Page images
PDF
EPUB

26

27

διδάσκει, δι ̓ ἣν πρὸς τὸν βασιλέα τὸν λόγον ἀπέστρεψε· σε τόδε “ε γὰρ οὐκ ἔστιν ἐν γωνίᾳ πεπραγμένον.”

66

Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεὺς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τούτων οὐδὲν πείθομαι· οὐδὲ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον 5

τοῦτο.

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐνταῦθα περὶ τοῦ σταυροῦ φησι, περὶ τῆς ἀναστάσεως, ὅτι πανταχοῦ τῆς οἰκουμένης γέγονε τὸ δόγμα.

Πιστεύεις, βασιλεῦ ̓Αγρίππα, τοῖς προφήταις; οἶδα 28ὅτι πιστεύεις. ὁ δὲ ̓Αγρίππας πρὸς τὸν Παῦλον ἔφη, ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι.

Τοῦ Αὐτοῦ. Ταῦτα φησὶ δεικνὺς ὅτι τὰ πάντα οἶδεν ὁ ̓Αγρίπ

πας,

καὶ μονονουχὶ λέγων καὶ πρὸς αὐτούς· ἔδει μὲν καὶ ὑμᾶς ταῦτα εἰδέναι· τὸ γὰρ ἐπαγόμενον τοῦτό ἐστιν· “ οὐ γάρ ἐστιν ἐν γωνία πεπραγμένον.”

66

29 Ὁ δὲ Παῦλος ἔφη, εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ πολλῷ, οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους, ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.

66

66

15

Τοῦ Αὐτοῦ. Τὸν ἐθνικὸν εἰς πίστιν θέλων ἑλκῦσαι, ἤθελεν 20 αὐτὸν μαρτυρῆσαι τοῖς ὑπ ̓ αὐτοῦ λεγομένοις, δι ̓ ὧν φησὶν, “ τί ἄπισε στον κρίνεται παρ' ὑμῖν; ἵνα, δι ̓ ὧν αὐτὸς ὡμολόγει, σωθῇ” τῷ δὲ Θεῷ τὸν τῆς ἀναστάσεως τῶν νεκρῶν κατόρθωσιν ἀφορίζει πρὸς τῷ μηδένα τοῖς λεγομένοις ἀντειπεῖν· τίς γὰρ οὗτος ηλίθιος ἢ βλάσφημος, ὃς τολμήσειεν εἰπεῖν, ὅτι οὐ δύναται ὁ Θεὸς ποιῆσαι 25 ὅσα θέλει ; ἢ οὖν ἑκόντας διαπιστεῖν ἤθελεν ἐκείνους συνθέσθαι τῷ τῆς ἀναστάσεως λόγῳ, ἢ διὰ τὸν φόβον τοῦ μὴ θεομάχους ὑποπτευθῆναι αὐτούς.

Οὗτός ἐστιν ὁ μετὰ τὸν πρῶτον Αγρίππαν καὶ τὸν Ἡρώδην δεύτερος Αγρίππας, συνώνυμος τῷ δευτέρῳ καὶ υἱὸς αὐτοῦ γενό-30 μενος, ὑπὸ Κλαυδίου αὐτοκράτορος Ρωμαίων βασιλεὺς τῆς Ἰου δαίας.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Καίτοι ἄξιον ἦν δόξης· ἀλλὰ πρὸς τὴν

30

κείνων ὑπόληψιν ἀφορῶν, διὰ τοῦτο εἶπε, “ παρεκτὸς τῶν δεσμῶν σε τούτων.”

66

33

66

Τοῦ Αὐτοῦ. Τί λέγεις, ὦ Παῦλε, ἄνευ τῶν δεσμῶν; καὶ ποιά σοι λοιπὸν παρρησία, εἰ ταῦτα αἰσχύνῃ καὶ φεύγεις; καὶ ταῦτα ἐπὶ δήμου τοσούτου· οὐ πανταχοῦ τῶν Ἐπιστολῶν ἐπὶ τῷ πράγματι 5 τούτῳ καυχᾶσαι, καὶ δεσμὸνε σεαυτῷ καλεῖς; καὶ τὴν ἄλυσιν ἡμῖν ἀντὶ διαδήματος πανταχοῦ περιφέρεις ; τί τοίνυν γέγονε νῦν, ὅτι ἀπεύχῃ τὰ δεσμά; “ οὐκ αὐτὸς ἀπεύχομαι, φησιν, “ οὐδὲ αἰσε σχύνομαι” ἀλλ ̓ ἐκείνων τῇ ἀσθενείᾳ συγκαταβαίνω· οὔπω γὰρ χωροῦσι δέξασθαι τὸ καύχημα τὸ ἐμόν· ἔμαθον δὲ παρὰ τοῦ δεν το σπότου 66 μου “ μὴ ἐπιβαλεῖν ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαίῳ” καὶ διὰ τοῦτο οὕτως εἶπον. Καὶ μετ ̓ ὀλίγα—Δεῖ τοίνυν συγκαταβαίνειν· ὅταν γὰρ μάθωσι φιλοσοφεῖν, τότε εἴσονται καὶ τοῦ σιδήρου τούτου τὸ κἄλλος καὶ τὴν ἀπὸ τῶν δεσμῶν περιφάνειαν. Καὶ πάλιν—Οὐ γὰρ τὸ δεθῆναι διὰ Χριστὸν, ἀλλὰ τὸ 15 φοβηθῆναι τὰ δεσμὰ, καὶ προδοῦναί τι τῶν τοῦ Χριστοῦ, τοῦτο αἰσχύνη· ὡς ἐὰν τοῦτο μὴ ᾖ, καὶ παρρησίας πρόξενα τὰ δεσμά. ΑΜΜΩΝΙΟΥ. Δείκνυσι τὸ τῆς θεοσεβοῦς αὐτοῦ ἀγάπης ὁ λόγος εἰς μὲν τὰ καλὰ πάντας θέλων κοινωνοὺς εἶναι, μηδένα δὲ αὐτῷ κοινωνῆσαι εἰς βάσανον ἢ θλίψιν.

66

20

Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη τὲ ὁ βασιλεὺς καὶ 31 ὁ ἡγεμὼν, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς· καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες, ὅτι οὐδὲν ἄξιον θανάτου ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος 32 οὗτος. Αγρίππας δὲ τῷ Φήστῳ ἔφη, ἀπολελύσθαι 25 ἠδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὁρᾶς πῶς καὶ πάλιν ὑπὲρ αὐτοῦ ψηφί ζονται, καὶ μετὰ τὸ εἰπεῖν μαίνῃ, ἀφίησιν αὐτὸν, οὐ τοῦ θανάτου ἀλλὰ καὶ τῶν δεσμῶν. καὶ τέλεον ἂν ἀφῆκαν αὐτὸν, εἰ μὴ Καίσαρα ἐπεκέκλητο· ἀλλὰ τοῦτο οἰκονομικῶς γέγονε τὸ καὶ μετὰ δεσμῶν 30 ἀπελθεῖν μέχρι δεσμῶν, ὡς κακοῦργος φησὶν, εἰ γὰρ ὁ Κύριος αὐτοῦ μετὰ ἀνόμων ἐλογίσθη, πολλῷ μᾶλλον οὗτος· ἀλλ ̓ ὥσπερ ἐκεῖνος οὐκ ἐκοινώνησε τῆς δόξης, οὕτως οὐδὲ οὗτος· τὸ γὰρ θαυμαστὸν τότε ἀναφαίνεται τὸ ἀναμεμιγμένον τούτοις, μηδὲν παρ' αὐτῶν βλάπτεσθαι.

[blocks in formation]

4

ΚΕΦ. ΛΗ.

Πλοῦς Παύλου ἐπὶ Ῥώμην κινδύνων τὲ πλείστων καὶ μεγάλων ἔμπλεως 1.

Ως δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμῶτας 2 ἑκατοντάρχῳ ὀνόματι Ιουλίῳ, σπείρης Σεβαστῆς. ἐπι-5 βάντες δὲ πλοίῳ ̓Αδραμυττηνῷ, μέλλοντι πλεῖν ἐπὶ τοὺς κατὰ τὴν ̓Ασίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν 3 ἡμῖν Αριστάρχου Μακεδόνος Θεσσαλονικέως. τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα·

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ Ἀρίσταρχος μέχρι που συνέρχεται το τῷ Παύλῳ καλῶς καὶ χρησίμως πάρεστιν ὁ Ἀρίσταρχος, μέλο λων ἅπαντα ἀπαγγέλλειν εἰς Μακεδονίαν τὰ περὶ αὐτοῦ.

Φιλανθρώπως τὲ ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος, ἐπέτρεψε πρὸς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυ χεῖν.

απ

Τοῦ ΑὐΤΟΥ͂. “ Φιλανθρώπως τέ.” εἰκὸς γὰρ ἦν αὐτὸν ἀπὸ ΤΟΥ πολλῆς κακώσεως εἶναι, τῶν δεσμῶν, τοῦ φόβου, τοῦ ἄγεσθαι καὶ φέρεσθαι· ὅρα πῶς οὐδὲ τοῦτο κρύπτει, ὅτι ἐβούλετο ἐπιμελείας τυχεῖν.

15

Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ 20 5τὸ τοὺς ἀνεμοὺς εἶναι ἐναντίους. τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, κατήλθομεν εἰς Μύρα της Λυκίας.

Τοῦ Αὐτοῦ. Πάλιν πειρασμοὶ, πάλιν ἄνεμοι ἐναντίοι· ὅρα διὰ πάντων οὕτω τὸν βίον τῶν ἁγίων ὑφαινόμενον· ἐξέφυγε τὸ δικα- 25 στήριον, καὶ περιπίπτουσι ναυαγίῳ χειμῶνος.

6 Κἀκεῖσε εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον ̓Αλεξανδρινὸν η πλέον εἰς Ἰταλίαν, ἀνεβίβασεν ἡμᾶς εἰς αὐτό. ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος τοῦ ἀνέμου, ὑπεπλεύ- 30 ἔμπλεως om. Cod. N. C.

i

8 σαμεν τὴν Κρήτην κατὰ Σαλμώνην· μόλις τε παραλε γόμενοι αὐτὴν, ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασία.

9

[ocr errors]

66

66

ΤΟ ΑΥ̓ΤΟΥ͂. σε Πλοῖον,” φησὶν, “ Ἀλεξανδρινὸν,” εἰκὸς καὶ ἐκείνους ἀπαγγεῖλαι εἰς τὴν Ἀσίαν τὰ κατὰ τὸν Παῦλον, καὶ 5 τούτους εἰς τὴν Λυκίαν· ὅρα τὸν Θεὸν οὐδὲν καινίζοντα οὐδὲ μεταβάλλοντα· ἀλλὰ ἀφιέντα αὐτὸν εἰς τοὺς ἀνεμοὺς τοὺς ἀνεπιτηδείους πλεῖν· οὐκ ἀφῆκεν αὐτοὺς εἰς πέλαγος, ἀλλ' ἀεὶ παρὰ γῆν ἔπλεον.

Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπι- 10 σφαλοῦς τοῦ πλοὺς, διὰ τὸ καὶ νηστείαν ἤδη παρελήλυθέναι, παρῄνει ὁ Παῦλος, λέγων αὐτοῖς,

Τοῦ Αὐτοῦ. Τὴν νηστείαν ἐνταῦθα τῶν Ἰουδαίων λέγειν ἡγοῦ μαι· μετὰ γὰρ τὴν πεντηκοστὴν ἐξῆλθον ἐκεῖθεν μετὰ πολὺν χρό νον, ὡς ἐν αὐτῷ σχεδὸν τῷ χειμῶνι παραγενέσθαι εἰς τὰ μέρη τῆς 15 Κρήτης· καὶ τοῦτο δὲ οὐ μικρὸν θαῦμα τὸ διασωθῆναι, καὶ δι ̓ αὐτὸν ἐκείνους.

̓́Ανδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν.

66

20

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα τὸ ἄτυφον· ἵνα μὴ δόξῃ προφητεύειν, ἀλλ ̓ ἀπὸ στοχασμοῦ λέγειν σε θεωρῶ,” φησιν, οὐδὲ γὰρ ἂν ἐδέξαντο εὐθέως, εἰ τοῦτο εἶπε· πρότερον προφητεύει καὶ λέγει, ὁ Θεὸς, ᾧ λατρεύω, ἐνάγων αὐτούς· πῶς οὖν ἐγένετο μετὰ ζημίας ψυχῶν; ἐγένετο ἂν, εἰ μὴ ὁ Θεὸς διέσωσεν· ὅσον γὰρ κατὰ τὴν 25 φύσιν τοῦ πράγματος, ἀπώλοντο ἂν, ἀλλ' ὁ Θεὸς ἐκώλυεν.

ΑΜΜΩΝΙΟΥ. Προφήτης γὰρ ὢν, ἀνήγγειλε τὸν ἐσόμενον ἐν τῷ πλοίῳ κίνδυνον Παῦλος· καὶ παραινῶν, οὐκ ἔπειθεν αὐτοὺς ἐν Κρήτῃ παραχειμάσαι, οὐ τῆς εἱμαρμένης αὐτοὺς εἰς τοῦτο εἶσαγούσης, ἀλλὰ τῆς ἑαυτῶν γνώμης.

Ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ μᾶλλον ἐπείθετο, ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις. 12 ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμα

30

[ocr errors]

σίαν, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴπως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον. [ 13 ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες άσσον παρελέγοντο τὴν Κρήτην.

14

5

Τοῦ Αὐτοῦ. Νομίζων ὅτι δεῖ μᾶλλον τοῖς ἐμπείρως ἔχουσι πρὸς τὸ πλεῖν πείθεσθαι, ἢ ἐπιβάτῃ ἀπείρῳ ναυτικῆς· ὥστε οὖν γνώμης ἦν καὶ οὐ τύχης τὸ ἁμάρτημα· ὅτι γὰρ οἴδαμεν κατὰ φύσιν ἐκφυγεῖν κίνδυνον, αὐτὴ ἡ πείρα τῶν πραγμάτων διδάσκει μὴ κατακρημνίζειν ἑαυτὸν τινὰ, ὡς ἀναμφιβόλως τοῦ πράγματος το κίνδυνον φέροντος, τῆς τύχης καὶ εἱμαρμένης εἰπὼν προὔπτον και μωμένης, ἢ γρηγορούσης μὲν, μηδὲν δὲ δυναμένης ἀντιπράξασθαι κατὰ τῆς προαιρέσεως τῆς τῶν ἀνθρώπων· καθ ̓ ἣν ᾧ ἂν βούλωνται, τὰ ἐφ' ἑαυτῆς πράγματα ἄγουσι καὶ φέρουσιν, ὡς καὶ οἱ σὺν τῷ Παύλῳ ἐκδημοῦντες· οὕτω δὲ κατὰ προαίρεσιν ἔπραττον, ὅτι εὐ- 15 θέως ἐπιτηδείου τυχόντες ἀνέμου ἔχαιρον κατὰ τὸ ῥῆτον· “φησὶ γάρ, σε ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατη σε κέναι,” ὧν τὸ ἀπειθὲς κατελέγχων ὁ Παῦλος φησὶν, “ ἔδει μὲν, · ἄνδρες, πειθαρχήσαντάς μοι, μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης.”

66

66

66

20

Μετ ̓ οὐ πολὺ δὲ ἔβαλε κατ' αὐτῆς ἄνεμος τυφωνι- 2ο 15 κὸς, ὁ καλούμενος εὐρυκλύδων. συναρπασθέντος δὲ τοῦ

πλοίου, καὶ μὴ δυναμένου αντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπι16 δόντες ἐφερόμεθα· νησίον δέ τι ὑποδραμόντες Κλαύδην, 17 μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης ἣν ἄραντες, βοηθείας ἐχρῶντο, ὑποζωννῦντες τὸ πλοῖον·

18

ε

ΑΜΜΩΝΙΟΥ. “ Συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ” ὥστε οὐ δεῖ κυριολεκτεῖν ἀπαιτεῖν τὴν γραφήν· ἐπεὶ πῶς δύναται κυρίως ἐπὶ πλοίου λαβεῖν τὴν λέξιν τοῦ ἀντοφθαλμεῖν, ὅπου ἐπὶ ἀνθρώπου ἁρμόζει ;

25

Φοβούμενοί τε μὴ εἰς τὴν σύρτην ἐκπέσωσι, χαλά- 30 σαντες τὸ σκεῦος, οὕτως ἐφερόμεθα. σφοδρῶς δὲ χει19 μαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο. καὶ τῇ 20 τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔρριψαν μήτε

« PreviousContinue »