῶν καλεῖ καὶ τοὺς πατέρας ἐκείνους.

Καὶ οἱ νεανισκοὶ ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσ18 βύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καί γε ἐπὶ

Ο Θεοδώρου Cod., sed vid. Fabr. B. Gr. t. IX. p. 269.

F

25

30

τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέ ραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφη

τεύσουσιν.

66

Τοῦ Αὐτοῦ. Τέως δείκνυσιν αὐτοὺς εὐδοκιμηκότας, ἅτε καταξιωθέντας· ἐκείνους δὲ οὐχὶ, ἅτε σταυρώσαντας. οὕτω καὶ ὁ5 Κύριος βουλόμενος αὐτῶν μαλάξαι τὸν θυμὸν, ἔλεγεν· “ οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι τὰ δαιμόνια;” οὐκ εἶπεν οἱ μαθηταί μου· καὶ γὰρ ἐδόκει κολακείας εἶναι· οὕτω καὶ αὐτὸς οὐκ εἶπεν ὅτι οὐ μεθύουσιν, ἀλλ ̓ ὅτι Πνεύματι φθέγγονται· ἀλλ ̓ ἐπὶ τὸν προφήτην κατέφυγε, καὶ αὐτὸν ὑποδὺς, οὕτω λέγει· τῆς μὲν γὰρ το κατηγορίας αὐτοὺς ἀπαλλάξας δι ̓ ἑαυτοῦ· τῆς δὲ χάριτος ἐκεῖνον παράγει μάρτυρα· “ ἐκχεῶ,” φησὶν, “ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα” τοῖς μὲν γὰρ δι ̓ ὀνείρων, τοῖς δὲ καὶ ἐμφανῶς ἡ χάρις ἐξεχεῖτο· καὶ γὰρ δι ̓ ὀνείρων εἶδον οἱ προφῆται, καὶ ἀποκαλύψεις ἐδέξαντο.

66

66

19 Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω.

Τοῦ Αὐτοῦ. Ταῦτα καὶ περὶ τῆς μελλούσης κρίσεως, καὶ περὶ τῶν Ἱεροσολύμων φησὶ, καὶ περὶ τῆς αἰχμαλωσίας.

15

Τοῦ ἡΓΙΟΥ ΚΥΡΙΛΛΟΥ. Τὰ ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενη- 20 σόμενα προδιδάσκει σαφῶς· καὶ τὰ δι' αὐτὸν τοῖς Ἰουδαίοις συμβαίνοντα διὰ τοῦ Ῥωμαίων πολέμου· τὴν δὲ Χριστοῦ ἡμέραν σε τὴν σε μεγάλην καὶ ἐπιφανῆ,” τὴν τῆς ἀναστάσεως φησίν.

66

ΣΕΥΗΡΙΑΝΟΥ͂. Καὶ πρώην ἡμῖν εἴρηται· ὅτε τὸν περὶ τοῦ σταυ ροῦ ἀνελάβομεν λόγον, καὶ τὸ ἅγιον πάθος, καθὼς οἷόν τε ἦν, ἀν- 25 επτύξαμεν τῇ θεωρίᾳ· ὅτι ἐδόθη δύο ξένα· αἷμα καὶ πῦρ' πῦρ, ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις· αἷμα, ἡ ἐκ τῆς πλευρᾶς προελθοῦσα χάρις· ἀδύνατον γὰρ ἀπὸ νεκροῦ σώματος προελθεῖν αἷμα πήγνυται γὰρ διὰ τοῦτο, καὶ ἐν σημείοις αὐτὸ τίθησιν ὁ Θεός.

66

66

ΔιΔήμου. Ὅταν οἱ φοροῦντες τὴν εἴκονα τοῦ ἐπουρανίου, του 30 φωτὸς τοῦ ἀληθινοῦ μετειληφότες, λέγουσιν, “ ἐσημειώθη ἐφ' ἡμᾶς “ τὸ φῶς τοῦ προσώπου σου Κύριε δίδοται δὲ καὶ ἐπὶ γῆς τέρατα πάντων ἐθνῶν ἀναχωρούντων τῶν πατρώων ἐθῶν τὲ καὶ θεῶν, ἐπὶ τῷ δέξασθαι τὴν ἔκχυσιν τοῦ Πνεύματος· πρὸς τούτοις ἐρεῖ, καὶ τὰ

« PreviousContinue »