Page images
PDF
EPUB

12

ἐπίστευσεν; οὐ μὴν ἐπειδὴ ἐπίστευσεν, ὕπνωσεν· ἀλλὰ τὰ ἐνόντα ἐξ ἀνθρωπίνης σοφίας οὐ προέδωκεν. ἀνάγκην τινὰ ἑαυτοῖς ἐκεῖνοι περιέθηκαν διὰ τοῦ ἀνεθαματισμοῦ· ἰδοὺ νηστεία ἀνδροφονίας μήτηρ καθάπερ ὁ Ἡρώδης ἀνάγκην τὴν ἀπὸ τοῦ ὄρκου ἑαυτῷ ἐπέθηκεν, οὕτω δὴ καὶ οὗτοι· τοιαῦτα γὰρ τὰ διαβολικά προ-5 σχήματι δῆθεν εὐλαβείας τὰς παγίδας τίθησι καὶ μὴν ἐχρῆν προσελθεῖν, ἐχρῆν αἰτιάσασθαι, δικαστήριον συγκροτῆσαι· ταῦτα γὰρ οὐχ ἱερέων ἀλλὰ λῃσταρχῶν· ταῦτα οὐκ ἀρχόντων ἀλλὰ λυ μαινομένων· καὶ τὸν ἄρχοντα διαφθεῖραι ἐπιχειροῦσιν· ἀλλ ̓ ᾠκο νομήθη, ὥστε καὶ ἐκεῖνον καταμαθεῖν αὐτῶν τὴν ἐπιβουλήν.

Τοῦ Αὐτοῦ. Ἀεὶ μὲν γὰρ οἱ ἅγιοι θαυμαστοὶ, καὶ πολλῆς γέμουσι χάριτος· μάλιστα δὲ ὅταν διὰ Χριστὸν κινδυνεύωσιν, ὅταν δέσμοι γίνωνται· καθάπερ γὰρ στρατιώτης γενναῖος, ἀεὶ μὲν καὶ ἁπλῶς ἐγγυμναζόμενος τοῖς ὅπλοις, ἡδὺ θέαμα τοῖς ὁρῶσι γίνεται, μάλιστα δὲ ὅταν εἰστήκῃ καὶ παρατάττηται παρ' αὐτὸν τὸν βασιλέα, οὕτω δὴ καὶ Παῦλον ἐννόησον, ὅσον ἦν ἰδεῖν μετὰ τῶν δεσμῶν αὐτὸν διδάσκοντα.

ΚΕΦ. ΛΔ.

Περὶ ἐπιβουλῆς μελετωμένης ὑπὸ Ἰουδαίων κατὰ Παῦλον, καὶ μηνύσεως αὐτῆς πρὸς Λυσίαν.

10

15

20

Γενομένης δὲ ἡμέρας, ποιήσαντες συστροφὴν οἱ Ἰου δαῖοι, ἀναθεμάτισαν ἑαυτοὺς, λέγοντες μήτε φαγεῖν μήτε 13 πιεῖν, ἕως οὗ ἀποκτείνωσι τὸν Παῦλον· ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι· 14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέ- 25 ροις εἶπον, ἀναθέματι ἀναθεματίσαμεν ἑαυτοὺς, μηδενὸς 15 γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως καταγάγῃ αὐτὸν πρὸς ὑμᾶς, ὡς μέλλοντας ἀκριβέστερον διαγινώσκειν τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ, πρὸ τοῦ ἐγγίσαι 30 αὐτὸν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.

Τοῦ Αὐτοῦ. Ὅρα πῶς σφοδροὶ καὶ ἀμυντικοὶ περὶ τὴν κακίαν, καὶ τεσσαράκοντα ὁμοῦ· τοιοῦτον γὰρ τὸ ἔθος· ὅταν μὲν ἐπὶ ἀγαθῷ

16

17

δεῖ συμφωνῆσαι, οὐδὲ δύο συνέρχονται· ὅταν δὲ ἐπὶ κακῷ, δῆμος ὁλόκληρος· καὶ λαμβάνουσι κοινωνοὺς τοὺς ἄρχοντας.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα πῶς πρόεισι τὸ κακόν· ἡ πικρία τὸν θυμὸν ἔτεκεν, ὁ θυμὸς τὴν ὀργήν· ἡ ὀργὴ τὴν κραυγήν, ἡ κραυγὴ τὴν βλασφημίαν· ἡ βλασφημία τὰς πληγὰς, αἱ πληγαὶ τὰ 5 τραύματα, τὰ τραύματα θάνατον.

Τοῦ Αὐτοῦ. “ Αναθεμάτισαν ἑαυτούς” τίς ἡ τοσαύτη σπουδή, σε ὅπως καταγάγῃ αὐτὸν πρὸς ἡμᾶς ;” οὐχὶ δεύτερον πρὸς ὑμᾶς ἐδημηγόρησεν; οὐχὶ Φαρισαῖον ἑαυτὸν εἶπε; τί τὸ περιττόν; ὄντως οὐδὲν ἐφοβοῦντο οὔτε δικαστήρια οὔτε νόμους· οὕτως οὐδὲν αὐτοῖς το ἀτόλμητον ἦν· καὶ τὴν γνώμην εἰσηγοῦνται καὶ τὴν πράξιν ἐπαγγέλλονται· ἀνάγκην αὐτοῖς τινὰ ἐκεῖνοι περιέθηκαν διὰ τοῦ ἀναθε ματισμοῦ.

ΑΜΜΩΝΙΟΥ, σε Αναθεμάτισαν ἑαυτοὺς,” ἀντὶ τοῦ ἔξω εἶναι τῆς κατὰ Θεὸν πίστεως εἶπον ἑαυτοὺς, εἰ μὴ ποιήσαιεν τὰ δόξαντα 15 εἴτε οὖν ἐψεύσαντο τὴν ὑπόσχεσιν, ὡς καὶ ἐψεύσαντο, ἀνάθεμά εἰσιν· εἴτε καὶ τὸν Παῦλον δίκαιον ἄνδρα καὶ ἀκατάκριτον ἐξεγε γόνει αὐτοῖς φονεῦσαι, πάλιν ὡς φονεῖς ἀνάθεμα ἑαυτοὺς ἐποίουν· ἤτοι ὁ Θεὸς ἐποίει αὐτοὺς, εἰ καὶ παρεσιώπων οἱ ἀρχιερεῖς.

Ακούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν, ἀπήγε γειλε τῷ Παύλῳ.

20

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας ἦν, τὸ μὴ συνιδεῖν αὐτοὺς, ὅτι ἀκούσεται· τί οὖν ὁ Παῦλος; οὐκ ἐθορυβήθη ἀλλὰ συνεῖδεν, ὅτι Θεοῦ ἔργον ἐστὶ τοῦτο· καὶ τὸ πᾶν ἐπ ̓ αὐτὸν 25 ῥίψας, οὕτως ἑαυτὸν ἀφίησιν.

ΑΜΜΩΝΙΟΥ. Μᾶλλον ὡς Ἰουδαῖος ὢν καὶ συνὼν αὐτοῖς ἤκουσε σημειωτέον δὲ ὅτι οὐ συγγένεια ποιεῖ ὁμοπίστους, ἀλλ ̓ ὁ τρόπος ἢ καὶ οὐκ ἦν Ἰουδαῖος, καὶ ἀκούσας ἦλθε, καὶ προδιωρθώσατο τὸν Παῦλον.

* Οτι παρεπέμφθη ὁ Παῦλος τῷ ἡγεμόνι εἰς Καισάρειαν μετὰ στρατιωτῶν καὶ γραμματέων.

Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρ χων, εἶπε, τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλί

30

18 αρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ. ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον, καὶ φησὶν, ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με, ἠρώτησε τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι. 19 ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀνα-5 χώρησας κατ' ἰδίαν ἐπυνθάνετο, τί ἐστιν, ὃ ἔχεις ἀπαγ 20 γεῖλαί μοι; εἶπε δὲ, ὅτι καὶ οἱ Ἰουδαῖοι συνέθεντο τοῦ

ἐρωτῆσαί σε, ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον, ὡς μελλόντων τί ἀκριβέστερον πυνθάνε21 σθαι περὶ αὐτοῦ. σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀναθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν ἕτοιμοί εἰσι, προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Πάλιν ἀνθρωπίνη σώζεται προμηθεία· καὶ 15 ὅρα ὁ Παῦλος οὐδένα ἀφίησι μαθεῖν, οὐδὲ τὸν ἑκατόνταρχον, ὥστε μὴ τὸ πρᾶγμα γενέσθαι διάδηλον· ἀλλὰ λαβὼν ὁ ἑκατόνταρχος ἀπήγαγε τῷ χιλιάρχῳ· καὶ καλῶς ὁ χιλίαρχος κελεύει κρύψαι, ὥστε μὴ γενέσθαι δῆλον· καὶ τότε λέγει τοῖς ἑκατοντάρχοις τὸ τί δεῖ γένεσθαι.

20

Τοῦ ΑὐΤΟῦ ἐκ ΤΗ͂Σ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ ΥΠΟΜΝΗ ΜΑΤΟΣ. Τί λέγεις ; καὶ Παῦλος κινδύνους ἐφοβεῖτο; καὶ σφόδρα ἐδεδοίκει· εἰ γὰρ καὶ Παῦλος ἦν, ἀλλ ̓ ἄνθρωπος ἦν· τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου, ἀλλ' ἀσθένεια μὲν τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς θάνατον καὶ πλη- 25 γὰς, οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν· ὡς οἱ λέγοντες ὅτι οὐκ ἐφοβεῖτο πληγὰς, οὐ μόνον αὐτὸν οὐ σεμνύνουσιν, ἀλλὰ καὶ ὑποτέμνονται πολὺ τῶν ἐπαίνων· εἰ γὰρ οὐκ ἐφοβεῖτο, ποία καρτερία, ἡ ποία φιλοσοφία τὸ τοὺς κινδύνους φέρειν; ἐγὼ γὰρ διὰ τοῦτο αὐτὸν θαυμάζω, ὅτι φοβούμενος, καὶ οὐχ ἁπλῶς φοβούμενος, 30 ἀλλὰ καὶ τρέμων τοὺς κινδύνους, διὰ παντὸς ἔδραμε στεφανούμενος· καὶ οὐδενὶ τῶν δικαίων ἐνέδωκεν ἐκκαθαίρων τὴν οἰκουμένην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ κήρυγμα σπείρων.

22

Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίαν, παραγ γείλας μηδενὶ ἐκλαλῆσαι, ὅτι ταῦτα ἐνεφάνισας πρός

με.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὠικονομήθη ὥστε κἀκεῖνον μαθεῖν αὐτῶν τὴν ἐπιβουλήν· οὐ γὰρ ἐκ τοῦ μηδὲν ἔχειν εἰπεῖν, ἀλλὰ ἐκ τοῦ 5 λάθρα ἐπιχειρεῖν ἤλεγξαν ἑαυτοὺς μηδὲν ὄντας· εἰκὸς δὲ καὶ μετὰ τὸ ἀποσταλῆναι αὐτὸν προσελθεῖν τοὺς ἀρχιερεῖς αἰτοῦντας, καὶ καταισχυνθῆναι· οὐ γὰρ δὴ ἐβούλετο οὔτε ἀρνήσασθαι οὔτε ἐπινεῦσαι· τότε δὲ ἐπίστευσεν ἐκ τῶν ἤδη γενομένων.

ΙΟ

23 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατοντάρχων: εἶπεν, ἑτοιμάσατε στρατιώτας διακοσίους, ὅπως πορευθῶσι, μεχρι Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός· 24 κτήνη τε παραστῆσαι, ὅπως ἐπιβάσαντες τὸν Παῦλον 25 διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα· γράψας ἐπιστο- 15 26 λὴν περιέχουσαν τὸν τύπον τοῦτον· Κλαύδιος Λυσίας 27 τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ ̓ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην, μαθὼν ὅτι Ῥωμαῖος ἐστι.

28

Τοῦ Αὐτοῦ. Πέμπεται λοιπὸν ἐν Καισαρείᾳ, ἵνα καὶ ἐκεῖ διαλεχθῇ ἐπὶ μείζονος θεάτρου καὶ λαμπροτέρου τοῦ ἀκροατηρίου ἵνα μὴ ἔχωσι λέγειν οἱ Ἰουδαῖοι, ὅτι εἰ εἴδομεν Παῦλον, ἐπιστεύ σαμεν ἂν, εἰ ἠκούσαμεν αὐτοῦ διδάσκοντος· καὶ αὐτὴ οὖν αὐτοῖς ἡ ἀπολογία ἐκκόπτεται.

20

25

Βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι ̓ ἣν ἐνεκάλουν 29 αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν· ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα. 30 μηνυθείσης δέ μοι ἐπιβουλῆς ἔσεσθαι, ἐξαυτῆς ἔπεμψα 30 πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. ἔρρωσο.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ορα πῶς διὰ τῆς ψήφου τῶν ἔξω ἀθωοῦ ται ὁ Παῦλος, ὡς καὶ ὁ Χριστὸς παρὰ Πιλάτου· ὅρα τὴν κακίαν ἀναιρουμένην παρέδωκαν γὰρ αὐτὸν, ὥστε καὶ ἀνελεῖν καὶ καταδικάσαι· γίνεται δὲ τοὐναντίον· καὶ σώζεται καὶ ἀθῶος εὑρίσκεται εἰ γὰρ μὴ οὗτος, κἂν διεσπάσθη· εἰ μὴ οὗτος, ἀπώλετο, κἂν κατε- 5 δικάσθη. οὐ μόνον ἐκείνης αὐτὸν τῆς ὁρμῆς ἐξαιρεῖται, ἀλλὰ καὶ ἄλλης πολλῆς· ὅρα πῶς αὐτῷ ὑπηρέτης γίνεται, ὥστε ἀκινδύνως διασωθῆναι μετὰ τοσαύτης παρατάξεως.

ΚΕΦ. ΛΕ.

Τερτύλλου περὶ Παύλου κατηγορία, καὶ αὐτοῦ ἀπολογία ἐπὶ τοῦ ἡγεμόνος. το

31 Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐ τοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς 32 τὴν ̓Αντιπατρίδα. τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33 οἵτινες ἐλθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τῷ 15 ἡγεμόνι τὴν ἐπιστολὴν, παρέστησαν καὶ τὸν Παῦλον 34αὐτῷ. ἀναγνοὺς δὲ, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας 35 ἐστὶ, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, διακούσομαί σου, ἔφη, ὅταν οἱ κατήγοροί σου παραγένωνται.

Τοῦ Αὐτοῦ. Καθάπερ εἰ βασιλέα τινὰ δορυφόροι παρέπεμπον 20 μετὰ τοσούτου πλήθους, καὶ ἐν νυκτὶ, φοβούμενοι τοῦ δήμου τὴν ὁρμήν· ἐπεὶ οὖν τῆς πόλεως αὐτὸν ἐξέβαλον, τότε ἀφίστανται οὐκ ἂν μετὰ τοσαύτης ἀσφαλείας ἐξέπεμψεν, εἰ μὴ καὶ αὐτῆς ἔτυχεν, οὐδὲν αὐτοῦ κατεγνωκώς· καὶ ἐκείνων ᾔδει τὸ φονικόν.

Ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ηρώδου φυ- 25 λάσσεσθαι. μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ανανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλα λου τινός,

66

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι ἐν Καισαρείᾳ ἐστὶ τὸ πραιτώριον Ἡρώδου· “ ἐνεφάνισαν τῷ ἡγεμόνι” λείπει πάλιν τῷ ῥητῷ πρὸς 30 τὸ νόημα λέξις, ἵνα ᾖ οὕτως· οἵτινες ἐνεφάνισαν διδασκαλικὸν χάρ τὴν κατὰ τοῦ Παύλου.

« PreviousContinue »