Page images
PDF
EPUB

21

δὲ ἡλίου, μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέ ρας, χειμῶνος δὲ οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιηρεῖτο πᾶσα ἐλπὶς τοῦ σώζεσθαι ἡμᾶς.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τουτέστι τὰ ἰστία· ὅταν γὰρ σφοδρὸς ἄνεμος ᾖ, τοῦτο γίνεται ἐγκοπτομένης τῆς πρύμνης· τὸ μὲν οὖν 5 γενόμενον ἀπὸ τοῦ καιροῦ ἐγένετο, τὸ δὲ θαῦμα μεῖζον, ὅτι ἐν καιρῷ τοιούτῳ ἐκ μέσων ἐσώθησαν τῶν κινδύνων, αὐτός τε καὶ δι ̓ αὐτὸν οἱ λοιποι. Καὶ μετ' ὀλίγα—Εἶτα χαλεπὸς ὁ χειμών, πολὺ τὸ σκότος· καὶ ἵνα μὴ ἐπιλάθωνται, καὶ τὸ πλοῖον διαλύεται, καὶ ὁ σῖτος ῥίπτεται καὶ πάντα, ἵνα μὴ ἔχωσι μετὰ ταῦτα ἀναισχυν- το τεῖν· διὰ γὰρ τοῦτο καὶ τὸ πλοῖον διαλύεται καὶ ἐπισφίγγονται αὐτῶν αἱ ψυχαί.

* Παραίνεσις Παύλου πρὸς τοὺς σὺν αὐτῷ περὶ ἐλπίδος σωτηρίας. Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦ λος ἐν μέσῳ αὐτῶν εἶπεν, ἔδει μὲν, ὦ ἄνδρες, πειθαρχή- 15 σαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε 22τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. καὶ τὰ νῦν παραινῶ

ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμιᾶς ἔσται ἐξ 23 ὑμῶν, πλὴν τοῦ πλοίου. παρέστη γάρ μοι ταύτῃ τῇ 24νυκτὶ τοῦ Θεοῦ, οὗ ἐγὼ λατρεύω, ἄγγελος, λέγων, μὴ 20 φοβοῦ, Παῦλε, Καίσαρί σε δεῖ παραστῆναι

Τοῦ Αὐτοῦ. Εἶτα μετὰ τὸν τοσοῦτον χειμῶνα οὐκ ἐπεμβαίνων αὐτοῖς διαλέγεται, ἀλλὰ βουλόμενος κἂν εἰς τὸ μέλλον πιο στευθῆναι, καὶ τὰ γεγενημένα παραλαμβάνει εἰς μαρτυρίαν τῆς τῶν ῥηθησομένων ἀληθείας· καὶ δύο προλέγει· ὅτι εἰς νῆσον ἐκπε-25 σεῖν δεῖ, καὶ ὅτι τὸ μὲν πλοῖον ἀπολεῖται, οἱ δὲ ἐνόντες σωθήσεν ται· ὅπερ οὐκ ἦν στοχασμοῦ ἀλλὰ προφητείας· καὶ ὅτι σε “ Καίσαρι “ δεῖ παραστῆναι.”

Καὶ ἰδοὺ, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέ25 οντας μετὰ σοῦ. διὸ εὐθυμεῖτε, ἄνδρες πιστεύω γὰρ τῷ 30 26 Θεῷ, ὅτι οὕτως ἔσται καθ' ὃν τρόπον λελάληταί μοι. εἰς νῆσον δέ τινα δεῖ ὑμᾶς ἐκπεσεῖν.

66

66

av

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τὸ “ καχάρισταί σοι ὁ Θεὸς ἅπαντας,” οὐχὶ ἀλαζονείας ἐστὶν, ἀλλὰ βουλομένου προσάγεσθαι τοὺς πλέοντας· οὐχ ἵνα αὐτῷ χάριν ἔχωσιν, ἀλλ ̓ ἵνα πείθωνται τοῖς ὑπ ̓ αὐτοῦ λεγομένοις· ὡσανεὶ ἔλεγεν, ἄξιοι μέν εἰσιν ἀποθανεῖν, ἐπειδὴ παρήκουσαν πλὴν εἰς τὴν χάριν τὴν σὴν τοῦτο γεγένηται πρότε- 5 ρον γοῦν προφητεύει καὶ λέγει “ ὁ Θεὸς ᾧ λατρεύω,” ἐνάγων αὐ τούς. πῶς οὖν οὐκ ἐγένετο μετὰ ζημίας ψυχῶν ; ἐγένετο ἂν, εἰ μὴ ὁ Θεὸς διέσωσεν· ὅσον γὰρ κατὰ τὴν φύσιν τοῦ πράγματος, ἀπώλοντο ἄν· ἀλλ ̓ ὁ Θεὸς ἐκώλυσεν· εἶτα ἵνα δειχθῇ ὅτι οὐκ ἀπὸ στοχασμοῦ ταῦτα ἔλεγεν, ὁ κυβερνήτης τὰ ἐναντία ἔλεγε, καὶ το ταῦτα ἔμπειρος ὤν· οὕτως οὐκ ἀπὸ στοχασμοῦ ἦν τὰ λεγόμενα καὶ ὁ τόπος ταῦτα παρῄνει ἀνεύθετος ὢν, καὶ οἱ πλείους ἀπὸ στο χασμοῦ μᾶλλον ἐφαίνοντο λέγοντες· εἶτα χαλεπὸς ὁ χειμών, πολὺ τὸ σκότος, καὶ ἵνα μὴ ἐπιλάθωνται καὶ τὸ πλοῖον διαλύεται καὶ ἐπισφίγγονται αὐτῶν αἱ ψυχαί οὐ μικρὰ δὲ πρὸς τὴν ἀκρόα 15 σιν συνεβάλλετο καὶ ὁ χειμὼν καὶ τὸ σκότος· ὅρα γοῦν πῶς πείθεται ὁ ἑκατοντάρχης· καὶ ὁ τόπος χαλεπὸς κατὰ τὸν Αδρίαν, καὶ ἀσιτία πολλή· ἐν μέσῳ γὰρ ἦσαν θανάτου.

ΑΜΜΩΝΙΟΥ, σε Κεχάρισταί σοι ὁ Θεὸς πάντας” ὥστε οὖν ψευδὲς τὸ εἰρημένον τῷ Ὁμήρῳ·

μοίραν δ ̓ οὔτινα φημὶ πεφυγμένον ἔμμεναι ἀνδρῶν,

οὐ κακὸν, οὐδὲ μὲν ἐσθλὸν, ἐπὴν τὰ πρῶτα γένηται.

20

Ὃ σημαίνει ὅτι ἀδύνατον ἐκφυγεῖν τὴν τοῦ θανάτου είμαρμένην ἅμα τῇ γεννήσει ὁριζούση τοῦ ἀνθρώπου τὸν θάνατον· ἰδοὺ γὰρ εἰ μὴ διὰ Παῦλον πάντες εἶχον οἱ ἐν τῷ πλοίῳ ἀπολέσθαι, τοῦ Θεοῦ 25 τοῦτο δωρησαμένου αὐτοῖς τιμῇ τοῦ δικαίου· ἔπειτα δὲ εἰ εἵμαρτο πάντας ἀπολέσθαι, ὅσον ἐκ τῶν εἰκότων, ἐν πελάγει ἄσιτος μείνας δεκατέσσαρας ἡμέρας ἐν τῷ πλοίῳ, καὶ ὕστερον ναυαγήσας· εἶπε γὰρ ὁ ψευδὴς λόγος,

οὐ κακὸν, οὐδὲ μὲν ἐσθλὸν,

30

ἔδει γὰρ καὶ τοὺς καλοὺς καὶ τοὺς κακοὺς ἐν ἑνὶ πεσόντας πτώματι ἀναμφίβολον φέροντι θάνατον, ἀποθανεῖν· ἀλλὰ τὸ ἐναντίον εἶπεν ἡ γραφὴ, ὅτι ὁ δίκαιος ἐσώζετο ἐξ ὡμολογημένου κινδύνου, καίτοι πάντων τῶν ἐν αὐτῷ ἀποθνησκόντων· οὕτω γὰρ ἦν τῷ Θεῷ δόξαν ἀπελθεῖν αὐτὸν ἐν Ῥώμῃ καὶ ἠδύνατο μὲν ὁ Θεὸς καὶ ἁρπάσας 35

ἀπὸ Ἱερουσαλὴμ δι' ἀγγέλου στῆσαι ἐν Ῥώμῃ, καθὼς τὸν Ἀμβακοὺμ ἐξ Ἰουδαίας ἁρπάσας παρέστησεν ἐν Βαβυλῶνι τῷ λάκκῳ τοῦ Δανιήλ· ἀλλ ̓ οὐκ ἐποίησε· καὶ τοῦτο θαυματουργίας ἔργον εἶναι δειξας, τὸ ἐξ ἀνελπίστου κινδύνου σῶσαι τὸν Παῦλον καὶ τοὺς σὺν αὐτῷ· ἐχαρίσατο δὲ τὰς μὲν ψυχὰς τῷ Παύλῳ, φιλό-5 στοργος γὰρ ἦν καὶ φιλάδελφος· τὸ δὲ πλοῖον καὶ τὰ σὺν αὐτῷ, ὡς μὴ ἀντιποιουμένου τοῦ θεοφιλοῦς τῶν ἐπὶ γῆς, μηδὲ ἀχθιμές νου ἐπὶ τῇ τούτων ἀπωλείᾳ· ὧδε οὖν διὰ τὸν δίκαιον ζῶσιν οἱ ἀσεβεῖς· ἔστι δὲ ὅτε τὸ ἐναντίον· καὶ πρὸ ὥρας ὁ ἀσεβὴς ἀπόλλυται διὰ τὴν ἑαυτοῦ κακίαν· τοῦ Θεοῦ οὕτως πάλιν βουλομένου, το καθὼς ὁ Ἐκκλησιαστής φησί, σε μὴ ἀσεβήσῃς πολὺ, μηδὲ γίνου σε σκληρὸς, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου” πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται· πάντα μὲν δυνατὰ τῷ πιστεύοντι· πλὴν οὗτος οὐ διὰ πίστεως καὶ εὐχῆς ἤνυσε την σωτηρίαν τῶν συμπλεόντων, ἀλλὰ πιστεύσας ὅτι οὕτως ἔσται, ὡς ἐλαλήθη αὐτῷ.

66

15

27 Ὡς δὲ τεσσαρεσδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρία, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ 28 ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· καὶ βολίσαντες, εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν 29 βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε φοβούμενοί τε 20 μήπως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι. 30τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ἐκ πρώρας ἀγκύρας μελλόντων ἐκτείνειν,

66

"

25

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἔμελλον οἱ ναῦται φευγεῖν, ἀπιστοῦντες τοῖς λεγομένοις· ὁ δὲ ἑκατοντάρχης πιστεύει σὺν τῷ Παύλῳ φησὶ γὰρ, ἐὰν οὗτοι φύγωσιν, “ ὑμεῖς σωθῆναι οὐ δύνασθε·” οὐ διὰ τοῦτο, ἀλλ ̓ ἵνα κατάσχῃ αὐτοὺς, καὶ ἡ προφητεία μὴ διαπέσῃ ὅρα καθάπερ ἐν ἐκκλησίᾳ παιδευομένους αὐτούς· τοῦ Παύλου τὴν 30 φιλοσοφίαν· πῶς ἐκ μέσων αὐτῶν ἔσωσε τῶν κινδύνων· οἰκονομι κῶς ἀπιστεῖται ὁ Παῦλος, ἵνα μετὰ πείρας τῶν πραγμάτων πιστευθῇ· ὅπερ οὖν καὶ γέγονεν· ὅρα γοῦν πῶς πείθεται ὁ ἑκατόνταρχος, ὥστε καὶ τὴν σκάφην ἀφεῖναι καὶ ἀπόλεσαι· εἰ δὲ οἱ

ναῦται οὐδέπω ἐπείσθησαν, ἀλλ ̓ ὕστερον πείθονται· καὶ γὰρ τὸ γένος τὸ τούτων ἰταμόν πως ἐστὶν, οὐκ ἔστιν εὐπαράδεκτον έγκα λῶν τίς ἐν συμφορᾷ τότε εὐπαράδεκτος γίνεται· τότε τοίνυν ἐπι τίθεται, ὅτε πᾶσα ἡ ἐλπὶς τοῦ σωθῆναι περιαιρεθῇ· ἵνα μήτις εἴπῃ, ὅτι οὐδὲν γέγονεν, ὁ φόβος μαρτυρεῖ· τότε τὰ χρηστὰ 5 λέγει.

31 Εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώ

ταις, ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι 32 οὐ δύνασθε. τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.

10

ΑΜΜΩΝΙΟΥ. Ὅτε εἶδον ὅτι ἡ ἀβουλία αὐτῶν ἐποίησεν αὐτοὺς κινδυνεῦσαι, τότε ἤρξαντο τῷ Παύλῳ πείθεσθαι, ὡς μᾶλλον τῆς εὐκαίρου συμβουλῆς τῆς παρὰ ἁγίου ἀνδρὸς γινομένης, δυναμένης σῶσαι, ἢ εἱμαρμένης τῆς ἐν κινδύνῳ, μηδὲ ὄνομα ἐχούσης· εἰ γὰρ εἱμαρμένῃ ἐπείθοντο ἐκεῖνοι, καίτοι ὄντες ἐθνικοὶ, παριδόντες τὴν ις τοῦ θεοσεβοῦς συμβουλὴν, εἴων ἀπελθεῖν τοὺς ναύτας λέγοντες, ὅτι οὐκ ἂν οὗτοι ἀπελθῶσι, μὴ φέρη δὲ ἡμᾶς ἀποθανεῖν οὐδὲν τοῦτο ποιεῖ ἀλλ ̓ οὐκ εἶπον οὔτε ἐποίησαν τὸ ἠλίθιον τοῦτο, καὶ πάσης γέμον ψευδαπάτης καὶ ἀγνοίας· δι ̓ ἃ ἐκ πολλῶν ἐκβλητέος ὁ περὶ εἱμαρμένης ἢ τύχης λόγος.

αν

33 Ἄχρι δὲ οὗ ἡμέρα ἤμελλε γίνεσθαι, παρεκαλεῖ ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων, τεσσαρεσ καιδεκάτην σήμερον ἡμέραν ἐπιτελεῖτε προσδοκῶντες, 34 καὶ ἄσιτοι διαμένετε, μηδὲν προσλαβόμενοι. διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς·

20

25

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Παραινεῖ πάλιν μεταλαβεῖν τροφῆς· καὶ πείθονται, καὶ αὐτὸς πρῶτος μεταλαμβάνει· οὐ λόγῳ ἀλλ ̓ ἔργῳ πείθων, ὡς οὐδὲν ἔβλαψεν ὁ χειμῶν, ἀλλὰ καὶ μᾶλλον αὐτῶν τὰς ψυχὰς ὠφέλησε. Καὶ μετ ̓ ὀλίγα—Πῶς ἔφερον ; ὁ φόβος κατ εἶχεν αὐτοὺς, καὶ οὐκ εἴα εἰς ἐπιθυμίαν τροφῆς ἐμπεσεῖν, μέλ- 30 λοντας ὑπὲρ τῶν ἐσχάτων κινδυνεύειν· τὸ μὲν οὖν γενόμενον ἀπὸ τοῦ καιροῦ ἐγένετο τὸ δὲ θαῦμα μεῖζον ὅτι ἐν καιρῷ τοιούτῳ, ἐκ μέσων ἐσώθη πάντων κινδύνων, αὐτός τε καὶ δι ̓ αὐτὸν οἱ λοιποί.

35

66

Τοῦτο γὰρ πρὸς τὴν ὑμετέραν σωτηρίαν ὑπάρχει οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται. ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. “Τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτη ρίας,” ἐστὶ τὸ φαγεῖν· μήποτε τῷ λιμῷ διαφθαρῆτε τὸ εὐχαριστῆσαι τῷ Θεῷ ἐπὶ τοῖς γεγενημένοις ἔρρωσεν αὐτοὺς, τοῦτος γὰρ ψυχῆς πεπληροφορημένης, ὅτι σωθήσονται.

66

Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ 36 Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας ἤρξατο ἐσθίειν. εὔθυμοι δὲ γενόμενοι πάντες, καὶ αὐτοὶ προσελάβοντο τροφῆς·

66

10

ΑΜΜΩΝΙΟΥ. “ Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας τῷ Θεῷ ἐνώ σε πιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν” ἑωρακὼς ὁ Παῦλος ὅτι διὰ τὴν ἀνάγκην ἐπείθοντο τῷ Παύλῳ οἱ συνόντες· καιρὸς δὲ οὐκ ἦν ἀθυμοῦσιν αὐτοῖς καὶ κινδυνεύουσιν εὐαγγελίζεσθαι τὸν Χριστόν τέως ἐκ μέρους διδάσκει αὐτοὺς τὴν θεοσέβειαν, τὸ μὴ ἄλλως 15 κλᾶν ἄρτον εἰ μὴ πρῶτον εὐχαριστήσαντας τῷ μόνῳ Θεῷ, καὶ οὕτως ἐσθίειν· καὶ ἡμᾶς δὲ τὸ αὐτὸ διδάσκει· ὁ δὲ τῆς εὐχαρι‐ στίας τρόπος τοῦτο δοκεῖ ἔχειν, ὅτι εὐχαριστοῦμεν σοι, οι Θεὸς, ὅτι ἠξίωσας ἡμᾶς ζῆσαι ἕως ἄρτι, ἀσίτους μείναντας· διό σοι δόξαν ἀναπέμποντες, κλῶμεν τὸν ἄρτον ἐπὶ τῷ μετασχεῖν τροφῆς. 37 Ημεν δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι 38 ἑβδομηκονταέξ. κορεσθέντες δὲ τροφῆς, ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.

39

20

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐ μικρὸν καὶ τοῦτο· εἴγε ἐπίστευσαν, ἄκαιρος ὁ πλεὸς οὐ γέγονεν· ἀλλ ̓ οὐκ ἦν αὐτοῖς φροντὶς τροφῆς· 25 ἅτε οὐ περὶ τῶν τυχόντων ὄντος τοῦ λόγου· εἰκὸς ἦν αὐτοὺς ἐρω τἂν τὴν αἰτίαν δι ̓ ἣν πλέουσι, καὶ μαθεῖν πάντα· οὐκ ἁπλῶς οὐδὲ ἡ παρολκὴ τοῦ πλοὺς, ἀλλὰ παρέσχε τῷ Παύλῳ διδασκα λίας καιρόν.

Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον ̇ 30 κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν, εἰς ὃν ἐβου4ο λεύοντο, εἰ δυνατὸν, ἐξῶσαι τὸ πλοῖον. καὶ τὰς ἀγκύ ρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς

i a Cod.

« PreviousContinue »