Page images
PDF
EPUB

δοθέντα διὰ τοῦ Πνεύματος καὶ κατὰ τὸ Πνεῦμα, θεῖα χαρίσματα τοῖς ἐπὶ γῆς ἀνθρώποις εἶναι τὰ τέρατα κληθείη δὲ ταῦτα ἀπὸ ἑτέρας ἀρχῆς οὕτως, ἐπεὶ ἑξῆς εἴρηται· “ αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνού.

[ocr errors]
[ocr errors]

66

ΝΙΚΟΛΑΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΑΓΚΥΡΑΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ 5 Ἰωήλ. Ταῦτα ἔσται κατὰ τὸν καιρὸν καθ ̓ ὃν τὰ ἐν οὐρανῷ τεράστια καὶ τὰ ἐπὶ τῆς γῆς φοβερὰ γενήσεται· αἵματος μὲν ὑπὸ Ῥωμαίων ἐκχεομένου πλείστου κατὰ τὴν Ἰουδαίαν· καπνοῦ δὲ ἐγγινομένου τῶν πόλεων καὶ τῶν κωμῶν ἐμπιπραμένων· δίκην τι νόντων τῶν Ἰουδαίων τῆς εἰς Χριστὸν παροινίας· ὴν οὐδὲ αὐτὸς ὁιο ἥλιος βλέπειν ἀνασχόμενος, μονονουχὶ τὸν ἴδιον ὀφθαλμὸν τὴν φωτιστικὴν αὐτοῦ δύναμιν συνέστελλε, καὶ σκότος τοῖς ἐσκοτισμένοις τὴν διάνοιαν ἔδειξεν· ἀλλ ̓ οὐδὲ, φησὶν, ἡ σελήνη μεμέ νηκεν ἀπαθής θυμουμένη δὲ ὡς εἰπεῖν κατὰ τῶν κυριοκτόνων, εἰς ἐρύθημα τὴν ἀργυροειδή μετέβαλεν ἑαυτῆς ἰδέαν.

66

Αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ.

[ocr errors]

66

15

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὁρᾶς πῶς τὴν ἅλωσιν ὑπέγραψεν. ΣΕΤΗΡΙΑΝΟΥ. Πολλοὶ ἐνόμισαν ὅτι αἷμα περὶ τῆς σελήνης εἶπε, καὶ οὐ περὶ τῆς πλευρᾶς· αἷμα δὲ λέγω, ὃ ἐξέχεαν οἱ Ἰουδαῖοι, καὶ καθ ̓ ἑαυτῶν ἐπεσπάσαντο λέγοντες, “ τὸ αἷμα αὐτοῦ ἐφ' 20 ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν καὶ μετὰ τὸ ἀνελεῖν ἀρνοῦνται· ἀεὶ γὰρ ἡ κακία καθ ̓ ἑαυτῆς ὁρίζουσα μετανοεῖ, καὶ ἀνακαλεῖται τὰς ἰδίας φωνάς· οἱ εἰπόντες “ τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς,” λέγουσι τοῖς Ἀποστόλοις “ τί βούλεσθε ἐφ' ἡμᾶς ἐπαγαγεῖν τὸ αἷμα τοῦ ἀνσε θρώπου τούτου ;”

66

αν

20 Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη

εἰς αἷμα.

25

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἀπὸ τῆς διαθέσεως τῶν πασχόντων τοῦτο γίνεται· λέγεται μὲν οὖν καὶ πολλὰ τοιαῦτα γεγενῆσθαι ἐν οὐ ρανῷ, καθὼς Ιώσηπος μαρτυρεῖ· ἅμα δὲ καὶ αὐτοὺς τοῦ σκότους 30 ἀναμνήσας τοῦ γεγενημένον, καὶ ποιῶν προσδοκῶν τὰ μέλλοντα.

ΚΥΡΙΛΛΟΥ. Ἐπὶ ταῖς τῶν Ἰουδαίων δυσσεβείαις, ταῖς εἰς Χριστὸν δηλονότι γεγενημέναις, καὶ αὐτὴ τῶν στοιχείων δεδυσφό

ρηκεν ἡ φύσις· κατωλοφύρατο δὲ ωσπερ ἡ κτίσις, ὑβρισμένον ὁρῶσα τὸν ἑαυτῆς δεσπότην· καὶ ὁ μὲν θεῖος ναὸς μονονουχὶ καὶ ἀσχάλλων τοῖς πενθοῦσιν ἐν ἴσῳ, περιερρήγνυτο γέγραπται γὰρ ὅτι τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω ἥλιος δὲ τὸ οἰκεῖον ἀνάπτων σέλας, καὶ τὴν ἀκτῖνα συνενεγκὼν, οὐκ 5 ἠξίου φαίνειν ἔτι τοῖς ἐπὶ τῆς γῆς· ἐποίει γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης· ἐσχίζοντο δὲ καὶ αἱ πέτραι· τάχα δέ που καὶ περὶ τὸν τῆς σελήνης κύκλον ἐπράττετό τι τῶν ἀσυνήθων, ὡς δοκεῖν εἰς αἷμα μεταπεποιῆσθαι καὶ αὐτήν. Σεσίγηται μὲν οὖν τὸ τοιόνδε παρὰ τοῖς ἁγίοις Εὐαγγελισταῖς· ἀξιόχρεως γε μὴν ἡ το πίστις ἐκ προφητείας, ὅτι τοῖς τοῦ δημιουργοῦ νεύμασιν οὐκ ἐν ἡλίῳ μόνῳ τὰ σημεῖα γέγονεν, ἀλλ ̓ οἷον ὅλη πρὸς τὸ ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο διὰ φωνῆς λέγοντος Ἡσαΐου· “ Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ σε θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ” οὐρανὸν δὲ ὅταν λέγῃ, 15 πάντα που πάντως φησὶν τὰ ἐν οὐρανῷ· καὶ οἷον σάκκῳ τῷ σκου τεινῷ καταμφιέσαι φησὶ, πενθοῦντά τε καὶ κατηλγηκότα· καὶ αὐτῷ δὴ τούτῳ διακεκραγότα τῷ σχήματι. Σημεῖα μὲν οὖν ἤτοι τέρατα, τὰ ἐν οὐρανῷ ταυτὶ φαίην ἄν· τὰ δέ γε εἰς γῆν “ αἷμά “ τε καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ, καταδήλως εἶεν ἂν οἶμαι που το τὰς τῶν Ἰουδαίων συμφορὰς, ἃς ὁ παγχάλεπος αὐτοῖς ἐπεσώρευσε πόλεμος, ὁ διὰ τῆς Ῥωμαίων χειρός· αἵματι μὲν γὰρ ἡ πᾶσα μὲν αὐτοῖς κατερραίνετο χώρα· ἔμελλε δὲ ὅμου ταῖς πόλεσι καταπίμπρασθαι καὶ αὐτὸς ὁ διαβόητος νεώς· οἶκοί τε καπνίζεσθαι κατασεσεισμένοι ὅτι δὲ καὶ πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ ἐπι-25 φανοῦς, καθ ̓ ἣν ἅπασι τὸ θεῖον προκείσεται βῆμα Χριστοῦ διδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τὰ τοιάδε τοῖς Ἰουδαίοις συμβήσεται, διαμεμήνυκεν εἰπὼν, “ πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν σε μεγάλην καὶ ἐπιφανῆ.”

66

66

66

Του ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ ΕΚ ΤΗΣ ΕΞΑΗΜΕΡΟΥ ΟΜΙΛΙΑΣ 5.30 Ἤδη δὲ καὶ τῆς τοῦ παντὸς διαλύσεως ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις σημεῖα φανήσεσθαι ὁ Κύριος προηγόρευσεν σε ὁ ἥλιος μεταστραφήσεται εἰς αἷμα, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς” ταῦτα σημεῖα τῆς συμπληρώσεως καὶ τῆς τοῦ πάντος διαλύσεως.

66

[ocr errors]

35

66

ΣΕΤΗΡΙΑΝΟΥ͂. Επειδὴ γὰρ ἡ πρώτη ἦν εὐτελὴς ἡ ἐν σαρκὶ, ἡ διδακτική· ἡ δὲ δευτέρα ἔνδοξος, τοῦ ἁγίου σώματος ἐκείνου οὐκέτι ἄλλως φαινομένου, ἀλλ ̓ αὐγὰς φωτὸς ἀστράπτοντος, διὰ τοῦτο λέγει “ε τὴν ἡμέραν Κυρίου τὴν μεγάλην” εἴρηται πολλάκις ἡμῖν, ὅτι Θεός ἐστιν ὁ λέγων “ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου πρὶν ἐλθεῖν 5 ἡμέραν Κυρίου” εἰπὲ τῷ Ἰουδαίῳ, εἰ ἓν πρόσωπόν ἐστι, καὶ ἓν θεϊκόν ἐστιν ὄνομα, καὶ αὐτὸς λαλεῖ περὶ ἑαυτοῦ, διατί μὴ εἶπε πρὶν ἐλθεῖν τὴν ἡμέραν τὴν ἐμήν.

66

66

Πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.

[ocr errors]

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Μὴ γὰρ ἐπειδὴ νῦν ἀτιμωρητὶ ἁμαρτάνετε, φησὶ, θαρσήσετε ταῦτα γὰρ προοίμιά ἐστι μεγάλης τινὸς ἡμέρας καὶ χαλεπῆς· ὅρα πῶς αὐτῶν κατέσεισε τὴν ψυχὴν καὶ διέλυσε καὶ τὸν γελῶτα μετέστρεψεν εἰς ἀπολογίαν· εἰ γὰρ ταῦτα προοίμια τῆς ἡμέρας ἐκείνης, ἀνάγκη παρὰ τῶν ἐσχάτων τὸν κίνδυνον 15 ἐπηρτῆσθαι.

ΝΙΚΟΛΑΟΥ ΑΓΚΥΡΑΣ. Συμβήσεται δὲ ταῦτα πρὸ τῆς τοῦ Κυρίου πάλιν ἐνδόξου καὶ φοβερᾶς ἐλεύσεως, καθ ̓ ἣν μέλλει κρί νειν ζῶντας τε καὶ νεκρούς· τουτέστιν, ἀδύνατον παρελθεῖν τουτονὶ τὸν αἰῶνα, μὴ πάντων τῶν εἰρημένων εἰς πέρας ἐλθόντων.

21 Καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

66

20

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. “ Επικαλέσηται” οὐχ ἁπλῶς· οὐ γάρ, φησιν, ὁ λέγων μοι Κύριε, Κύριε, ἀλλὰ μετὰ διαθέσεως, μετὰ βίου ἀρίστου, μετὰ παρρησίας τῆς προσηκούσης· τέως δὲ κοῦφον ποιεῖ 25 τὸν λόγον, τὸ τῆς πίστεως εἰσάγων, καὶ φοβερὸν τὸ τῆς κολάσεως, ὅτι ἐν ἐπικλήσει ἡ σωτηρία.

Του Αγίου ΚΥΡΙΛΛΟΥ ΕΚ ΤΗ͂Σ ΕΙΣ ΤΟΝ ΙΩΗΛ ΕΡΜΗΝΕΙΑΣ. Ἔσονται μέν, φησιν, ἐν οὐρανῷ τε καὶ γῇ σημεῖα ἐπὶ τοῖς γινομένοις κατὰ Χριστοῦ δυσσεβήμασιν· ὅμως προκείσεται αὐτοῖς τὰ 30 ἐξ ἡμερότητος, εἰ τὴν ἐν Χριστῷ δικαίωσιν ἀγαπήσαντες, ἕλοιντο Κύριον αὐτὸν ὁμολογεῖν· τὸ δὲ, οὓς Κύριος προκέκληται, τοῦτό ἐστιν, ὃ καὶ Παῦλος ἔφη· ὅτι “ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τι σε μὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ.”

66

22

66

66

ΔΙΔΥΜΟΥ. Ὡς ἀληθεύεται τὸ “ πᾶς ὁ αἰτῶν λαμβάνει,” μὴ ἀριθμουμένων εἰς πάντας τοὺς αἰτουμένους τῶν κακῶς αἰτούντων· ὁ γὰρ κακῶς αἰτῶν οὐκ αἰτεῖται· οὕτως ἀληθές ἐστι τὸ “ πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται” οὐ συμπεριλαμβα νομένων τῶν ἄνευ τοῦ ποιεῖν τὸ θέλημα τοῦ Πατρὸς λεγόντων τὸν 5 Ἰησοῦν Κύριον, Καὶ διὰ τοῦτο δοκούντων ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ. καὶ ἕτερως· οὐ ταυτὸν τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου, καὶ λέγειν αὐτό· ὁ μὲν γὰρ εὐχόμενος, καὶ τυχεῖν τινὸς ἀγα θοῦ βουλόμενος ἐπικαλεῖται· ᾧ ἀκολούθως γίνεται σωτηρία

66

66

66

δὲ προσποιούμενος εἶναι δοῦλος, λέγει, Κύριε, Κύριε τῷ Ἰησοῦ, οὐ 10 πράττων τὰ δούλου· ὅθεν πρὸς τοὺς τοιούτους φησί· “ τί με λέγετε Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω.” παραπλησίως ἐκδέξῃ τὸ “ πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται” τῷ “ οὐδεὶς λέγει Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ” Κύριον, τοῦ ἔργῳ καὶ διαθέσει δουλεύοντος αὐτῷ, ἀλλ ̓ οὐ μόνῃ ψιλῇ προφορά 15 λέγοντος τὸν Ἰησοῦν Κύριον.

66

ΝΙΚΟΛΑΟΥ ΑΓΚΥΡΑΣ. Οὐκ Ἰουδαῖος μόνον, ἀλλὰ καὶ Ἕλλην καὶ βάρβαρος καὶ Σκύθης, καὶ ἁπλῶς εἰπεῖν πάντων τῶν εἰς Χριστὸν πιστευόντων ἡ ὁμήγυρις, ἡ ἐν Σιὼν καὶ ἐν Ἱερουσαλὴμ ἐπὶ τῶν Ἀποστόλων γενομένη, τῶν ἐκ τοῦ καταλείμματος τοῦ Ἰσραὴλ 20 πρὸς τὸ εὐαγγελικὸν κληθέντων κήρυγμα.

• Περὶ πάθους καὶ ἀναστάσεως καὶ ἀναλήψεως Χριστοῦ, δωρεάς τε τοῦ ̔Αγίου Πνεύματος.

̓́Ανδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐκ ἔστι κολακείας τὰ ῥήματα, ἀλλ ̓ 25 ἐπειδὴ καθήψατο αὐτῶν σφόδρα, ἀνίησιν αὐτοὺς καὶ ἀναμιμνήσκει τοῦ προπάτορος, καὶ πάλιν ἀπὸ προοιμίου ἄρχεται, ἵνα μὴ θορυβη θῶσιν προφήτου ἀκούοντες· τὸ δὲ ὄνομα τοῦ Ἰησοῦ εὐθέως ἂν αὐτ τοῖς προέστη· καὶ οὐκ εἶπε πείσθητε, ἀλλ ̓ ἀκούσατε, ὅπερ ἦν ἀνεπαχθές.

Σχόλ. Ἰσραηλίτας αὐτοὺς καλεῖ διὰ τοὺς προπάτορας· προτρεπόμενος αὐτοὺς τούτων μεμνῆσθαι τὴν πίστιν.

Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδε δειγμένον εἰς ὑμᾶς.

b Et hæc sectio asterisco notari debuit.

30

Τοῦ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ. Ἆρ' ἐπειδὴ τοῖς ῥήμασι τούτοις ἐχρήσαντο, μόνον τὸν ἄνθρωπον ἤδεισαν τὸν Χριστὸν οἱ Ἀπόστολοι, καὶ πλέον οὐδέν; μὴ γένοιτο· οὐκ ἔστιν οὐδ ̓ εἰς νοῦν τοῦτο λαβεῖν ποτέ· ἀλλὰ καὶ τοῦτο ὡς ἀρχιτέκτονες σοφοὶ καὶ οἰκονόμοι μυστη ρίων Θεοῦ πεποιήκασι· καὶ τὴν αἰτίαν ἔχουσιν εὔλογον. Ἐπειδὴ 5 γὰρ οἱ τότε Ἰουδαῖοι πλανηθέντες καὶ πλανήσαντες Ελληνας, ἐνόμιζον τὸν Χριστὸν ψιλὸν ἄνθρωπον μόνον ἐκ σπέρματος Δαβὶδ ἔρχεσθαι, καθ ̓ ὁμοιότητα τῶν ἐκ τοῦ Δαβὶδ ἄλλων γενομένων τέκνων· οὔτε γὰρ Θεὸν αὐτὸν, οὐδ ̓ ὅτι ὁ Λόγος σάρξ ἐγένετο, ἐπιστενον· τούτου ἕνεκα μετὰ πολλῆς τῆς συνέσεως οἱ μακάριοι Ἀπό- το στολοι τὰ ἀνθρώπινα τοῦ Σωτῆρος ἐξηγοῦντο τοῖς Ἰουδαίοις· ἵν ̓ ὅλως πείσαντες αὐτοὺς ἐκ τῶν φαινομένων καὶ γενομένων σημείων ἐληλυθέναι τὸν Χριστὸν, λοιπὸν καὶ εἰς τὴν περὶ τῆς θειότητος πίστιν αὐτοὺς ἀγάγωσι· δεικνύντες ὅτι τὰ γενόμενα ἔργα οὐκ ἔστιν ἀνθρώπου, ἀλλὰ Θεοῦ· ἀμέλει Πέτρος ὁ λέγων ἄνδρα παθη- 15 τὸν τὸν Χριστὸν, εὐθὺς συνῆπτεν, οὗτος σε ἀρχηγὸς τῆς ζωῆς ἐστιν·” ἐν δὲ τῷ Εὐαγγελίῳ ὁμολογεῖ· “ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ “ τοῦ ζῶντος·” ἐν δὲ τῇ Ἐπιστολῇ φησὶν αὐτὸν “ ἐπίσκοπον ψυχῶν...” καὶ Κύριον ἑαυτοῦ τὲ καὶ τῶν Ἀγγέλων καὶ δυναμέων εἶναι· πάλιν τὲ ὁ Παῦλος, ὁ λέγων ἄνδρα ἐκ σπέρματος Δαβὶδ εἶναι τὸν 2ο Υἱὸν, οὗτος ἐπέστελλεν Εβραίοις μὲν, “ ὃς ὢν ἀπαύγασμα τῆς

66

66

66

66

66

δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·” Φιλιππησίοις δὲ, “ ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. τὸ δὲ λέγειν ἀρχηγὸν ζωῆς, καὶ Υἱὸν τοῦ Θεοῦ, καὶ ἀπαύ γασμα καὶ χαρακτῆρα, καὶ ἴσα Θεῷ, καὶ Κύριον, καὶ Ἐπίσκοπον 25 ψυχῶν, τί ἂν εἴη ἕτερον ἢ ὅτι ἐν σώματι Λόγος ἦν Θεοῦ, δι ̓ οὗ τὰ πάντα ἐγένετο καὶ ἔστιν ἀδιαίρετος τοῦ Πατρὸς, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς ;

σε

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα πῶς οὐδὲν λέγει τῶν ὑψηλῶν, ἀλλ ̓ ἀπὸ τῶν σφόδρα ταπεινῶν ἄρχεται· καὶ εὐθέως τὴν πατρίδα λέγει, 30 ἤπερ ἐδόκει εὐτελῆς εἶναι· καὶ οὐδὲν μέγα λέγει περὶ αὐτοῦ· οὐδὲ οἷον ἄν τις εἴποι περὶ προφήτου τέως· “ Ἰησοῦν,” φησὶ, “ τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς.” Ορα ποῖον ἦν μέγα τὸ εἰπεῖν, ὅτι παρὰ τοῦ Θεοῦ ἀπεστάλη τοῦτο γὰρ ἄνω καὶ κάτω, καὶ αὐτὸς ἐσπούδαζε, καὶ Ἰωάννης καὶ οἱ 35

66

« PreviousContinue »