Page images
PDF
EPUB

ἀνατεθραμμένοι ἦσαν ἐν τούτοις τοῖς δόγμασι, νῦν δὲ εἰσεφέρετο, τίς οὐκ ἂν ἐδέξατο τὸν λόγον; ὑπὲρ τῆς αἱρέσεως ταύτης, φησὶν ἐγκαλοῦμαι, καὶ αὐτὴ παρ ̓ αὐτοῖς πρεσβεύεται· διὰ ταύτην ηὔ χοντο, διὰ ταύτην λατρεύουσιν, ἵνα ταύτης τύχωσι· ταύτην ἐγὼ καταγγέλλω.

5

ΣΕΤΗΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΚ ΤΟΥ ΚΑΤΑ ΤΩΝ ΚΩΔΙΚΕΛΛΩΝ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. Οὐ γὰρ ἐπειδὴ τὸν Χριστὸν ἐσταύρωσαν καὶ τὸ Εὐαγγέλιον οὐκ ἐδέξαντο, ἤδη που καὶ τὰ ἐκ τῶν πατέρων καὶ προφητῶν διὰ μέσων αὐτῶν καταβάντα διωθησόμεθα καὶ τῶν τηλικούτων ἀγαθῶν ξενοὺς ἑαυτοὺς καταστήσομεν. Καὶ το μετ' ὀλίγα-Ακούεις ὅπως ἐν τούτοις οὐκ ἐρυθριᾷ Παῦλος περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως τὴν αὐτὴν ἔχειν ἐλπίδα τοῖς Ἰουδαίοις ὁμολογῶν· ἥντινα καὶ πρὸς τοὺς πατέρας ἐπαγγελίαν ἐκάλεσε τοῦ Θεοῦ, ὡς οὐκ Ἰουδαίων, ἀλλὰ τὴν ὑπάρχουσαν.

9 Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ 15 1ο τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· ὁ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις· καὶ πολλοὺς δὲ τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξου σίαν λαβών· ἀναιρουμένων τὲ αὐτῶν, κατήνεγκα ψῆφον. 11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτ 20 τοὺς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τὲ ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον καὶ εἰς τὰς ἔξω πόλεις.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Λέγει πῶς ἐδίωκε· καὶ τοῦτο δὲ κατα σκευαστικόν· καὶ τοὺς ἱερεῖς παράγει μάρτυρας, καὶ “ τὰς ἔξω

66

66

“ πόλεις” καὶ ὅτι ἤκουσε λέγοντος αὐτῷ “ σκληρὰ λακτίζειν καὶ 25 δείκνυσι τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι ὁ διωκόμενος ὤφθη αὐτῷ οὐ γὰρ ἐμὲ μόνον εὐηργέτησεν, ἀλλὰ καὶ ἑτέροις ἔπεμψε διδά σκαλον· καὶ δεικνὺς τὴν προφητείαν ἐξελθοῦσαν τὴν λέγουσαν, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν.” σε ἐγὼ μὲν οὖν

66

66

66

ἔδοξα ἐμαυτῷ,” τουτέστιν ἔκρινα “ πολλὰ ἐναντία πρᾶξαι” οὐκ 30 ἤμην τῶν μαθητῶν τοῦ Χριστοῦ· τῶν πολεμούντων αὐτῷ ἤμην ὅθεν καὶ ἀξιόπιστος γίνεται μάρτυς, ὅτι μυρία ποιῶν καὶ πολεμῶν καὶ ἀναιρῶν τοὺς πιστεύοντας καὶ πείθων βλασφημεῖν, καὶ πάντα Η κωδικίλων Cod.

XXVI. 14.

11.14.

ΤΩΝ ΠΡΑΞΕΩΝ.

391

κινῶν πόλεις καὶ ἄρχοντας· δι ̓ ἑαυτοῦ ταῦτα πράττων, οὕτως ἐξαίφνης μεταβέβληται· εἶτα πάλιν οἱ μάρτυρες οἱ συνόντες· εἶτα δείκνυσιν ἑαυτὸν δικαίως πεισθέντα, καὶ οὐκ ἀπατηθέντα, ἀπὸ τοῦ φωτὸς, ἀπό τε τῶν προφητῶν, ἀπό τε τῶν ἐκβάσεων, ἀπό τε τῶν νῦν γεγενημένων. ὅρα γοῦν πῶς ἀπὸ προφητῶν καὶ ἀπὸ τού-5 των αὐτοὺς πιστοῦται· ἵνα γὰρ μὴ δόξῃ καινοτομεῖν, καίτοι γε ἔχων μεγάλα εἰπεῖν, πάλιν ἐπὶ τοὺς προφήτας καταφεύγει, καὶ τοῦτο μέσον τίθησι τοῦτο μὲν οὖν ἀξιοπιστότερον, ἅτε νῦν γενόμενον· ἀλλ ̓ ἐπειδὴ μόνος εἶδε, πάλιν αὐτὰ ἀπὸ προφητῶν πιστοῦται. Καὶ ὅρα αὐτὸν οὐχ ὁμοίως διαλεγόμενον ἐν δικαστηρίῳ καὶ το ἐν ἐκκλησίᾳ· ἐκεῖ μὲν οὖν λέγει, ὅτι καὶ ἀνείλετε ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ὥστε μὴ πλέον ἐκκαῦσαι τὸν θυμόν· ἀλλὰ τὸ αὐτὸ δείκνυσιν εἰπὼν, εἰ παθητὸς ὁ Χριστὸς, οὕτως ἀφίησιν αὐτὸν ἐγε κλημάτων· ὅτι καὶ οἱ προφῆται, φησὶ, τοῦτο λέγουσιν, οὐκοῦν δέξασθε. καὶ τὸ λοιπὸν, ἐπειδὴ εἶπε τὴν ὄψιν, λοιπὸν μετ ̓ ἀδείας 15 καὶ τὰ κατορθώματα λέγει.

12

66

66

ΑΜΜΩΝΙΟΥ. “ Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ” ἐνόμισα ἐξ οἰκείας ἐπικρίσεως τοῦτο οὕτω δεῖν γενέσθαι· “ περισσῶς τε ἐμμαινόμενος,” ἄτοπα τινὰ ἐποίουν, ἅπερ οἱ πάνυ μεμηνότες ἐποίουν· ἢ τάχα καὶ περισσότερον ἐγὼ ἐκείνων ἐμαινόμην, ἐπείπερ ἑκὼν ἔπραττον τὸ κακόν. 20

Ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ ̓ ἐξουσίας καὶ ἐπιτροπῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης, κατὰ 13 τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ 14 πορευομένους. πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν15 γῆν, ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Εβραίδι διαλέκτῳ, Σαούλ, Σαούλ, τί με διώκεις ; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.

Τοῦ ΑὐΤΟΥ͂. “ Εἶδον ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου,” τῶν αἰσθητῶν τὸ φωτεινότερον παράγων, καὶ μὴ δυνάμενος ἀντισῶσαι 30 τῷ φωτὶ ἐκείνῳ τὸ τοῦ Ἰησοῦ φῶς, καθὼς δύναται παραδέξασθαι ἀκοῇ ἀνθρώπου λαβεῖν· ὑπερνικᾶν τὸ ἡλιακὸν φῶς ἐκεῖνο φήσας σε ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τῷ ἐθνικῷ διαλεγόμενος, κηρύξαι τὲ αὐτῷ πρῶτον ἀνάστασιν νεκρῶν, ἐπιφέρει, καὶ τὸ δεῖν πιστεύειν

[ocr errors]

τῷ μόνῳ Θεῷ, ἀποστάντα τινὰ τῆς τοῦ Σατανᾶ πλάνης· ἀφίσταται δὲ, εἰ τοῖς λόγοις τοῖς τῶν εὐαγγελιζομένων πεισθῇ τις· εἶτα καταλέγει καὶ τὰ τῶν πιστῶν ἀγαθὰ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ μετὰ τῶν ἁγίων ἐγκαταλεγῆναι.

15 Ἐγὼ δὲ εἶπον, τίς εἶ, Κύριε; ὁ δὲ Κύριος εἶπεν, ἐγὼ 5 16 εἰμὶ Ἰησοῦς, ὃν σὺ διώκεις· ἀλλ ̓ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην προχειρί σασθαί σε ὑπηρέτην καὶ μάρτυρα, ὧν τε εἶδες, ὧν τε ὀφθήσομαί σοι,

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τούτοις ἐπείσθην, φησὶ, ταύτῃ τῇ ὀπτα- 1ο σίᾳ με ἐπηγάγετο, καὶ οὕτως ἔπεισε μὴ ἀναβάλλεσθαι. 17 Εξαιρούμενός σε, ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς 18 οὓς ἐξαποστελῶ σε, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ ἀπὸ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεὸν,

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τὰ συνέχοντα κακὰ τοὺς ἀπίστους δείκα νυσι τὸν Σατανᾶν, τὸ σκότος· τὰ ἀγαθὰ τῶν πιστῶν, τὸ φῶς, τὸν Θεὸν, τὸν κλῆρον τῶν ἁγίων· οὐχ ἁπλῶς μετανοεῖν παραινεῖ, ἀλλὰ καὶ βίον ἐπιδείκνυσθαι θαυμαστόν· καὶ ὅρα πανταχοῦ τὰ ἔθνη συμπλεκόμενα τῷ λαῷ· οἱ γὰρ παρόντες ἐξ ἐθνῶν ἤσαν.

15

20

Τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν, καὶ κλῆρον ἐν 19 τοῖς ἡγιασμένοις τῇ πίστει τῇ εἰς ἐμέ. ὅθεν, βασιλεῦ ̓Αγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασία, 20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ ἐν Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν, 25 ἀπήγγελλον μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν ζῶντα Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.

Τοῦ Αὐτοῦ. Ὁ τοίνυν καὶ τοὺς ἄλλους παιδεύων περὶ βίου ἀρίστου, πῶς ἂν αὐτὸς στάσεως καὶ φιλονεικίας ἀρχηγὸς γέγινα ;

ΑΜΜΩΝΙΟΥ. Ὁ Παῦλος κηρύξας δι ̓ ὧν κρίνεται τὴν πίστιν, ἐπὶ τέλει τοῦ λόγου, φησὶ, τῷ λαῷ καὶ τοῖς ἔθνεσιν· ἵνα καὶ τὸν

30

21

Αγρίππαν καὶ τοὺς σὺν αὐτῷ προτρέψηται ἐθνικοὺς, καὶ τοὺς ὅσοι παρῆσαν Ἰουδαῖοι. Καὶ πάλιν, “ ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγε σε νόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ·” ὥσπερ οὖν ἐγὼ ἐπίστευσα, οὕτω δεῖ καὶ τὸν ἀκούοντά μου, πιστεῦσαί μοι· οὐ γὰρ ἀκοὴν ἀπαγγέλλω λόγων ἑτέρων, ἀλλ ̓ ὧν ἐγὼ ἤκουσα καὶ εἶδον ἐξ οὐρά- 5 νου· κατὰ ὀπτασίαν δέ ἐστιν ἡ καθαρὰ θέα, ἡ ὑπερβαίνουσα ἄνε θρωπον ἅπερ τις ἐν σαρκὶ, δίχα τοῦ ἀποκαλυφθῆναι αὐτοῦ τοὺς ὀφθαλμοὺς, οὐκ ἔστιν ἰδεῖν δυνατός.

ων

Ἕνεκα τούτων Ἰουδαῖοί με συλλαβόμενοι ὄντα ἐν τῷ 22 ἱερῷ, ἐπειρῶντο διαχειρίσασθαι. ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῷ τὲ καὶ μεγάλῳ,

10

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα πως ἐκτὸς κολακείας ἐστὶν ὁ λόγος αὐτοῦ· καὶ τὸ πᾶν ἐπιγράφει τῷ Θεῷ· εἶτα ἡ παρρησία· ἀλλ ̓ οὐδὲ νῦν ἀφίσταμαι, καὶ τὸ ἀσφαλὲς ἀπὸ προφητῶν γὰρ ἰσχυρί- 15 ζομαι, “ εἰ παθητὸς ὁ Χριστός” εἶτα ἡ ἀνάστασις καὶ ἡ ἐπαγγελία· εἶδε τὴν παρρησίαν ὁ Φῆστος, καὶ τί φησιν; ἐπειδὴ ἀεὶ πρὸς τὸν βασιλέα διελέγετο, ὥσπερ ἔπαθέ τι, καὶ φησὶ πρὸς αὐτ τὸν, “ μαίνῃ Παῦλε,” καὶ τὰ ἑξῆς.

66

αει

Οὐδὲν ἐκτὸς λέγων ὧν τὲ οἱ προφῆται ἐλάλησαν 23 μελλόντων γίνεσθαι, καὶ Μωυσῆς, εἰ παθητὸς ὁ Χρι στὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως η νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσι.

h

σε

20

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἵνα μὴ δόξῃ αὐτὸς διδάσκαλος εἶναι, τοὺς προφήτας ἐπάγει, τὸν Μωσέα λέγοντα, “ εἰ παθητὸς ὁ Χριστὸς, 25 σε εἰ πρῶτος ἐξαναστάσεως.”

66

66

Ὅτι μὲν οἱ προφῆται ἐλάλησαν περὶ τοῦ πάθους Χριστοῦ, περιττὸν τὰ πᾶσι πρόδηλα λέγειν· ὅτι δὲ καὶ Μωσῆς, δῆλον ἐκ τοῦ εἰπεῖν αὐτὸν ὡς ἐκ προσώπου τοῦ Ἰούδα, σε ὡς λέων ἀναπεσὼν ἐκοιμήθη, καὶ ὡς σκύμνος λέοντος· τίς ἐγερεῖ αὐτόν;” σαφῶς 30 γὰρ τὸν θάνατον τοῦ Χριστοῦ καὶ τὴν ἀνάστασιν σημαίνει, καὶ μὴν καὶ τὸ πάθος δι ̓ ὧν πάλιν φησὶν, “ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεσε μαμένην ἐπὶ ξύλου ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν.”

66

66

Η εξαναστάσεως Cod.

24

66

66

66

ΔΙΔΥΜΟΥ. Ὁ βουλόμενος ἀποδεικνύναι πῶς Μωϋσῆς οἶδε τὸ πάθος καὶ τὴν ἀνάστασιν τοῦ Χριστοῦ· ἀλλὰ πῶς φωτίσει τὸν λαὸν καὶ τὰ ἔθνη, συγχρήσεται τῇ πρὸς Ἰούδαν εὐλογίᾳ ἀναφερο μένῃ ἐξ ὅλων εἰς τὸν Χριστὸν, ἧς ἐν μέρει κεῖται· “ σκύμνος σε λέοντος Ἰούδα ἐκ βλαστοῦ υἱέ μου ἀνέβης· ἀναπεσὼν ἐκοιμή- 5 σε θης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;” Καὶ μεθ ̓ ἕτερα—Καὶ αὐτὸς προσδοκία ἐθνῶν· κοίμησις γὰρ ἐν τούτοις ὁ θάνατος, καὶ ἡ ἀνάστασις ἔγερσις λέγεται. μεθ ̓ ἣν ἀνάστασιν, σε μαθητεύσατε πάντα τὰ ἔθνη, τοὺς γνωρίμους ἔπεμψε· πολλοὶ εἰλήφασι περὶ τοῦ σταυροῦ εἰρῆσθαι παρὰ τῷ Μωσεί “ ὄψεσθε το σε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν συγχρήσῃ καὶ τῷ “ εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ” φερομένῳ ἐν Δευτερονομίῳ· πρὸς δεῖξιν τοῦ φωτὸς κατηγγελκέναι τὸν Ἰησοῦν, μὴ μόνον τοῖς ἔθνεσιν ἀλλὰ καὶ τῷ λαῷ Ἰσραήλ· καὶ πάλιν εἰπὼν περὶ Μωσέως ὁ Παῦλος, μείζονα πλοῦτον ἡγησάμενος τὸν 15 ὀνειδισμὸν τοῦ Χριστοῦ ὑπὲρ τοὺς ἐν Αἰγύπτῳ βασιλικοὺς θησαυροὺς, πάλιν τὸν σταυρὸν σημαίνει.

66

ΑΜΜΩΝΙΟΥ. “ Εἰ παθητὸς ὁ Χριστός” τὸ τοῦ Χριστοῦ ὄνομα Θεὸν ἔνσαρκον, σὺν ψυχῇ νοερᾷ παρέχον νοεῖν ἡμῖν, οὐκ ἔξω λόγου, καὶ παθητὸν αὐτὸν λέγει· ταῦτα δέ, φησι, Μωυσῆς καὶ οἱ προφῆ- 20 ται προεῖπον· εἰ πρῶτος ἐξαναστάσεως νεκρῶν φῶς μέλλει καταγ γέλλειν τῷ λαῷ, καὶ τοῖς ἔθνεσι τὸ τί· ἀντὶ τοῦ ὅτι ἐστί. Μωσῆς τε εἶπεν· “ εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξαναστάσεως·” ὅτι παθητὸς ὁ Χριστὸς, πρῶτος. πρῶτος γὰρ οὗτος ἀνέστη, καὶ οὐκέτι ἀποθνήσκει· οἱ γὰρ ἀναστάντες δι ̓ αὐτοῦ, ἢ τῶν μαθητῶν, πάλιν 25 ἀπέθανον, ἕως τῆς καθολικῆς ἀναστάσεως μένοντες.

Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησὶ, μαίνῃ Παῦλε· τὰ πολλά σε γράμματα 25 εἰς μανίαν περιτρέπει· ὁ Παῦλος, οὐ μαίνομαί, φησι, κράτιστε Φῆστε, ἀλλὰ σωφροσύνης καὶ ἀληθείας ῥή-30 ματα ἀποφθέγγομαι.

ΤοΫ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐπειδὴ ἀεὶ πρὸς τὸν βασιλέα διελέγετο, ὥσπερ ἔπαθέ τι, καὶ ἰδὼν τὴν παρρησίαν ἀπὸ θυμοῦ καὶ ὀργῆς φησὶν ὁ Φῆστος, “ μαίνῃ Παῦλε ὁ δὲ Παῦλος τὴν αἰτίαν

66

« PreviousContinue »