Page images
PDF
EPUB

39

χανήμασιν, ἀλλὰ καὶ μᾶλλον λάμψασα· εἰ μὲν γὰρ μὴ ἦσαν γόητες, εἶτα καὶ οὗτοι ἐκράτουν, τάχα ἄν τις ἐπελάβετο· ὅτε δὲ καὶ αὐτοὶ ἐφάνησαν, τοῦτό ἐστι τὸ θαυμαστὸν, ἵνα καὶ οἱ δόκιμοι φανεροί, φησι, γένωνται· μὴ τοίνυν ἀλγῶμεν ὅταν αἵρεσίς ἐστιν, ὅπου καὶ ψευδόχριστοι"· καὶ τῷ Χριστῷ ἐπιθέσθαι ἠθέλησαν, καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο, ὥστε συσκιάσαι· ἀλλ ̓ ἡ ἀλήθεια λάμπει, καὶ δήλη ἐστὶ πανταχοῦ.

5

ΩΡΙΓΕΝΟΥΣ. Παρὰ Ἰουδαίοις τρεῖς αἱρέσεις γενικαί· Φαρισαῖοι· Σαδδουκαίοι· Ἐσσηνοί· οὗτοι τὸν βίον σεμνότερον ἀσκοῦσι, φιλάλληλοι ὄντες, καὶ ἐγκρατεῖς· διὸ καὶ Ἐσσηνοὶ προσαγορεύ- το ενται, ἤγουν ὅσιοι· ἄλλοι δὲ αὐτοὺς σικαρίους ἐκάλεσαν, ἤγουν ζηλωτάς.

ἸΩΣΗΠοΥ. Σικάριοι λέγονται λῃσταὶ, ξίφεσι διαχρώμενοι, παραπλησίοις μὲν τὸ μέγεθος τοῖς τῶν Περσῶν ἀκινάκαις, ἐπισ καμπέσι δὲ καὶ ὁμοίαις ταῖς ὑπὸ Ῥωμαίων σίκαις καλουμέναις 15 ἀφ ̓ ὧν καὶ τὴν προσηγορίαν οἱ λῃστεύοντες ἔλαβον.

Εἶπε δὲ ὁ Παῦλος, ἐγὼ ἄνθρωπος μὲν εἰμὶ Ἰουδαῖος, Ταρσεὺς, τῆς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης

66

[ocr errors]
[ocr errors]

Τοῦ ΧΡΥΣοΣΤόμου. Ὅρα αὐτὸν ὅταν πρὸς τοὺς ἔξω διαλέγηται, παραιτούμενον καὶ τοῖς ἀπὸ τῶν νόμων κεχρῆσθαι βοηθήμασιν· ἐν-20 ταῦθα αὐτὸν ἀπὸ τῆς πόλεως ἐντρέπει, καὶ ἀλλαχοῦ πάλιν οὕτως φησί σε δημοσίᾳ ἀκατακρίτους ἀνθρώπους Ρωμαίους ὑπάρχοντας ἔβαλον εἰς φυλακήν ἐπειδὴ γὰρ εἶπε, “ σὺ εἶ ὁ Αἰγύπτιος;” εὐθέως αὐτὸν ταύτης ἀπήγαγε τῆς ὑποψίας· εἶτα ἵνα μὴ νομισθῇ τὸ ἔθνος Ἰουδαῖος, λέγει τὴν θρησκείαν· καὶ γὰρ καὶ ἀλλαχοῦ, 25 ἔννομον ἑαυτὸν Χριστοῦ καλεῖ· τί δὴ τοῦτό ἐστι; τί οὖν οὐκ ἠρνήσατε; μὴ γένοιτο· Ἰουδαῖος γὰρ ἦν καὶ Χριστιανὸς, ὅσα ἔδει φυλάττων· ἐπεὶ καὶ τῷ θείῳ νόμῳ μάλιστα πάντων αὐτὸς ἐπείθετο ὁ τῷ Χριστῷ πιστεύων· καὶ πρὸς Πέτρον διαλεγόμενος φησὶν, σε ἡμεῖς φύσει Ἰουδαῖοι.”

66

ΑΜΜΩΝΙΟΥ. “ Ἄνθρωπος μέν εἰμι Ἰουδαῖος” φύσει γὰρ Ἰουδαῖοι ἐσμὲν οἱ Χριστιανοὶ, ὡς ἐξομολογούμενοι τὴν ἀληθῆ πίστιν· ὅπερ σημαίνει τὸ Ἰούδας ὄνομα.

30

[blocks in formation]

Δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν 4ο λαόν. ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβάθμων, κατέσεισε τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ, λέγων,

Ι

2

66

10

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ τοῦτο τεκμήριον ὅτι οὐ ψεύδεται· 5 εἴγε πάντας ἐπήγετο μάρτυρας· ὅρα δὲ αὐτὸν πάλιν μετὰ ἐπιεικείας διαλεγόμενον· τοῦτο τεκμήριον πάλιν τοῦ μηδένος εἶναι ὑπεύθυνον, τὸ οὕτως ἕτοιμον εἶναι πρὸς ἀπολογίαν, καὶ βούλεσθαι εἰς λόγον καταστῆναι τῷ δήμῳ τῶν Ἰουδαίων. ὅρα τεταγμένον ἄν δρα· ὅρα οἰκονομίαν· εἰ μὴ ὁ χιλίαρχος ἦλθεν, εἰ μὴ ἔδησεν, οὐκις ἂν ἐδεήθη λόγου πρὸς ἀπολογίαν· οὐκ ἂν τοιαύτης ἀπήλαυσε σιγῆς· “ ἑστὼς, φησὶν, “ ἐπὶ τῶν ἀναβάθμων” καὶ ἀπὸ τοῦ τόπου πολλὴ ἡ εὐκολία, τὸ καὶ ὑψηλὸν ὄντα δημηγορεῖν καὶ δεδεμένον· τί τούτου ἶσον τοῦ θεάματος, δυσὶν ἀλύσεσι δεδεμένον ἰδεῖν Παῦλον δημηγοροῦντα; πῶς οὐκ ἐταράχθη; πῶς οὐ συνεχύθη ; 15 πῶς τοσοῦτον δῆμον ἐκπεπολεμωμένον ὁρῶν, τοῦ ἄρχοντος ἐφεστῶ τος ; πρότερον ἀπέστησεν αὐτοὺς τοῦ θυμοῦ· εἶτα ὅρα πῶς φρονίμως, ὅπερ ἐν τῇ πρὸς Ἑβραίους Επιστολῇ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα· πρῶτον τῇ συγγενείᾳ τῆς φωνῆς αὐτοὺς ἐπισπᾶται· εἶτα αὐτῷ τῷ ἡμέρῳ· “ προσεφώνησε” γάρ, φησι, “ τῇ Ἑβραΐδι δια- 20 λέκτῳ.”

66

66

66

* Παύλου κατάστασις περὶ ἑαυτοῦ καὶ τῆς εἰς ̓Απόστολον αὐτοῦ κλήσεως. Ἄνδρες ἀδελφοὶ καὶ πατέρες,

66

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ορα καὶ κολακείας ἀπηλλαγμένον τὸν λόγον, καὶ τὸ ἐπιεικὲς ἔχοντα· οὐ γὰρ εἶπε, δεσπόται, οὐδὲ κύριοι, 25 ἀλλ' “ ἀδελφοὶ,” ὃ μάλιστα ἐπόθουν· ὅτι οὐκ ἀλλότριος ὑμῶν ἐγώ φησιν, οὐδὲ καθ ̓ ὑμῶν, “ ἄνδρες ἀδελφοὶ καὶ πατέρες” τοῦτο τιμῆς, ἐκεῖνο γνησιότητος.

66

Ακούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας. ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνησεν αὐ-30 τοῖς, μᾶλλον παρεσχον ἡσυχίαν.

Τοῦ Αὐτοῦ. Ὁρᾶς πῶς αὐτοὺς εἶλε τὸ ὁμοιόφωνον· εἶχον γάρ τινα αἰδῶ πρὸς τὴν γλῶτταν ἐκείνην.

b Sic Codd. N.C. et Coisl. ἀποστολὴν cum.

3 Καί φησιν, ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγενημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ,

66

Τοῦ Αὐτοῦ. Ὅρα πως προοδοποιεῖ τῷ λόγῳ οὕτως ἀρχόμενος

66

[ocr errors]

ἐγὼ μέν είμι,” φησὶν, σε ἀνὴρ Ἰουδαῖος, ὃ μάλιστα πάντων 5 ἀκοῦσαι ἠβούλοντο.

66

Τοῦ Αὐτοῦ. Ἵνα μὴ πάλιν νομίσωσι τὸ ἔθνος ἀλλὸ, τὴν θρησ σκείαν ἐπήγαγεν, “ ἀνατεθραμμένον δὲ ἐν τῇ πόλει ταύτῃ τὴν πολλὴν αὐτοῦ δείκνυσι σπουδὴν τὴν περὶ τὴν λατρείαν· ὅπουγε καὶ πατρίδα τηλικαύτην ἀφεὶς τοσοῦτον ἀφεστῶσαν, ἐνταῦθα εἵλετο το τραφῆναι διὰ τὸν νόμον· ὅρα πῶς ἄνωθεν προσεῖχε τῷ νόμῳ· ταῦτα δὲ οὐ πρὸς ἐκείνους ἀπολογούμενος λέγει μόνον, ἀλλὰ δεικνὺς ὅτι οὐκ ἀνθρωπίνῳ σκοπῷ πρὸς τὸ κήρυγμα ἤχθη, ἀλλὰ θείᾳ δυνάμει· οὐ γὰρ ἂν οὕτω πεπαιδευμένος ἀθρόον μετέστη· εἰ μὲν ἦν τις τῶν πολλῶν, εἰκὸς ἦν τοῦτο ὑποπτεῦσαι· εἰ δὲ τῶν μάλιστα πάντων 15 κατεχομένων ὑπὸ τοῦ νόμου, οὐκ ἦν ἁπλῶς εἰκὸς, καὶ οὐδεμιᾶς ἀνάγκης ἰσχυρᾶς οὔσης, μεταθέσθαι αὐτόν.

Παρὰ τοὺς πόδας Γαμαλιήλου, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστὲ σήμερον

Τοῦ Αὐτοῦ. Οὐχ ἁπλῶς εἶπε παρὰ Γαμαλιήλον, ἀλλὰ σε παρὰ σε τοὺς πόδας” τὴν καρτερίαν, τὴν προσεδρείαν, τὴν σπουδὴν τὴν περὶ τὴν ἀκρόασιν, τὴν πολλὴν πρὸς τὸν ἄνδρα αἰδῶ δεικνύς.

66

20

Του ΧΡΥΣοΣΤόΜΟΥ. Οὐχ ἁπλῶς “ νόμου,” ἀλλὰ “ τοῦ πατρῴου” δείκνυσιν ὅτι ἄνωθεν τοιοῦτος ἦν, καὶ οὐχ ἁπλῶς εἰδὼς τὸν νόμον 25 ταῦτα δὲ δοκεῖ μὲν ὑπὲρ ἐκείνων λέγεσθαι, κατ ̓ ἐκείνων δὲ ἦν· εἴγε καὶ εἰδὼς αὐτὸν εἴασε· τί οὖν εἰ ᾔδεις μὲν ἀκριβῶς τὸν νόμον, οὐκ ἐκδικεῖς δέ; οὐ φιλεῖς δέ; σε ζηλωτής” φησιν οὐχ ἁπλῶς.

66

Ἐπειδὴ μεγάλα περὶ ἑαυτοῦ ἐγκώμια εἶπε, κοινοποιεῖ τὸν λόγον ἐπάγων, “ καθὼς πάντες ὑμεῖς σήμερον,” καὶ δείκνυσιν αὐτοὺς οὐχ 30 ἁπλῶς ἀνθρωπίνῳ σκόπῳ ποιοῦντας, ἀλλὰ ζήλῳ θείῳ, χαρισάμενος αὐτοῖς καὶ προκαταλαμβάνων τὴν διάνοιαν· καὶ κατάρχων ἐν οἷς βλάβες οὐδὲν ἦν.

[blocks in formation]

4 Ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων 5 καὶ παραδιδοὺς εἰς φυλακὴν ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον παρ ̓ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας 5 δεδεμένους εἰς Ἱερουσαλὴμ, ἵνα τιμωρηθῶσιν.

66

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Πόθεν τοῦτο; μάρτυρας παράγει αὐτὸν τὸν ἀρχιερέα καὶ τοὺς πρεσβυτέρους· λέγει μὲν, “ ζηλωτὴς ὑπάρχων σε καθὼς ὑμεῖς;” δείκνυσι δὲ διὰ τῶν ἔργων, ὅτι ὑπὲρ αὐτοὺς ἦν οὐ γὰρ δὴ περιέμενον, φησὶν, ὥστε συλλαβεῖν, ἀλλὰ καὶ τοὺς 10 ἱερέας διήγειρον, καὶ ἀποδημίας ἐστελλόμην· οὐδὲ μέχρι ἀνδρῶν ἐχώρουν καθάπερ ὑμεῖς, ἀλλὰ καὶ γυναικῶν, δεσμεύων καὶ εἰς δεσμωτήρια ἐμβάλλων· ἀναμφισβήτητος ἡ μαρτυρία· ἀναπολόγητα τὰ τῶν Ἰουδαίων· ὅρα πόσους ἐπάγει μάρτυρας· τὸ πρεσβυτέριον, τὸν ἀρχιερέα, τοὺς ἐν τῇ πόλει· ὅρα αὐτοῦ τὴν ἀπολο-15 γίαν, οὐ δειλίας οὖσαν, ἀλλὰ διδασκαλίας μᾶλλον καὶ κατηχή σεως· εἰ γὰρ μὴ λίθοι ἦσαν οἱ ἀκούοντες, προσεῖχον ἂν τοῖς λεγομένοις· μέχρι γὰρ τούτου μάρτυρας εἶχε· τὰ δὲ λοιπὰ ἁμάρτυρα. Καὶ πάλιν—Περὶ τῆς προτέρας αὐτοῦ σπουδῆς διηγήσασθαι βου λόμενος, μάρτυρας αὐτοὺς καλεῖ τῶν γενομένων· ὅτι μὲν γὰρ κατ- 20 ηξίωσεν ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς καλέσαι με ἐκ τῶν οὐρανῶν, ὑμεῖς οὐκ ἴστε καὶ γὰρ μέχρις ὑμῶν ἡ σφοδρότης ἡ ἐμὴ διε δόθη.

Τοῦ Αὐτοῦ. Μάλιστα μὲν οὖν καὶ ταῦτα ἀξιόπιστα ἔδει εἶναι ἀπὸ τῶν προλαβόντων· οὐ γὰρ ἂν μετεστράφη· τί οὖν εἰ κομ-25 πάζει φησί, διατί τοσοῦτον ἐξαίφνης ἔρριψε ζῆλον; εἰπέ μαι, τιμὴν προσδοκῶν; καὶ μὴν τἀναντία ὑπέμεινεν· ἀλλ ̓ ἄνεσιν; οὐδὲ τοῦτο· ἀλλά τι ἕτερον; ἀλλ ̓ οὐδὲν ἀπὸ λογισμῶν εὑρεῖν δυνατόν· ταῦτα τοίνυν ἀφεὶς αὐτοῖς συλλέγειν, τὰ πράγματα διηγεῖται.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἵνα γὰρ μὴ νομίσῃς ὅτι θυμοῦ ἦν τὸ πρᾶγμα, δείκνυσιν ὅτι ζήλῳ τὸ πᾶν ἐποίει, εἰ καὶ μὴ κατ ̓ ἐπίγνωσιν· οὐκ ἀπὸ κενοδοξίας οὐδὲ ὑπὸ ἔχθρας ἐκδιώκων, ἀλλὰ σε ζη

66

σε λωτὴς ὑπάρχων” τῶν πατρικῶν μου παραδόσεων φησίν.

30

6 Εγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζων τῇ Δαμασκῷ, περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι 7 φῶς ἱκανὸν περὶ ἐμέ· ἔπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ, Σαούλ, τί με διώκεις;

Τοῦ Αὐτοῦ. Ὅρα πόση ὑπερβολὴ τοῦ φωτός· τί οὖν εἰ κομ-5 πάζει; φησὶν, οἱ συνόντες μαρτυροῦσιν, οἱ χειραγωγοῦντες, οἱ τὸ φῶς θεασάμενοι· ἑτέρωθι δὲ φησὶ, “ τὴν μὲν φωνὴν ἀκούοντες, μησε δένα δὲ θεωροῦντες.” οὐκ εἶπεν, ὅτι τὸ φῶς οὐκ ἔβλεπον, ἀλλὰ μηδένα τουτέστι λαλοῦντα· εἰκότως δὲ τοῦτο ἐγένετο· αὐτὸν γὰρ ἔδει τῆς φωνῆς καταξιωθῆναι ἐκείνης· εἰ μὲν γὰρ ἤκουσαν κἀκεῖ- 10 νοι, οὐκ ἂν τοσοῦτον ἐγένετο· ἐπειδὴ γὰρ οἱ παχύτεροι ὄψει πείoi θονται μᾶλλον, τὸ φῶς εἶδον ἐκεῖνοι, καὶ ἔμφοβοι γίνονται· ἐπεὶ οὐδὲ περὶ αὐτοὺς τὸ φῶς τοσοῦτον εἰργάσατο ὅσον περὶ τοῦτον· καὶ γὰρ ἐπήρωσεν αὐτοῦ τὰς ὄψεις· διὰ τῶν εἰς τοῦτον συμβαι νόντων κἀκείνοις ἔδωκεν ἀναβλέψαι, εἴγε ἤθελον· ἐμοὶ δὲ δοκεῖ 15 ἐκείνους μὴ πιστεῦσαι καὶ οἰκονομικῶς, ὥστε εἶναι μάρτυρας ἀξιοπίστους.

ΑΜΜΩΝΙΟΥ. “ Φῶς ἱκανὸν,” πολὺ φῶς· οὗ μὴ ἐνεγκὼν τὴν αἰγλὴν ὁ Παῦλος, ἀπελιθώθη τοὺς ὀφθαλμούς· οὐ μόνον τοὺς αἰσθη τοὺς, ἀλλὰ τάχα καὶ τοὺς νοητούς· ἀμέλει φησίν, “ ὡς δὲ οὐκ 20 ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου.”

66

8 Ἐγὼ δὲ ἀπεκρίθην, τίς εἶ, Κύριε ; εἶπε τὲ πρός με, 9 ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο ιοτὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. εἶπον 25 δὲ, τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπε πρός με· ἀναστὰς πορεύου εἰς Δαμασκόν κἀκεῖ σοι λαληθήσεται 11 περὶ πάντων ὧν τέτακταί σε ποιῆσαι. ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Καλῶς ἡ πόλις πρόσκειται· ὥστε ἐπιγνῶναι αὐτούς· καὶ οἱ Ἀπόστολοι οὕτως ἔλεγον, καὶ αὐτὸς ἐμαρ τύρησεν ὅτι ἐδιώκετο.

30

« PreviousContinue »