Page images
PDF
EPUB

καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ' αὐτοῦ 16 δίκην' πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαι τινὰ ἄνθρωπον εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.

17

5

ΑΜΜΩΝΙΟΥ. Ὥστε οὖν ὁ Πίλατος χαρισάμενος τὸν Ἰησοῦν τοῖς Ἰουδαίοις, ἵνα αὐτὸν ἀνέλωσιν, δῆλος ἦν μιαιφονικῇ ψυχῇ τοῦτο ποιήσας, ὅπου γε οὐ μόνον τὸ τοῦ Θεοῦ ὑπερεῖδε κρίμα εἰς τοῦτο, ἀλλὰ καὶ τὸν τῶν Ῥωμαίων νόμον κατεπάτησε, καὶ τῶν θεσμῶν ὑπερεφρόνησε τοῦ βασιλέως· ἵνα αἷμα ἀθῶον παραδοὺς εἰς το θάνατον ἀρέσῃ τοῖς φονεύταις, κἂν παρανομίας ἔμελλε κρίνεσθαι παρὰ τοῦ Ῥωμαίων βασιλέως· παρ ̓ οὗ ἦν καὶ ἐκπεμφθεὶς ἄρξαι τῶν τῆς Ἱερουσαλὴμ ὅρων.

Συνελθόντων οὖν ἐνθάδε αὐτῶν, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέ- 15 18 λευσα ἀχθῆναι τὸν ἄνδρα· περὶ οὗ σταθέντες οἱ κατήγοροι, οὐδεμίαν αἰτίαν ἔφερον, ὧν ὑπενόουν ἐγώ, πονηράν Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. “ Οὐδεμίαν αἰτίαν ἔφερον” κατ ̓ αὐτοῦ· καὶ μὴν ἔφερον, ἀλλ ̓ οὐκ ἤλεγξαν ἡ μὲν γὰρ ἐπιβουλὴ καὶ τὸ τόλμημα τοῦτο ὑποπτεύειν ἐδήλου· ἡ δὲ ἐξέτασις οὐδὲν τοιοῦτον.

19

20

66

Ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος,

Τοῦ Αὐτοῦ. Εἰκότος περί τινος λέγει· ἄνθρωπος ἐν ἀρχῇ ὢν καὶ τούτων οὐ φροντίζων.

Ὃν ἔφασκεν ὁ Παῦλος ζῇν.

Τοῦ Αὐτοῦ. Εἰκότως ὑπερέβαινεν ἀκοὰς δικαστοῦ ἡ περὶ τού των ζήτησις.

20

25

Ἀπορούμενος δὲ ἐγὼ εἰς τὴν περὶ τούτων ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα, κἀκεῖ 21 κρίνεσθαι περὶ τούτων. τοῦ δὲ Παύλου ἐπικαλεσαμένου 30 τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν, ἕως οὗ ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα.

22

ΑΜΜΩΝΙΟΥ. Σεβαστὸν καταχρηστικῶς τὸν βασιλέα καλεῖ, ὥσπερ καὶ Καίσαρα· ὃν καὶ παρακατιὼν καὶ Κύριον καλεῖ.

Αγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη, ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. ὁ δέ, φησιν, αὔριον ἀκούσῃ αὐτοῦ.

5

Ορα τοὺς ἐχθροὺς συμπράττοντας ἄκοντας ὥστε μέγα γενέσθαι τὸ ἀκροατήριον· εἰς ἐπιθυμίαν ἐνέπεσεν ὁ Ἀγρίππας τῆς ἀκροάσεως, καὶ οὐχ ἁπλῶς ἀκούει, ἀλλὰ μετὰ παρασκευῆς· κα καὶ ὅρα ἀπολογίαν· οὕτως γράφει Φῆστος, καὶ ἐκπομπεύεται ἡ ὠμός της ἡ Ἰουδαϊκή ὅταν γὰρ ταῦτα ὁ ἄρχων λέγῃ, ἀνύποπτός ἐστιν, 10 ὥστε καὶ παρ ̓ αὐτοῦ καταγνωσθῆναι τοὺς Ἰουδαίους· μετὰ γὰρ τὸ πάντας αὐτῷ καταπεφήνασθαι, τότε ἐπάγει τὴν κόλασιν ὁ Θεός· κατέγνω Φήλιξ, κατέγνω Φῆστος, καίτοι χαριζόμενος αὐτοῖς, κατέγνω Αγρίππας· τί λοιπόν; κατέγνωσαν ἑαυτῶν οἱ Φαρισαῖοι.

ΚΕΦ. ΛΖ.

̓Αγρίππαΐ καὶ Βερνίκης παρουσία καὶ πεῦσις τῶν κατὰ Παῦλον. 23 Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντες εἰς τὸ ἀκροατήριον, σύν τε τοῖς χιλιάρχοις καὶ ἄνδρασι τοῖς κατ' ἐξοχὴν οὖσι τῆς πόλεως,

66

66

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα οἷον ἀκροατήριον συλλέγεται ἐν τῷ Παύλῳ, “ τοῖς κατ' ἐξοχήν;” φησι, “ τῆς πόλεως” τοὺς δορυ φόρους πάντας συναγαγὼν ὁ ἄρχων, καὶ ὁ βασιλεὺς καὶ οἱ χιλίαρó χοι παραγεγόνασιν· εἶτα ἀχθέντος τοῦ Παύλου, ὅρα πῶς ἀνακη ρύττεται.

24 Καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος. καί φησιν ὁ Φῆστος, Αγρίππα βασιλεῦ, καὶ πάντες οἱ παρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον, περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι, ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν αὐτὸν ζῇν μηκέτι.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ γίνεται λαμπρότερος ὁ Παῦλος ̇ τοιαῦται γὰρ, ὅπερ ἔφην, αἱ ἐπιβουλαί· εἰ μὴ ταῦτα ἦν, οὐδεὶς ἂν f ἀγρίππου Cod.

15

20

25

30

τούτων κατηξίωσεν ἐπακοῦσαι αὐτοῦ τῶν ἀρχόντων· οὐδεὶς ἂν μετὰ τοσαύτης ἡσυχίας καὶ σιγῆς· καὶ δοκεῖ μὲν διδάσκειν, καὶ δοκεῖ ἀπολογεῖσθαι· δημηγορεῖ δὲ μᾶλλον μετὰ πολλῆς τῆς εὐταξίας. Καὶ μετ' ὀλίγα—Σκόπει πῶς ἐκείνων μὲν κατηγορεῖ, τοῦτον δὲ ἀφίησιν· ὢ τῆς τῶν δικαιωμάτων περιουσίας· ὅπως καταδικάσει 5 οὐχ εὑρίσκει ὁ ἄρχων, τοσαύτης γενομένης ἐξετάσεως· τοῦτον ἄξιον θανάτου ἔφασκον εἶναι.

25 Ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν, ἔκρινα πέμπειν.

26

66

ΙΟ

Τοῦ ΑὐΤΟΫ. “ Ἀχθέντος τοῦ Παύλου.” ὅρα πῶς ἀνακηρύττε ται· ἀφίησιν αὐτὸν τῶν ἐγκλημάτων· πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων παρῆσαν· οὐχ οἱ μὲν, οἱ δὲ οὔ· ἐπέστησαν οἱ Ἰουδαῖοι λοιπὸν, τῇ ἐφέσει χρησάμενοι ἐκείνου· καὶ τότε ἑαυτῷ λαμπρότερον γίνεται τὸ θέατρον· δείκνυσιν ὅτι δικαίως ἐπεκαλέσατο Καίσαρα. 15

ΑΜΜΩΝΙΟΥ. Τέως αὐτὸς ὁ δικαστὴς μαρτυρεῖ αὐτῷ ὅτι ἀνεύ θυνος ἦν· πλὴν ὅμως οὐκ ἀπέλυσεν αὐτὸν, τάχα οὕτως οἰκονομή σαντος τοῦ Κυρίου, ἵνα ἐκκαλέσηται, καὶ ἀνάγκῃ τῆς ἐκκλήτου πεμφθῇ εἰς Ρώμην, καὶ πληρωθῇ τὸ προφητευθὲν ὑπ' αὐτοῦ. “ ὅτε σε δεῖ με καὶ Ῥώμην ἰδεῖν.”

Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ Κυρίῳ μου οὐκ ἔχω διὸ προήγαγον αὐτὸν ἐφ' ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα,

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ τοῦτο ἦν τῆς Παύλου καθαρότητας, τὸ μηδὲν ἔχειν τὸν δικαστὴν ὅτι εἴπῃ περὶ αὐτοῦ.

Ὅπως τῆς ἀνακρίσεως γινομένης σχῶ τι γράψαι. 27 ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς 1 κατ ̓ αὐτοῦ αἰτίας σημᾶναι. Αγρίππας δὲ πρὸς τὸν Παῦ λον ἔφη, ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν.

20

25

Τοῦ Αὐτοῦ. Ὅρα πῶς βασανίζεται πολλάκις τὸ πρᾶγμα· καὶ 30 τῆς ἀλογίας ταύτης Ἰουδαῖοι αἴτιοι, ἣν ἔμελλον μανθάνειν καὶ οἱ ἐν τῇ Ῥώμῃ· ὅρα πῶς κήρυκες ἄκοντες καὶ τῆς οἰκείας γίνονται κακίας, καὶ τῆς Παύλου ἀρετῆς, καὶ αὐτῷ τῷ κρατοῦντι· ὥστε

λαμπρότερον ἀπήγετο Παῦλος, ἢ εἰ χωρὶς δεσμῶν ἀπῆλθεν· οὐκ έτι γὰρ ὡς πλάνος καὶ γόης, τοσούτων αὐτὸν ἀφέντων δικαστῶν, ἀπήγετο πάντα τοίνυν ἀποδυσάμενος, παρ ̓ οἷς ἐτράφη καὶ ἐτέχθη, καὶ οὐχ ἁπλῶς, οὕτως καθαρὸς ὑποψίας ἐπιβαίνει τῇ Ῥώμη.

* Παύλου ἀπολογία ἐπ' αὐτῶν περὶ τῆς ἐν νόμῳ θρησκείας αὐτοῦ καὶ κλήσεως 5 εἰς τὸ Εὐαγγέλιον.

Τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο οὕτως, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐκ εἶπε, τί δὴ τοῦτο; ἃ ἐπεκαλεσάμην Καίσαρα, μυριάκις ἐκρίθην μέχρι πότε; ἀλλὰ τί; πάλιν ἕτοι μος ἐγένετο δοῦναι εὐθύνας, καὶ ἐπὶ τοῦ μάλιστα εἰδότος· καὶ το μετὰ πολλῆς τῆς παρρησίας, οἷά τε οὐκ ὄντων κυρίων, ἀλλὰ τῆς ἀποφάσεως ἐκείνης κρατούσης, ὅτι πρὸς Καίσαρα πορεύσῃ· δίδωσι λόγον καὶ πολλὰς τὰς εὐθύνας περὶ πάντων, οὐ περὶ τῶν μὲν, περὶ τῶν δὲ οὔ.

2 Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ 15 Αγρίππα, ἤγημαι ἐμαυτὸν μακάριον, ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι·

3

Τοῦ Αὐτοῦ. Ταῦτα δὲ ἔλεγεν οὐ κολακεύων αὐτὸν, ἄπαγε ἀλλὰ διὰ τῆς ἡμερότητας κερδάναι βουλόμενος· καὶ ἐκ μέρους ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλε ὁ τέως κατάδικος εἶναι νομιζόμε- 20 νος· καὶ τὴν νίκην αὐτὸς ὁ χειρωθεὶς ὁμολογεῖ λαμπρᾷ τῇ φωνῇ, παρόντων ἁπάντων λέγων, “ ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γεσε νέσθαι.”

66

Μάλιστα ἐπιστάμενος γνώστην σε ὄντα πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων.

Τοῦ Αὐτοῦ. Καίτοι γε εἰ συνήδει ἑαυτῷ, φοβηθῆναι ἐχρῆν, παρὰ τῷ πάντα εἰδότι δικαζόμενον· ἀλλὰ καθαροῦ συνειδότος τοῦτό ἐστι, μὴ παραιτεῖσθαι δικαστὴν τὸν ἀκριβῶς εἰδότα τὰ γεγενημένα, ἀλλὰ καὶ χαίρειν καὶ μακάριον ἑαυτὸν λέγειν.

Διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.

Τοῦ Αὐτοῦ. Ἐπειδὴ μέλλει λόγον ἐκτείνειν καὶ λέγειν τι περὶ ἑαυτοῦ, διὰ τοῦτο προλαβὼν παρεκάλεσεν.

Οὐ λέγει ποταπὸς αὐτοῦ ὁ βίος, ἀλλ' ἀφίησιν αὐτὸν τῷ συν

25

30

ειδότι, καὶ τὸ πᾶν ἐν τῇ αἱρέσει τίθησιν· οὐκ ἂν ἑλόμενος αὐτὴν, εἰ μοχθηρὸς ἦν καὶ πονηρός.

4 Τὴν μὲν οὖν βίωσίν μου ἐκ νεότητος, τὴν ἀπ ̓ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν Ἱεροσολύμοις, ἴσασι πάν5 τες οἱ Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι5 μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμε τέρας θρησκείας ἔζησα Φαρισαῖος

ΑΜΜΩΝΙΟΥ. Ἀντὶ τοῦ ἴσασι τὸ ἀληθὲς, ἀλλ ̓ οὐ θέλουσιν εἰ πεῖν, ἑκουσίᾳ γνώμῃ ψευδόμενοι καὶ ἁμαρτάνοντες, οὐκ ἐκ φύσεως ἔχοντες. τοῦτο ἁρμόζει κατὰ Μανιχαίων, ἤτοι τῶν ἀστρολογίαις καὶ τύχῃ καὶ εἱμαρμένῃ τὰ πρακτέα ἀνατιθέντων, καὶ τὸ τῶν ἀνθρώπων αὐτεξούσιον ἀναιρούντων· σημειωτέον δὲ ὅτι καὶ οἱ Φαρισαῖοι αἱρετικοί, εἰ καὶ ἀκριβέστερον τῶν ἄλλων αἱρέσεων τῶν Ἰουδαϊκῶν τὰς γραφὰς ἀνακρίνουσιν· ἀκριβῶς δὲ εἶπε καὶ οὐκ ἀληθῶς· οὐ γὰρ εἶχον τὴν ἀληθῆ τῶν γραφῶν γνῶσιν· ἡ οὖν ἀκρί- 15 βεια λεπτολογεῖ καὶ συλλογίζεται· οὐ μὴν ὅτι πάντως γινώσκει τὸ ὂν, ἀλλ ̓ ἔστιν ὅτε καὶ φρεναπατᾷ τις ἑαυτόν.

6 Καὶ νῦν ἐπ ̓ ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ, ἕστηκα κρινόμενος, 7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν, ἐν ἐκτενίᾳ νύκτα καὶ ἡμέ ραν λατρεῦον, ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγε 8 καλοῦμαι, ὑπὸ Ἰουδαίων. τί; ἄπιστον κρίνεται παρ' ἡμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;

20

Δύο τίθησι περὶ ἀναστάσεως λογισμούς· ἕνα μὲν τὸν ἀπὸ προφητῶν, καὶ οὐ παράγει προφήτην, ἀλλ ̓ αὐτὴν τῶν Ἰουδαίων τὴν 25 δόξαν· ἄλλον δὲ τὸν ἰσχυρότερον τὸν ἀπὸ πραγμάτων, ὅτι διελέχθη αὐτῷ ὁ Χριστὸς, καὶ κατασκευάζει καὶ τοῦτον ἀπὸ λογισμῶν, τὴν προτέραν αὐτοῦ μανίαν διηγούμενος ἀκριβῶς· εἶτα καὶ μετ ̓ ἐγκω μίου τῶν Ἰουδαίων· “ νύκτα καὶ ἡμέραν,” φησὶ, “ λατρευον, ἐλπίζει καταντῆσαι” ὥστε εἰ καὶ μὴ ἀλήπτου βίου ἤμην ὑπὲρ 30 τούτων, οὐκ ἔδει κρίνεσθαί τι ἄπιστον, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει. Καὶ ἀλλὸς λογισμός· εἰ γὰρ μὴ τοιαύτη δόξα ἦν· εἰ γὰρ μὴ

66

[blocks in formation]

66

« PreviousContinue »