Page images
PDF
EPUB

ἀνάστασιν ἐκήρυττον· τούτου γὰρ δειχθέντος, εὐκόλως καὶ τὰ τοῦ Χριστοῦ ἐπεισήγετο ὅτι ἀνέστη. Καὶ μετ' ὀλίγα—Ἐν τῷ συνεδρίῳ, οὐχὶ κατ' ἰδίαν, ἀλλ ̓ ἐξετάσεως γενομένης· ὅτι γὰρ ταῦτα ἀληθῆ λέγω, μαρτυροῦσιν οἱ περὶ τούτου ἐγκαλοῦντες.

22 Ακούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτοὺς, ἀκρι- 5 βέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπὼν, ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ' ὑμᾶς

23

Τοῦ Αὐτοῦ. Τουτέστιν ἐπιτηδὲς ὑπερέθετο, οὐ δεόμενος μαθεῖν, ἀλλὰ διακρούσασθαι τοὺς Ἰουδαίους· ἀφεῖναι οὐκ ἤθελε δι ̓ ἐκείνους· κολάσαι οὐκ ἦν δυνατὸν, ἀναίσχυντον γὰρ ἦν.

ΙΟ

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι ᾔδει ὁ Φῆλιξ τὴν πίστιν ἀκριβῶς, κατηχηθεὶς ἐκ τῆς παλαιᾶς τὰ περὶ Χριστοῦ, καὶ κατὰ ἀνθρω παρέσκειαν οὐκ ἀπέλυε τὸν Παῦλον, ὡς παρακατιὼν ὁ λόγος φησί σε θέλων δὲ χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ·” ἔτι γε μὴν καὶ χρήματα ἐλπίζων λαμβάνειν διὰ τοῦτο παρ' αὐτοῦ· 15 ᾔδει δὲ, ὡς ἔχων γυναῖκα Ἰουδαίαν, παρ' ἧς συνεχῶς ἤκουε ταῦτα.

Διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρε τεῖν ἢ προσέρχεσθαι αὐτῷ.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ οὗτος αὐτὸν ἀφῆκεν ἐγκλημάτων 20 ἀλλ' ἐκείνοις χαριζόμενος ἔτι κατεῖχεν· ἔτι δὲ καὶ προσδοκῶν χρήματα λήψεσθαι, μετεκαλεῖτο τὸν Παῦλον.

24 Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαία,

66

ΑΜΜΩΝΙΟΥ. “ Σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικί” παρὰ τὸν 25 νόμον αὐτῷ συνήφθη Ἰουδαῖα οὖσα Ελληνι ̇ ἢ τάχα ἦν μὲν Ἰου δαῖα, γαμηθεῖσα δὲ αὐτῷ ἐγένετο Ἑλληνίς· διὸ καὶ ἐξέλεγεν αὐτῷ τὴν ἑαυτῆς πίστιν ἢ οὖν Ἰουδαῖα ἦν καὶ ἔλεγεν, ἵνα καὶ μεταπείσῃ καὶ τὸν ἄνδρα ἢ ὡς παραβᾶσα τὸν νόμον, καὶ εἰς τοῦτο παρέβη.

Μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως.

30

[blocks in formation]

25

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Σκόπει πῶς οὐ κρύπτει ἐνταῦθα τοῦ δι κάστου τὴν γνώμην· καίτοι εἰ κατεγνώκει, οὐκ ἂν τοῦτο ἐποίησεν, οὐδ ̓ ἂν ἀκοῦσαι ἠθέλησε παρὰ καταδίκου καὶ πονηροῦ. Καὶ ὅρα τὸν Παῦλον, καίτοι πρὸς ἄρχοντα διαλεγόμενον, μηδὲν τούτων λέ γοντα ὧν εἰκὸς ἀνεῖναι αὐτοῦ τὴν ψυχὴν, ἀλλὰ “ περὶ δικαιοσύνης,” 5 φησί, σε καὶ τοῦ μέλλοντος κρίματος” καὶ ἀναστάσεως· καὶ τοσαύτη ἡ ἰσχὺς τῶν ῥημάτων ἦν, ὥστε καὶ φοβῆσαι τὸν ἄρχοντα.

66

66

Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρα τείας καὶ τοῦ μέλλοντος κρίματος, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, τὸ νῦν ἔχον πορεύου καιρὸν δὲ το 26 μεταλαβὼν μετακαλέσομαί σε· ἅμα καὶ ἐλπίζων, ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος διελέγετο αὐτῷ.

27

Τοῦ Αὐτοῦ. Ὁρᾶς πῶς τῆς ἀληθείας ἔχεται τὰ γραφόμενα 15 μετεπέμπετο αὐτὸν συνεχῶς· οὐχὶ θαυμάζων αὐτὸν, οὐδὲ ἐπαινῶν τὰ λεγόμενα, οὐδὲ πιστεῦσαι βουλόμενος· ἀλλὰ τί; προσδοκῶν χρήματα διθήσεσθαι, φησὶν, αὐτῷ.

Τοῦ Αὐτοῦ. Ὅρα την πώρωσιν τοιαῦτα ἀκούων, χρήματα προσεδόκει λήψεσθαι παρ' αὐτοῦ· καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ 20 καὶ διαλεχθεὶς, πρὸς γὰρ τῷ τέλει τῆς ἀρχῆς ἦν, κατέλιπεν αὐτὸν δεδεμένον, ἵνα χαρίσηται τοῖς Ἰουδαίοις· ὥστε οὐ χρημάτων ἐρᾷ μόνον, ἀλλὰ καὶ δόξης· πῶς χρήματα, ὦ μιαρὲ, παρὰ ἀνθρώπου τὸ 33 ἐναντίον κηρύττοντος ἐπιζητεῖς; ὅτι δὲ οὐκ ἔλαβε, δῆλον ἐξ ὧν εἴασε δεδεμένον· λύσας ἂν εἴπερ ἔλαβεν.

ΚΕΦ. 15.

Περὶ τῆς Φήλικος διαδοχῆς καὶ τῆς Φήστου προαγωγῆς, τῆς τε ἐπ ̓ αὐτοῦ ἀνακρίσεως Παύλου καὶ ἐφέσεως.

25

Διετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θελων τε χάριτας καταθέσθαι τοῖς 30 Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον. 1 Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχία, μετὰ τρεῖς ἡμερας ἀνέβη 2 εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας. ἐνεφάνισαν δὲ αὐτῷ

οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύ 3 λου, καὶ παρεκάλουν αὐτὸν, αἰτούμενοι χάριν παρ ̓ αὐ τοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλὴμ, ἐνέ4 δραν ποιοῦντες τοῦ ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον ἐν Και- 5 σαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι·

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Οἰκονομικῶς δὲ ἀφίσταται τῶν Ἱεροσο λύμων πρὸς τοιαῦτα θηρία ἔχων· καὶ ἀξίουσιν αὐτὸν ἀχθῆναι ἐκεῖ τὸν Παῦλον δικασόμενον· ἐνταῦθα λοιπὸν ὁ Θεὸς ᾠκονόμησεν, οὐκ ἐπιτρέπων τῷ ἄρχοντι· εἰκὸς γὰρ αὐτὸν νεωστὶ τῆς ἀρχῆς ἐπιβάντα το καὶ θελῆσαι χαρίσασθαι· ἀλλ ̓ οὐκ ἀφίησιν ὁ Θεός· ἐπειδὴ δὲ κατῆλθον, λοιπὸν ἀναισχύντως καὶ μειζόνως ἐποιοῦντο τὴν κατηγορίαν.

5 Οἱ οὖν ἐν ὑμῖν, φησὶ, δυνατοὶ συγκαταβάντες, εἴ τι ἐστὶν ἐν τῷ ἀνδρὶ τούτῳ ἄτοπον, κατηγορήτωσαν αὐτοῦ. 15 6 διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ἐννέα ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ η βήματος, ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι. παραγενομένου δὲ αὐτοῦ, περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι,

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Εὐθέως ἐκάθισεν ἐπὶ τοῦ βήματος, μετὰ τοσαύτης σπουδῆς· οὕτως αὐτὸν ὤθουν, οὕτως αὐτὸν ἐπείγουσιν· ἕως μὲν οὐδέπω πεῖραν ἦν λαβὼν τῶν Ἰουδαίων καὶ τῆς τιμῆς παρ ̓ αὐτῶν, ὀρθῶς ἀπεκρίνατο· ἐπειδὴ δὲ ἐγένετο ἐν τοῖς Ἱεροσολύμοις δέκα ἡμέρας, καὶ οὗτος χαρίζεται αὐτοῖς.

Πολλὰ καὶ βαρέα αἰτιάματα φέροντες κατὰ τοῦ Παύ 8 λου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι· ἀπολογουμένου δὲ αὐτοῦ, ὅτι οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερὸν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον.

20

25

ΑΜΜΩΝΙΟΥ. Ἰδοὺ μαρτυρία σαφὴς ὅτι ἐν πᾶσιν ἑαυτὸν ἀπρόσ- 30 κοπον ὁ Παῦλος ἐφύλαττε· μήτε εἰς τὸν νόμον ἢ εἰς ἄνθρωπον, ἢ εἰς τὸ ἱερὸν ἁμαρτήσας, ἀντὶ τοῦ οὐδὲ τὰ ἐκ λίθων οἰκοδομήματα τῶν Ἰουδαίων ἐνύβρισε ποτὲ ὁ Παῦλος, καίπερ εἰδὼς καὶ κηρύσ

ΙΟ

σων, μὴ ἐν χειροποιήτοις τὸν ὕψιστον οἰκεῖν, ἀλλ ̓ οὔτε ἱερέα ἐτόλ μησεν ὑβρίσαι ἐν εἰδήσει Ἰουδαῖον, καίτοιγε μὴ πειθαρχῶν ἔτι τοῖς Ἰουδαίων ἀρχιερεῦσιν.

9 Ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε, θέλεις εἰς Ἱεροσό- 5 λυμα ἀναβὰς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ὑπ ̓ ἐμοῦ ;

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Διότι καὶ αὐτὸς τοῖς Ἰουδαίοις χαρίζε ται, διωγμῷ ὁλοκλήρῳ καὶ πόλει· διὰ τοῦτο πάλιν αὐτὸν ἐφόβη σαν, ἀνθρωπίνω χρησάμενος ὅπλῳ.

Εἶπε δὲ ὁ Παῦλος, ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς 10 εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις

ΑΜΜΩΝΙΟΥ. “ Καίσαρος ἑστώς εἰμι· οὗ με δεῖ κρίνεσθαι” ἀντὶ τοῦ ἐν τῇ Ῥωμῇ θέλω ἀπελθεῖν παρὰ τῷ βασιλεῖ, κἀκεῖ δικάσασθαι ἐκκαλοϋμαί σε, φησίν.

Π Εἰ μὲν οὖν ἀδικῶ, καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν·

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Δείκνυσιν ὅτι δικαίως επεκαλέσατο Καί σαρα· εἰ γὰρ οὐδὲν μὲν εἶχον δεινὸν εἰπεῖν, ἐκεῖνος δὲ ἐμεμήνεσεν, εἰκότως ἐπ ̓ ἐκεῖνον ἔρχεται.

Εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται τούτοις χαρίσασθαι. Καίσαρα ἐπικαλού

μαι.

66

66

Τοῦ ΑὐΤΟΥ͂. Εἴποι ἄν τις τίνος ἕνεκεν ἀκούσας “ ὅτι καὶ ἐν

15

20

Ρώμῃ δεῖ σε μαρτυρῆσαι τὰ περὶ ἐμοῦ,” ὡς ἀπιστῶν ταῦτα 25 ποιεῖ; μὴ γένοιτο, ἀλλὰ καὶ ὡς σφόδρα πιστεύων· ἐπεὶ πειράζον τος ἦν τὸ θαρρεῖν ἐκείνῃ τῇ ἀποφάσει, καὶ εἰς μυρίους ἑαυτὸν ἐπιβάλλειν κινδύνους, καὶ λέγειν· εἰδῶμεν, εἰ δύναται ὁ Θεὸς καὶ οὕτως ἐξελεῖν με· ἀλλ ̓ οὐ ποιεῖ τοῦτο Παῦλος, ἀλλὰ τὰ καθ ̓ ἑαυτὸν πάντα εἰσφέρει, τὸ πᾶν ἐπιτρέπων τῷ Θεῷ.

Ἀνίεται μὲν τέως τοῦ κριτηρίου· ἀργεῖ δὲ ἡ κατ ̓ αὐτοῦ τοῖς Ἰουδαίοις μελετωμένη ἐπιβουλή.

30

12 Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ. 13 ἡμερῶν δὲ διαγενομένων, Αγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν, ἀσπασόμενοι τὸν Φῆστον.

14

5

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἀνακοινοῦται πάλιν τῷ Αγρίππα, ὥστε καὶ ἑτέρους γενέσθαι πάλιν ἀκροατὰς, καὶ τὸν βασιλέα καὶ τὸν στρατηγὸν, καὶ τὴν Βερνίκην. Καὶ μετ ̓ ὀλίγα—Όρα πάλιν ἐκτεινομένην αὐτοῦ τὴν δίκην, καὶ τὴν ἐπιβουλὴν ἀφορμὴν τοῦ κηρύγματος γενομένην· ὥστε μετὰ εὐκολίας καὶ φυλακῆς ἀπε- 1ο νεχθῆναι εἰς Ῥώμην, ὑπὸ μηδενὸς ἐπιβουλευόμενον· οὐ γὰρ ἦν ἶσον ἁπλῶς παραγένεσθαι καὶ ἐπὶ αἰτίᾳ τοιαύτῃ τοῦτο γὰρ καὶ συνελθεῖν ἐποίησεν Ιουδαίους ἐκεῖ.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Αγρίππας δὲ οὗτος ὁ καὶ Ἡρώδης, ἕτε ρος ἦν μετ ̓ ἐκεῖνον τὸν ἐπὶ Ἰακώβου, ὡς εἶναι τέταρτος οὗτος.

15

ΑΜΜΩΝΙΟΥ. Ἢ εἰς τάξιν βασιλέως κατῄει ἐν ταῖς ἐπαρχίαις ὁ Ἀγρίππας, καὶ διὰ τοῦτο καὶ βασιλεὺς ἐχρημάτιζεν ἢ καὶ τάχα βασιλεὺς ἦν καὶ αὐτὸς τῶν ἀνατολικῶν μερῶν· τοῦ Νέρωνος τῶν δυτικῶν ἄρχοντος καὶ ὄντος ἐν Ῥωμῇ· τὸ γὰρ Καίσαρ ὄνομα Ρωμαϊστὶ βασιλέα σημαίνει, ὡς κοινῷ ὀνόματι πάντας βασιλεῖς 20 Ρωμαίων Καίσαρας μὲν καλεῖσθαι, καθὸ βασιλεῖς· οὐ μὴν καὶ ἰδικὰ αὐτῶν εἶναι ὀνόματα ταῦτα· τοῦτο δὲ εἶπον, ἵνα μήτις ἐκ τῆς ὁμωνυμίας τοῦ καθολικοῦ ὀνόματος νομίσῃ, ὅτι ἐπὶ τοῦ αὐτοῦ βασιλέως καὶ ὁ Κύριος ἡμῶν ἐτέχθη, καὶ ὁ Παῦλος ἔπαθεν· ἐτέχθη μὲν γὰρ ὁ Κύριος, καθὼς οἱ χρόνοι δηλοῦσιν, ἐπὶ Αὐγούστου Καί- 25 σαρος· ἀπέθανε δὲ μετὰ τριάκοντα δύο ἔτη ἐπὶ Τιβερίου Αὐ γούστου· ὁ δὲ Παῦλος ἀπέθανεν ἐπὶ Νέρωνος μετὰ εἰκοστὸν δεύτερον ἔτος τοῦ θανάτου τοῦ Κυρίου. μᾶλλον δὲ καὶ ὁ Ἡρώδης ὡς Αγρίππας ἐν τάξει βασιλέως κατῆλθε· διὸ καὶ αὐτὸς ἐκαλεῖτο βασιλεύς.

Ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, ἀνήρ τίς 15 ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς

30

« PreviousContinue »