Page images
PDF
EPUB

ὅπερ γὰρ ἐνταῦθα ἐποίησεν αὐτὸς, τοῦτο Πέτρος ἐκεῖ σιγῶν καὶ ἱστῶν * αὐτοῦ τὸ δόγμα· καὶ οὐκ εἶπε τί γὰρ οὐ χρὴ τοὺς κατὰ τὰ ἔθνη διδάσκειν· οὐκ ἀρκεῖ τὸ μὴ κηρύξαι ἐκεῖ, ἀλλ ̓ ἔδει καὶ πλέον τι, ποιῆσαι νόμον.

Εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ' ἑαυ- 5 24τῶν· τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὑτοῖς,

ΑΜΜΩΝΙΟΥ. Οἱ ἐν Ἱεροσολύμοις πιστεύσαντες ἀπὸ Ἰουδαίων τὰ ἔθη τὰ νομικὰ ἤθελον * φυλάττειν.

66

66

66

66

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἔργῳ τὴν ἀπολογίαν ποιῆσαι μὴ λόγῳ σε ἵνα ξυρίσωνται,” φησὶ, “ καὶ γνῶσι πάντες, ὅτι ὧν κατήχηνται 10 περὶ σοῦ, οὐδέν ἐστιν” οὐκ εἶπον ὅτι διδάσκεις, ἀλλ ̓ ἐκ περιουσίας, ὅτι καὶ αὐτὸς φυλάττεις· οὐ γὰρ μόνον τοῦτο ἦν τὸ σπουδαζόμενον, εἰ μὴ ἑτέρους διδάσκει, ἀλλὰ τί; καὶ αὐτὸς τηρεῖ· τί οὖν ἂν τὰ ἔθνη μάθωσι; βλάψω αὐτούς φησι, πῶς, ὅπου καὶ ἡμεῖς οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἐπέμψαμεν πρὸς αὐτούς· “ περὶ δὲ τῶν πεπι- 15 στευκότων,” φησὶν, “ ἐθνῶν, ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν “ τοιοῦτον τηρεῖν αὐτοὺς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς, τὸ εἰδωλόθυσε τον καὶ τὸ αἷμα, καὶ τὸ πνικτὸν καὶ πορνείαν...” ἐνταῦθα ἐντρεπτικῶς· ὥσπερ ἐκείνοις ἡμεῖς ἐπετάξαμεν, καίτοι Ἰουδαίους κηρύτα τοντες· οὕτω καί συ τοῖς ἔθνεσι κηρύττων σύμπραξιν ἡμῖν· ὅρα 20 τὸν Παῦλον οὐ λέγει· καὶ μὴν δύναμαι Τιμόθεον παραγαγεῖν, ὃν περιέτεμον· καὶ μὴν δύναμαι πεῖσαι τῷ λόγῳ ἀλλ ̓ ἐπείσθη αὐ τοῖς· καὶ πάντα ἐποίησεν, καὶ γὰρ οὕτως συνέφερεν· οὐ γὰρ ἦν ἶσον εἰς ἀπολογίαν καταστῆσαι, καὶ οὐδενὸς εἰδότος ποιῆσαι ταῦτα· ἀνύποπτος ἦν τῷ καὶ δαπανᾶσθαι ταῦτα.

Καὶ δαπάνησον ἐπ ̓ αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κε φαλὴν,

ΘΕΟΔΩΡΗΤΟΥ ΚΑΡΟΥ. Τουτέστι τὰς ὑπὲρ αὐτῶν προσφερο μένας κατὰ τὸν νόμον θυσίας· σὺ πάρασχε ἵνα λύσῃς τὴν ὑποψίαν.

Καὶ γνώσωνται πάντες, ὅτι περὶ ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν, ἀλλὰ καὶ στοιχεῖς καὶ αὐτὸς, φυλάσ* ἤθελλον Cod.

* καὶ ἱστῶν suppl. rec. m. in marg.

25

30

25 σων τὸν νόμον. περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτοὺς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.

26

Τοῦ Αὐτοῦ. Πολλὰ τῆς ἐπαγγελίας τὰ εἴδη· οἱ μὲν γὰρ 5 θυσίας ἐπηγγέλλοντο, οἱ δὲ χρήματα, οἱ δὲ ἑαυτούς· οἱ δὲ ῥητὸν ἀριθμὸν ἡμερῶν μὴ πιεῖν οἶνον, μὴ κείρασθαι τὴν κεφαλήν· τοιοῦ τοι ἦσαν καὶ οὗτοι οἱ ἄνδρες· εὐχὴν δὲ καλεῖ τὴν ὑπόσχεσιν· αἱ γὰρ τρίχες νεκρώσεως σύμβολον νεκραὶ γὰρ αὗται, καὶ ὀδύνης αἴσθησιν οὐ δεχόμεναι· τοῦτό φησι καὶ ὁ Ἀπόστολος· σε ζῶ δὲ το σε οὐκέτι ἐγώ.”

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Συγκατάβασις τὸ πρᾶγμα ἐστί· μὴ φοβηθεὶς οὐ πρότερον παραινοῦσιν αὐτῷ, ἕως τοῦ εἰπεῖν τὴν οἰκονο μίαν πρῶτον καὶ τὸ κέρδος· καὶ τὸ ἐν Ἱεροσολύμοις δὲ τοῦτο ποιεῖν φορητόν· ποιῆσον τοῦτο ἐνταῦθα· ἵνα ἐξῇ σοι ἔξω ποιεῖν 15 ἐκεῖνο· εἰκὸς γὰρ ἦν αὐτοὺς ἡμέρας τινὰς ἐκεῖ διατρίβειν ἐν τῷ ἱερῷ.

Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς, εἰσῄει εἰς τὸ ἱερόν.

μετα- 20

Τοῦ Αὐτοῦ. Εγένετο δὲ ταῦτα, οὐ τῆς γνώμης αὐτοῦ βαλλομένης, ἐπεὶ κακία τὸ πρᾶγμα ἦν· ἀλλὰ τῆς ἀγάπης συγκαταβαινούσης· ἵνα γὰρ τοὺς ὄντας ἀληθῶς ταῦτα μεταστήσῃ ἐγίνετο δὲ ταῦτα οὐκ ἀληθῶς· ἐπιδεικνύμενος μόνον οὐκ ἐκ διανοίας αὐτὰ πράττων οὕτως ἐχούσης· πῶς γὰρ ὁ καὶ ἑτέρους μεταθεῖναι σπεύδων, καὶ διὰ τοῦτο ταῦτα ποιῶν, ἵνα ἄλλους ποιοῦντας 25 ἐλευθερώσῃ τῆς ταπεινότητος ἐκείνης ; Καὶ πάλιν—Καὶ ἐξύρατο, καὶ πάντα τὰ Ἰουδαϊκὰ ἐπετέλεσεν· ἔνθα μὲν γὰρ οὐκ ἐβλάπτετο τὸ Εὐαγγέλιον, πάντων ἦν ταπεινότερος· ἔνθα δὲ ἐκ τῆς ταπεινοφροσύνης ἑώρα τινὰς ἀδικουμένους, οὐκέτι κέχρηται τῷ αὐτῷ πλεονεκτήματι· τοῦτο γὰρ λοιπὸν οὐκ ἦν ταπεινοφρονεῖν, ἀλλὰ λυ-30 μαίνεσθαι καὶ διαφθείρειν τοὺς μαθητευομένους.

ΑΜΜΩΝΙΟΥ. Ἔθος μᾶλλον ἦν τοὺς ἔχοντας εὐχὴν κείρασθαι τὴν κεφαλὴν μετὰ τὸ ἁγνισθῆναι, καὶ οὕτως ἐπὶ ζ' ἡμέρας ποιεῖν

z καὶ om. Cod.

27

προσφορὰν ὑπὲρ ἑαυτῶν· τοιοῦτόν τι ἐποίησεν Ἀκύλας καὶ Πρίσ σκιλλα ὡς δῆλον εἶναι, ὅτι ὡς θεοσεβοῦντες ἀπεκείροντο τὴν κόμην καλῶς οὖν καὶ νῦν οἱ εὐλαβεῖς κείρονται· δεῖ δὲ καὶ ἁγνισμοῦ· ἐν τοῖς Ἀριθμοῖς δὲ κεῖται ὁ νόμος οὗτος· Ἰουδαϊκὸν οὖν τὸ ἔθος.

66

66

66

66

5

Τοῦτό ἐστι τὸ ἐν τῇ πρὸς Κορινθίους Επιστολῇ εἰρημένον· ἐγενόμην τοῖς Ἰουδαίους ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω “ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, ἵνα κερδήσω ἀνόμους” ταῦτα τὰ ῥητὰ διαλαμβάνων Ἰσίδωρος ὁ Πηλουσιώτης ἐν τῇ χλζ' Επιστολῇ λέγει το οὕτως· “ ἐγένετο τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ὅτε ἐν τῷ ἱερῷ ἡγνί σε σατο καὶ ἔθυσε καὶ περιτεμὼν Τιμόθεον Ιουδαίοις πέπομφε δισε δάσκαλον, διὰ περιτομῆς τὴν περιτομὴν ἀναιρῶν· διὸ οὐκ εἶπεν Ἰουδαῖος, ἀλλ' ὡς Ἰουδαῖος· τοῖς ἀνόμοις ὡς ἄνομος, ὅτε Αθηναίοις δημηγορῶν, οὐκ ἀπὸ προφητῶν οὐδὲ ἀπὸ τοῦ νόμου διελέχθη, ἀλλὰ 15 σε ἀπὸ βώμου τὴν παραίνεσιν ἐποιήσατο· ἀπὸ τῶν οἰκείων αὐτοὺς χειρούμενος δογμάτων· διὸ οὐκ εἶπεν ἄνομος, ἀλλ ̓ ὡς ἄνομος.” Διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.

66

66

66

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. 6 Διαγγέλλων” τουτέστι καταγγέλλων αὐτὸς ἦν ὁ δῆλον ἑαυτὸν ποιῶν.

ΚΕΦ. ΛΒ.

Περὶ τῆς ἐν Ἱερουσαλὴμ κατὰ τοῦ Παῦλου κινηθείσης ἀταξίας· ὅπως τε αὐτ τὸν ὁ χιλίαρχος τοῦ πλήθους ἐξαιρείται.

Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συμπληροῦσθαι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι συνέχεαν πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον ἐπ ̓ αὐτὸν τὰς 28 χεῖρας, κράζοντες,

20

25

ΤΟΥ ΑΥΤΟΥ͂. “ Οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι” μάλιστα γὰρ ἐκεί- 30 νοις συγχρονίζει, σε θεασάμενοι αὐτὸν συνέχειν πάντα τὸν ὄχλου ὅρα οἰκονομίαν γενομένην, μετὰ τὸ πεισθῆναι τοὺς Ἰουδαίους, τότε ἐπιτίθενται ἐκεῖνοι, ἵνα κἀκεῖνοι συνεπιτίθωνται.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ορα τὸ ἦθος αὐτῶν πανταχοῦ ταραχώδες

καὶ ἁπλῶς βοώντων ἐν τῷ μέσῳ, ὥστινος δυσθηράτου καὶ δυσχειρώ του ταῖς ἐκείνων ἐμπεσόντος χερσίν.

Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῆ διδάσκων·

Τοῦ Αὐτοῦ. Μάλιστα αὐτοὺς ἐθορύβει ὁ ναὸς καὶ ὁ νόμος· καὶ οὐδὲν ἐνεκάλεσε τοῖς Ἀποστόλοις ὁ Παῦλος, ὅτι αὐτοὶ αἴτιοι γεγόνασιν αὐτῷ.

5

Ἔτι τὲ καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ κε29 κοινώνηκε τὸν ἅγιον τόπον τοῦτον. ἦσαν γὰρ προεω- το ρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.

30

31

Τοῦ Αὐτοῦ. Εἶτα καὶ ἡ κατηγορία μείζων ἀπὸ τῶν παρόντων σε ἔτι δέ, φησί, σε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ σε κεκοινώνηκε α.” καὶ μὴν καὶ ἐπὶ τοῦ Χριστοῦ ἀνέβησαν προσκυνή- 15 σοντες· ἀλλὰ τοὺς οὐκ ἀνελομένους προσκυνῆσαι φασίν.

a."

Ἐκινήθη τὲ ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.

Τοῦ Αὐτοῦ. Ἐβούλοντο γὰρ αὐτὸν ἀνελεῖν, καὶ διὰ τοῦτο ἔξω 20 εἷλκον· ὥστε μετὰ πλείονος ἀδείας τοῦτο ποιῆσαι.

Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλι32 άρχῳ τῆς σπείρης, ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ· ὃς ἐξ αὐτῆς παραλαβὼν τοὺς στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ' αὐτούς. οἱ δὲ, ἰδόντες τὸν χιλίαρχον καὶ 25 τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.

Τοῦ Αὐτοῦ. Οὐκέτι νόμων ἐδέοντο οὐδὲ δικαστηρίων· ἀλλ ̓ ἔτυπτον αὐτὸν δι ̓ ὅλου.

Ἐν δὲ τῷ μεταξὺ στάσις κατειλήφει τις τὴν πόλιν· καὶ ὁ δῆμος ἦν θορύβῳ πολλῷ, Ἰουδαίων ταραττόντων τὸ κοινόν· δεινὸν γὰρ 30 καὶ βαρὺ ἡγήσαντο κατήγορον ἔχειν τὸν πάλαι προστάτην καὶ κοινωνὸν τῆς μανίας αὐτῶν· καὶ κτείνειν αὐτὸν ἔσπευδον.

a Scriptum erat κεκοινώνηκε, sed rec. m. corr. et dedit κεκοίνωκε.

33

Τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσίν· καὶ ἐπυνθάνετο τίς εἴη, 34 καὶ τί ἐστι πεποιηκώς. ἄλλοι δὲ ἄλλό τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. 5 35 ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιώτων διὰ τὴν βίαν τοῦ ὄχλου.

36

37

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Παραμυθούμενος τὸν θύμον τοῦ δήμου.
Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ, κράζοντες, αἶρε

αὐτόν.

66

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τί ἐστιν “ αἷρε αὐτόν;” τουτέστιν ὃ παρ' ἡμῖν λέγουσι κατὰ τὴν Ῥωμαϊκὴν συνήθειαν, ἐν τοῖς σίγνοις αὐτὸν ἔμβαλε, αἷρε αὐτόν· ἐφοβοῦντο γὰρ αὐτὸν μὴ διαφύγῃ.

ΤΟ

Τοῦ Αὐτοῦ. Ιππός ἐστιν ἀναβάτην φέρων, ἡ κραυγὴ δὲ τὴν 15 ὀργήν· συμπόδισον τὸν ἵππον, καὶ κατέστρεψας τὸν ἀναβάτην.

66

ΑΜΜΩΝΙΟΥ. Ἔθος τοῖς Ἰουδαίοις ταύτην λέγειν τὴν φωνὴν κατὰ τῶν δικαίων· ὡς καὶ κατὰ τοῦ Κυρίου· “ αἶρε αὐτόν ἀντὶ τοῦ, ἔπαρον αὐτὸν ἐκ τῶν ζώντων.

Μέλλων δὲ εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦ– 20 λος, εἶπε τῷ χιλιάρχῳ, εἰ ἔξεστί μοι εἰπεῖν τι πρός σε ; 38 ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις ; οὐκ ἄρα σὺ εἶ ὁ Αἰ γύπτιος, ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους τῶν σεκαρίων ;

66

25

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ορα μεθ ̓ ὅσης συστολῆς διαλέγεται ὁ Παῦλος τῷ χιλιάρχῳ· σε εἰ ἔξεστί μοι εἰπεῖν τι πρός σε; ὁ δὲ “ ἔφη, Ἑλληνιστί γινώσκεις; οὐκ ἄρα συ εἶ ὁ Αἰγύπτιος;” ἄν θρωπος γάρ τις νεωτεροποιὸς γέγινε καὶ στασιαστὴς καὶ ἀπατεῶν καὶ γόης· καὶ προσεδόκησε ὁ διάβολος συσκιάζειν διὰ τούτου, 30 καὶ κοινωνοὺς ποιεῖν τῶν ἐκείνους προσηκόντων καὶ τὸν Χριστὸν καὶ τοὺς Ἀποστόλους· ἀλλ ̓ οὐδὲν ἴσχυσεν· ἀλλὰ τί; λαμπροτέρα γέγονεν ἡ ἀληθεία· οὐδὲν παραβλαβεῖσα τοῖς τοῦ διαβόλου μη

« PreviousContinue »