Page images
PDF
EPUB

12

Φωνῆς λέγει, τῆς τοῦ Κυρίου πρὸς τὸν Παῦλον γεγενημένης μόνον δὲ τὸ φῶς τεθεᾶσθαι.

* Περὶ ὧν ὁ Ανανίας πρὸς τὸν Παῦλον ἐν Δαμασκῷ, ὀπτασίας τὲ καὶ φωνῆς Θεοῦ γενομένης ποτὲ πρὸς αὐτὸν ἐν τῷ ἱερῷ.

Ἀνανίας δέ τις, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον μαρτυ-5 ρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων ἐν 13 Δαμασκῷ, ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι, Σαούλ ἀδελφὲ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Εἶτα ἡ διὰ τῶν πραγμάτων μαρτυρία το ὅρα διὰ προσώπων καὶ πραγμάτων αὐτὴν πλεκομένην· προσώπων οἰκείων τὲ καὶ ἀλλοτρίων· οἱ ἱερεῖς, οἱ πρεσβύτεροι, οἱ συνοδεύον τες· τὰ πράγματα, ἃ ἐποίει, ἃ ἔπαθε· καὶ πράγματα πράγματι μαρτυρεῖ, οὐχὶ πρόσωπα μόνον· εἶτα ἀλλότριος ὁ Ἀνανίας· εἶτα τὸ πράγμα αὐτὸ ἡ ἀνάβλεψις· εἶτα προφητεία μεγάλη.

14 Ὁ δὲ εἶπεν, ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρία σατό σε γνῶναι τὸ θέλημα αὐτοῦ,

15

15

Τοῦ Αὐτοῦ. Καλῶς εἶπε “ τῶν πατέρων” ἵνα δείξῃ αὐτοὺς οὐκ ὄντας Ἰουδαίους, ἀλλὰ ἀλλοτρίους τοῦ νόμου· καὶ οὐχὶ ζήλῳ ποιοῦντας· σε γνῶναι” φησὶ τὸ σε θέλημα αὐτοῦ” οὐκοῦν αὐτοῦ 20 θέλημα τοῦτο. ὅρα πῶς ἐν τάξει διηγήσεως διδασκαλία ἐστίν.

Καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ στόματ τος αὐτοῦ·

Τοῦ Αὐτοῦ. Τέως τοσοῦτον λέγει· εἰ δίκαιος, οὗτοι ὑπεύθυνοι σε καὶ ἀκοῦσαι φωνὴν ἐκ στόματος αὐτοῦ.” ὅρα πῶς τὸ πρᾶγμα 25 ἐπαίρει.

Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους, ὧν τὲ ἑώρακας καὶ ἤκουσας.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Διὰ τοῦτο, ὅτι οὐ προδώσει τὴν ὄψιν καὶ τὴν ἀκρόασιν, ὧν τὲ εἶδες, φησὶν, ὧν τὲ ἤκουσας· δι ̓ ἑκατέρων τῶν 30 αἰσθήσεων αὐτὸν πιστοῦται. Καὶ μετ ̓ ὀλίγα—“ Μάρτυς ἔσῃ,” φησὶ, “ πρὸς πάντας ἀνθρώπους” οὐχὶ πρὸς τοὺς οἰκείους μόνον,

66

Ο Ανανίας εἶπε (cum. verb. om. Codd. Coisl. et N.C.

ἀλλὰ καὶ πρὸς τοὺς ἀλλοτρίους· οἱ γὰρ μάρτυρες τοιοῦτοί εἰσιν, οὐχὶ τοὺς εἰδότας πείθουσιν, ἀλλὰ τοὺς οὐκ εἰδότας.

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι καὶ εἶδε τὸν Ἰησοῦν καὶ ἤκουσεν αὐτοῦ ὁ Παῦλος· οἱ δὲ συνόντες τὴν λαμπηδόνα μόνον τοῦ φωτὸς αὐτοῦ εἶδον, οὐ μὴν αὐτόν· καὶ τὸν ἦχον ἤκουον τῆς φωνῆς, οὐ 5 μὴν συνῆκαν τὰ λαλούμενα, ὡς ὀπίσω ἐλέχθη.

16 Καὶ νῦν τί μέλλεις ; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ.

17

66

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐνταῦθα μέγα ἐφθέγξατο· οὐ γὰρ εἶπεν, εἰς τὸ ὄνομα αὐτοῦ βαπτίσαι, ἀλλ ̓ “ ἐπικαλεσάμενος τὸ ὄνομα το « αὐτοῦ τοῦ Χριστοῦ· δείκνυσιν αὐτὸν Θεὸν ὄντα. οὐ γὰρ ἔνι ἕτερον ἐπικαλέσασθαι τινὰ, εἰ μὴ τὸν Θεόν· εἶτα δείκνυσιν ἑαυ τὸν οὐκ ἀναγκασθέντα· ἐγὼ γὰρ εἶπον, φησὶ, τί με δεῖ ποιεῖν ; ὅρα οὐδὲν ἀμάρτυρον, ἀλλὰ πόλεως ὁλοκλήρου αὐτοῦ μαρτυρίαν παρά γει, εἴγε εἶδον αὐτὸν χειραγωγούμενον· καὶ ὅρα προφητείαν ἐξελ- 15 θοῦσαν· “ πρὸς πάντας,” φησὶν, “ ἀνθρώπους” μάρτυς αὐτοῦ γέν γονε· μάρτυς, ὡς χρὴ, δι' ὧν ἔπαθε, καὶ δι ̓ ὧν εἶπεν.

66

66

ΑΜΜΩΝΙΟΥ. Οὐ πᾶν οὖν βάπτισμα ἀλλὰ μόνον τὸ εἰς Κύριον Ἰησοῦν ποιεῖ ἁμαρτιῶν καθαρισμόν.

Εγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλήμ, καὶ 20 προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστά18 σει, καὶ εἶδον αὐτὸν λέγοντά μοι, σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ· διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ.

Ὅρα πῶς αὐτὸν εἰσωθεῖ· ἦλθόν, φησι, μετὰ τὴν ὄψιν ἐκείνην 25 εἰς Ἱερουσαλήμ πάλιν τοῦτο ἁμάρτυρον· ἀλλ ̓ ὅρα ἐκ τῆς ἐκβάσεως ἡ μαρτυρία· εἶπεν, ὅτι οὐ δέξονταί σου τὴν μαρτυρίαν οὐκ ἐδέξαντο· καὶ μὴν φησὶν, εἴγε ἀπὸ λογισμῶν ἔδει τοῦτο ὑποπτεῦσαι, ὅτι πάντως δέξονται· ἐγὼ ἤμην ὁ πολεμῶν Χριστιανοῖς, ὥστε διὰ τοῦτο ἔδει αὐτοὺς δέξασθαι· ἐνταῦθα δύο κατασκευάζει, 30 ὅτι τὸ ἀναπολόγητα αὐτοῖς ἐστιν· οὐ γὰρ κατὰ τὸ εἰκὸς αὐτὸν ἐδίωκον οὐδὲ κατὰ λογισμόν· καὶ ὅτι Θεὸς ἦν ὁ Χριστὸς, τὰ παρὰ προσδοκίαν προφητεύων, καὶ οὐχ ὁρῶν εἰς τὰ γενόμενα, ἀλλὰ τὰ μέλλοντα προειδώς. Καὶ μετ ̓ ὀλίγα— Προσευχομένῳ,” φησὶν,

66

19

“ ἐν τῷ ἱερῷ” ὅτι οὐχ ἁπλῶς φαντασία ἦν· διὰ τοῦτο προσευχεμένῳ ἐπέστη· καὶ δείκνυσιν ὅτι οὐχὶ φοβούμενος αὐτὸν τοὺς κιν δύνους ἔφυγεν, ἀλλ ̓ ὅτι οὐκ ἐδέχοντο τὴν μαρτυρίαν αὐτοῦ.

Καὶ ἐγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς 5 πιστεύοντας ἐπί σε

66

Τοῦ Αὐτοῦ. Διατί εἶπεν, ὅτι “ αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην

“ δεσμεύων;” οὐχὶ ἀντιλέγων τῷ Χριστῷ, ἀλλὰ βουλόμενος μα θεῖν τὸ οὕτω παράδοξον· ἀλλ ̓ οὐκ ἐδίδασκεν αὐτὸν ὁ Χριστὸς, ἀλλ ̓ εἶπε μόνον ἀπελθεῖν.

སྙ

10

Τοῦ Αὐτοῦ. “ Αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων τοῦτό φησιν ὁ Παῦλος, ὅτι εἰ καὶ μὴ πιστεύωσί σοι οἱ Ἰουδαῖοι, ἀλλ ̓ οὖν ὤφειλον τὸν ἐμὸν καταδέξασθαι λόγον· ἐπείπερ σὺν αὐ τοῖς ἤμην ὁ διώκων τὴν ἐκκλησίαν, καὶ ἔδει αὐτοὺς πληροφορηθῆναι, ὅτι οὐκ ἄλλως ἀπέστην τῆς πρώτης δόξης, εἰ μὴ ἀκριβῶς ἐπλη- 15 ροφορήθην· ὅτι οὐκ ἔστιν ἄλλως σωθῆναι ἄνθρωπον εἰ μὴ διὰ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως· τὸ οὖν παράδοξον τῆς ἐμῆς μεταβολῆς ἐχρῆν κἀκείνους μεταπεῖσαι.

20 Καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός

σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναι- 2ο ρέσει αὐτοῦ, καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τὸν Στέφανον· ὑπέμνησεν αὐτοὺς μιαι φονίας χαλεπῆς· τότε δὴ μάλιστα οὐκ ἤνεγκαν, ἐπειδὴ τοῦτο οὐκ ἤλεγχεν αὐτούς· καὶ ἤδη ἡ προφητεία ἐπληροῦτο· ὁ ζῆλος πολὺς 25 καὶ ἡ κατηγορία σφοδρὰ, καὶ οἱ μάρτυρες τῆς ἀληθείας τοῦ Χριστοῦ· οὐκ ἠνέσχοντο λοιπὸν οἱ Ἰουδαῖοι πάσης ἀκοῦσαι τῆς δημη γορίας, ἀλλ ̓ ὑπὸ τοῦ θυμοῦ σφόδρα ἐμπλησθέντες, ἐβόων.

ΑΜΜΩΝΙΟΥ. Οἶδεν ὅτι τὸ ὁμολογεῖν ἐπὶ τοῦ Θεοῦ τὰ ἴδια πλημμελήματα, καὶ κατακρίνειν ἑαυτὸν, ποιεῖ καθαρισμὸν ἁμαρ-30 τιῶν· καὶ ὡμολόγει καὶ αὐτὸς τὰ πραχθέντα αὐτῷ ἄτοπα, ἵνα δικαιωθῇ, καὶ τοῦ μεγάλου κριτηρίου ἀφεθῇ· ἐξ ὧν αὐτὸς ἑαυτὸν ἐνταῦθα κατακρίνων ἐφαίνετο.

8 ἐξεχύνετο Cod.

21 Καὶ εἶπε πρός με, πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν 22 ἐξαποστελώ σε. ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου.

23

24

25

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα πῶς ἄνωθεν καὶ κάτω διισχυρίζεται, ὅτι τοῦ Χριστοῦ γέγονε μαθητής· οὐκ ἀνθρώπου μεσιτεύσαντος, 5 ἀλλ ̓ αὐτοῦ δι ̓ ἑαυτοῦ καταξιώσαντος ἀποκαλύψαι αὐτῷ τὴν γνῶσιν πᾶσαν.

Τοῦ Αὐτοῦ. Ὥστε καὶ τῷ διαστήματι παραμυθήσασθαι τὸ μῖσος.

Καὶ ἐπῇραν αὐτῶν τὴν φωνὴν, λέγοντες, αἶρε τὸν το τοιοῦτον ἀπὸ τῆς γῆς· οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.

Τοῦ Αὐτοῦ. Καὶ μὴν ὑμᾶς οὐ καθήκει ζῆν, οὐχὶ τοῦτον τὸν πάντα πειθόμενον τῷ Θεῷ, ὦ μιαροὶ καὶ ἀνδροφόνοι. 3

Κραυγαζόντων δὲ αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,

Τοῦ Αὐτοῦ. Ωστε χαλεπωτέραν γενέσθαι τὴν στάσιν, φοβή σαι βουλόμενοι τὸν ἄρχοντα· καὶ ὅρα οὐ λέγουσι τὴν αἰτίαν· ἐπειδὴ μηδὲν εἶχον εἰπεῖν, ἀλλὰ τῇ βοῇ καταπλήξειν οἴονται.

15

Ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα 20 γνῷ δι ̓ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ μὴν παρ' ἐκείνων ἔδει μαθεῖν τῶν καταβοώντων, καὶ ἐρωτῆσαι εἴ τινος τῶν εἰρημένων ἐπελαμβάνοντο· ἀλλ ̓ ἁπλῶς τῇ ἐξουσίᾳ χαρίζεται· καὶ ἐκείνοις πρὸς χάριν ποιεῖ· οὐ γὰρ τοῦτο ἐζήτει, ὅπως δικαίως τι πράξειεν, ἀλλ ̓ ὅπως 25 παύσειεν τὸν ἐκείνων θυμὸν ἄδικον ὄντα.

* Οτι μέλλων ἐπὶ τούτοις ὁ Παῦλος τύπτεσθαι, εἰπὼν ὅτι Ῥωμαῖος ἐστὶν b,

ἀνέθη .

Ὡς δὲ προέτειναν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, εἰ ἄνθρωπον Ῥωμαῖον καὶ 30 26 ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν τῷ χιλιάρχῳ, ἀπήγγειλε λέ

b εἰμὶ Ecum.

ε ἀνέθη Ecum. ἀνείθη Codd. N. C. et Coisl.

27

γων, τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖος ἐστι.

Οὐκ ἂν ἐψεύσατο Παῦλος, μὴ γένοιτο· Ῥωμαῖος γὰρ ἦν· εἰ καὶ μηδὲν ἕτερον, ἔδεισεν ἂν μὴ ἁλῷ, καὶ μείζονα δίκην δῷ καὶ ὅρα οὐχ ἁπλῶς φησιν· ἀλλ ̓ ἔξεστιν ὑμῖν δύο τὰ ἐγκλήματα, καὶ 5 ἄνευ λόγου, καὶ τὸ Ῥωμαῖον ὄντα· μεγάλην εἴχοντό τε ταύτην τὴν προνομίαν· ἀπὸ γὰρ Ἀδριανοῦ φασι πάντας εἶναι Ῥωμαίους· καὶ γὰρ Ῥωμαίων βασιλεὺς σχεδὸν κατ ̓ ἐκεῖνο καιροῦ ἐκράτει πάσης τῆς γῆς, καὶ αὐτῆς τῆς Ἰουδαίας· τὸ δὲ παλαιὸν οὐχ οὕτως ἦν. εὐκαταφρόνητος ἂν ἐγένετο μαστιχθεὶς, νῦν δὲ εἰς πλείονα το αὐτοὺς ἐμβάλλει φόβον, εἰ μάστιξαν καὶ παρέτρεψαν ἂν τὸ πρᾶγμα, ἢ καὶ ἀπέκτειναν αὐτόν· νῦν δὲ οὐχ οὕτως γίνεται· ὅρα πῶς ὁ Θεὸς συγχωρεῖ ἀνθρωπίνως πολλὰ γίνεσθαι, καὶ ἐπ ̓ αὐτῶν καὶ τῶν λοιπῶν. ὅρα πῶς ὑπόπτευσαν πρόφασιν εἶναι τὸ πρᾶγμα, καὶ τὸ εἰπεῖν ἑαυτὸν Ῥωμαῖον τοῦτο ὑπολαμβάνοντες ἀπὸ τῆς 15 πενίας.

37 Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, λέγε μοι, σὺ 28 Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη, ναί. ἀπεκρίθη δὲ ὁ χιλίαρχος, ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην έκτησά

29

μην.

20

ΑΜΜΩΝΙΟΥ, σε Λέγε μοι σύ· Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη ναί” εἰ δὼς ὅτι δεῖ ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάττεσθαι· καὶ ὅτι ὁ Ρωμαίων βασιλεὺς κατ ̓ ἐκεῖνο καιροῦ ἐκράτει σχεδὸν εἰπεῖν πάσης γῆς, ἔτι μὴν καὶ αὐτῆς τῆς Ἰουδαίας· οἵτινες καὶ φόρον ἐτέλουν Καίσαρι ὡμολόγησεν εἶναι ἑαυτὸν Ῥωμαῖον, μὴ ἀποσειόμενος 25 τὴν ἀρχὴν καὶ δεσποτείαν τὴν Ῥωμαϊκήν· ὅπερ οἱ λοιποὶ Ἰουδαῖοι φρεναπατῶντες, τὸν μὲν Θεὸν ἑαυτῶν μόνον ἔλεγον ἴδιον βασιλέα, οὐ μὴν ἄνθρωπον· ἔργοις δὲ αὐτοῖς ὡς ὑποτελεῖς οἰκέται φόρον ἐτέλουν, τὸ μὲν ὄνομα ἀρνούμενοι, ἔργοις δὲ ὑποκείμενοι· οὓς καὶ ἐπόρθησεν Οὐεσπασιανὸς, ὡς μὴ ὑποτασσομένους· ὃς μετὰ τέσ-30 σαρας βασιλεῖς Ῥωμαίων ἐβασίλευσεν.

Ὁ δὲ Παῦλος ἔφη, ἐγὼ καὶ γεγέννημαι. εὐθέως οὖν ἀπέστησαν ἀπ' αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ Ο σχεδ. πάσ. γ. εἰπ. Cod., corr. rec. m.

« PreviousContinue »