Page images
PDF
EPUB

εἰσελθὼν, καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ, οἰάσατο αὐτόν. τούτου οὖν γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ, προσήρχοντο καὶ ἐθεραπεύοντο

II

Ὥστε ἄξιος ἦν τοῦ παθεῖν καλῶς· διὸ καὶ ἀμοιβὴν αὐτῷ ἀπο- 5 διδοὺς τῆς ἀποδοχῆς, ἰάσατο αὐτόν.

ΑΜΜΩΝΙΟΥ. Δυσεντερία τὸ δυσίατον τοῦ πάθους· ἴασιν λαβὼν διὰ τοῦ Παύλου πολλοὺς εἰς πίστιν ἤγαγεν· ὥστε οὖν ἀεὶ τὰ σημεῖα ἐν τοῖς ἀπίστοις καὶ διὰ τοὺς ἀπίστους ὡς ἐπιτοπολὺ γίνεται.

Οἱ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς,

66

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα δὲ τοῦ χειμῶνος ἀπαλλαγέντας άμε λεστέρους γινομένους· ἀλλὰ καὶ τὴν ὑποδοχὴν φιλότιμον γινομέ νην δι ̓ αὐτῶν. “ καὶ πολλαῖς τιμαῖς;” φησιν, “ ἐτίμησαν ἡμᾶς” οὐχὶ μισθὸν ἔλαβε, μὴ γένοιτο· ἀλλὰ κατὰ τὸ γεγραμμένον, “ ἄξιος 15 “ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.”

Καὶ ἀναγομένων ἐπέθεντο τὰ πρὸς τὴν χρείαν.

αν

Τοῦ Αὐτοῦ. Εὔδηλον ὅτι καὶ τὸν λόγον ἐδέξαντο τοῦ κηρύγμα τος οἱ οὕτως αὐτοὺς ὑποδεξάμενοι· οὐ γὰρ ἂν ἐν τριμήνῳ τοσούτῳ διελέχθησαν, μὴ σφόδρα αὐτῶν πιστευσάντων, καὶ καρποὺς ἐπι-20 δειξαμένων ὥστε ἀπὸ τούτου τεκμήριον μέγα τοῦ πλήθους τῶν πιστευόντων ἐστὶν ἰδεῖν.

ΚΕΦ. ΑΘ.

Ὅπως ἀπὸ Μελίτης m εἰς Ρώμην κατήντησεν ὁ Παῦλος.

Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακε- 25 χειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρινῷ, παρασήμῳ Διοσ12 κούροις· καὶ καταχθέντες εἰς Συρακούσας, ἐπεμείναμεν 13 ἡμέρας τρεῖς ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥή

γιον,

Τοῦ Αὐτοῦ. Διὰ Παῦλον ὅρα πάντα γινόμενα ταῦτα· ὥστε 30 πιστεῦσαι τοὺς δεσμώτας, τοὺς στρατιώτας, τὸν ἑκατοντάρχην εἰ γὰρ αὐτοὶ λίθινοι ἦσαν δι ̓ ὧν συμβουλεύσαντος ἤκουσαν, καὶ

Τα μελιτηνῆς Cod.

ων

δι ̓ ὧν προειπόντος, καὶ δι ̓ ὧν θαυματουργήσαντος, καὶ μεγάλα ἂν ἐφαντάσθησαν περὶ αὐτοῦ.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἴσως τοῦτο γεγραμμένον ἦν ἐν αὐτῷ· οὕτως ἦσαν κατείδωλοι. ὅρα ἐνδιατρίβοντας καὶ πάλιν σπεύδοντας λοιπὸν αἰδέσιμος ἦν ὁ Παῦλος, ὥστε συγχωρεῖσθαι καθ' ἑαυτὸν 5 μένειν· εἰ γὰρ καὶ πρὸ τούτου φιλανθρώπως ἐχρήσαντο αὐτῷ, πολλῷ μᾶλλον νῦν. Καὶ μετ ̓ ὀλίγα—Ἤδη καὶ τῆς Σικελίας τὸ κήρυγμα ἥψατο· ὅρα πῶς διέδραμεν· ἐν Ποτιόλοις εὗρόν τινας, εἶτα ἀπήντησαν καὶ ἀλλοί· τοσαύτη ἦν ἡ προθυμία τῶν ἀδελφῶν οὐκ ἐθορύβησεν αὐτοὺς τὸ ἐν δεσμοῖς εἶναι τὸν Παῦλον.

ΤΟ

ΚΥΡΙΛΛΟΥ. Εθος ἀεί πως ἐν ταῖς Ἀλεξανδρέων μάλιστα ναυσὶ πρός γε τῇ πρώρῃ δεξιά τε καὶ εἰς εὐώνυμα γραφὰς εἶναι τοιαύτας. ἐπειδὴ δὲ ἦν εἰκὸς εἰδωλολατρίας κρατούσης κατ ̓ ἐκεῖνο καιροῦ ἐν ᾧ γεγράφθαι τῇ νηὶ τοὺς Διοσκόρους, ταύτῃ τοι νοεῖν ἀκόλουθον ἀλλόφυλον, τουτέστιν εἰδωλολάτρινης καθώς που καὶ Ἡσαΐας φησί, 15 το πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύ

[blocks in formation]

Καὶ μετὰ μίαν ἡμέραν ἐπιγινομένου νότου, δευτεραῖοι 14 ἤλθομεν εἰς Ποτιόλους· οὗ εὑρόντες ἀδελφοὺς, παρεκλήθημεν παρ' αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως 20 εἰς τὴν Ῥώμην ἤλθομεν.

15

ΑΜΜΩΝΙΟΥ. Τοσοῦτον ἦν διαδραμὸν τὸ τῆς πίστεως τῆς εἰς Χριστὸν κήρυγμα, ὅτι δὴ καὶ ἄχρι Ῥώμης ἦν φθάσαν καὶ ἐνεργῆσαν, καὶ πρὸ τῆς τοῦ Παύλου ἐπιδημίας· χαρὰ ἦν τῷ Παύλῳ μεγάλη τὸ ὁρᾶν πιστὸν, καὶ ὡς εἰς αὐτὸν φθανούσης τῆς εὐεργε-25 σίας ηὐχαρίστει.

Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡμῶν, ἄχρις Αππίου Φόρου καὶ Τριῶν Ταβερνῶν·

ΙΣΙΔΩΡΟΥ. Τόπους τινὰς σημαίνει πρὸ τῆς Ῥώμης· τὸν μὲν 30 εἰκόνα τινὰ Ἀππίου ἔχοντα ὡς εἰκὸς, καὶ Φόρον ἐκείνου καλουμέ νην. καὶ μέχρι τοῦ νῦν αἱ τῶν βασιλέων εἰκόνες Φόροι προσαγορεύονται· τὰ δὲ τῶν Ταβερνῶν πανδοχείων τινῶν ἢ καπηλείων χρῆσιν αἰνίσσονται, τῇ Ῥωμαίων φωνῇ οὕτως ὀνομαζόμενα.

[blocks in formation]

Οὺς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε θάρσος.

Τοῦ ΧΡΥΣοΣΤόμου. Ὅρα δέ μοι αὐτὸν ἀνθρώπινόν αὐτὸν ἀνθρώπινόν τι παθόντα θάρσος, φησὶν, ἔλαβεν ἰδὼν τοὺς ἀδελφούς· καίτοι τοσαῦτα σημεῖα ἐργασάμενος· ἀλλ ̓ ὅμως ἔλαβε καὶ ἀπὸ τῆς ὄψεως προσ-5 θήκην· καὶ ἀπὸ τούτου μανθάνομεν, ὅτι ἀνθρωπίνως καὶ παρεκαλεῖτο καὶ τουναντίον.

ΚΕΦ. Μ.

Περὶ διαλέξεως Παύλου τῆς πρὸς τοὺς ἐν Ρώμῃ Ἰουδαίους.

16 Ὅτε δὲ ἤλθομεν εἰς Ρώμην, ὁ ἑκατοντάρχης παρ- το έδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ' ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτη.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Συνεχωρήθη αὐτῷ καθ ̓ ἑαυτὸν μεῖναι· οὐ μικρὸν καὶ τοῦτο τεκμήριον τοῦ θαυμασθέντος· οὐ γὰρ δὴ μετὰ 15 τῶν ἄλλων ἠρίθμουν αὐτόν· λοιπὸν γὰρ αἰδέσιμος ἦν ὁ Παῦλος ὥστε καὶ καθ ̓ ἑαυτὸν μένειν· εἰ γὰρ καὶ πρὸ τούτου φιλανθρώπως ἐχρήσαντο αὐτῷ, πολλῷ μᾶλλον νῦν· “ σὺν τῷ φυλάσσοντι αὐτὸν σε στρατιώτη,” ὥστε μὴ ἐξεῖναι μηδὲ ἐκεῖ ἐπιβουλὴν τινὰ αὐτὸν ὑποστῆναι, οὐ γὰρ ἐνῆν στασιάσαι λοιπόν· ὥστε οὐκ ἐκεῖνον ἐφύ- 20 λασσον, ἀλλ ̓ ὥστε μὴ γενέσθαι τι τῶν ἀηδῶν· οὐ γὰρ ἐξῆν λοιπὸν καὶ πόλεως οὔσης τοσαύτης, καὶ βασιλέως ὄντος, καὶ ἐφέσεως οὔσης, γενέσθαι τι παρὰ τὴν ἀκολουθίαν. οὕτως ἀεὶ διὰ τῶν δοκούντων εἶναι καθ ̓ ἡμῶν, ὑπὲρ ἡμῶν πάντα γίγνεται φύλαξ γὰρ ἦν τοῦ Παύλου.

17 Εγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους.

25

Τοῦ Αὐτοῦ. Ὥστε μὴ προληφθῆναι αὐτῶν τὰς ἀκοάς· καίτοι κοινὸν πρὸς ἐκείνους εἶχεν· οὐ γὰρ ἂν οὗτοι ἔμελλον κατηγορήσειν αὐτοῦ· ἀλλ ̓ ὅμως οὐ τούτου ἐφρόντιζεν, ἀλλὰ τοῦ διδάξαι καὶ μὴ 30 προστῆναι αὐτοῖς τὰ λεγόμενα· οἱ μὲν οὖν Ἰουδαῖοι τοσαῦτα ὁρῶντες σημεῖα, ἐδίωκον, ἤλαυνον· διελέγετο αὐτοῖς· ἀντιλέγοντες δὲ ἀνεχώρησαν· καὶ ὑβρίζονται παρ ̓ αὐτοῦ, καὶ οὐδὲν τολμῶσιν εἰπεῖν·

οὐ γὰρ τῇ ἐξουσίᾳ αὐτῶν ἐπετρέπετο τὸ κατ' αὐτόν· τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ διὰ τῶν δοκούντων εἶναι πρὸς ἀσφά λειαν, ἀλλὰ καὶ διὰ τῶν ἐναντίων πάντα ὑπὲρ ἡμῶν γίνεται.

Συνελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτοὺς, ἄνδρες ἀδελφοὶ, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς 5 ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδό18 θην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων· οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί.

19

Τοῦ Αὐτοῦ. Πῶς λόγον ἔχει, φησὶ, τὸ ἁπλῶς σε παραδοῦναι ; 10 μαρτυροῦσιν οἱ Ῥωμαίων ἄρχοντές, φησιν, οἳ ἐβούλοντό με ἀπολῦσαι· πῶς οὖν οὐκ ἀπέλυσαν ἀντιλεγόντων τῶν Ἰουδαίων; ὅρα πῶς καθαιρεῖ αὐτῶν τὰ ἐγκλήματα· εἰ γὰρ ἐβούλετο αὐξῆσαι, ἐνῆν καταφορικώτερον χρήσασθαι· διὸ, φησὶν, “ ἠναγκάσθην ἐπισε καλέσασθαι Καίσαρα ὥστε συγγνώμης τὸ πᾶν ἐστίν.

66

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Τὸ γὰρ ἀντὶ τῆς σκιᾶς τῆς ἀληθείας, αὐτὴν ἑλέσθαι θεραπεύει τὴν ἀλήθειαν· οὐκ ἦν ἐναντίως ποιεῖν· ὥσπερ ἀμέλει οὐδὲ ζωγράφος τὸν ἤδη σκιογραφηθέντα ἄνθρωπον εἰς τὸ ἐμφανέστερον ἄγων, αὐτὸς ἑαυτῷ ἐναντία χαράττειν δόξει.

15

ΔιΔήμου. Ὁ ὑπερβὰς τὸ γράμμα τοῦ νόμου πνευματικὸν ὄψε- 20 ται καὶ καταλλήλως αὐτὸ ἐκλήψεται, καὶ τὰ πάτρια ἤθη εἶναι νοητά· καὶ ἐπεὶ οὕτως προηγουμένως ὁ Θεὸς ταῦτα δεδώκει, οἱ τούτοις ἐμμένοντες λαός εἰσι Θεοῦ. οὐδὲν ἐναντίον ποιήσας κατὰ τὸ εὐαγγέλιον πολιτευσάμενος Παῦλος, ἀλλ ̓ οὐδὲ τῷ νόμῳ ἢ τοῖς πατρίοις ἔθεσι, δεσμώτης εἰς τὰς χεῖρας τῶν Ῥωμαίων παρεδόθη, 25 πεμφθεὶς ὑπὸ τῶν τότε κατοικούντων τὴν Ἱερουσαλὴμ Ἰουδαίων, πάντα κατὰ σκιὰν ἐκλαμβανόντων τὰ τοῦ νόμου καὶ τῶν ἐθῶν τῶν πατρῴων. μηδεὶς οὖν εἰρηκότα τὸν Ἀπόστολον τὰ προκείμενα ψεύ δεσθαι αὐτὸν ἡγήσηται· οἱ γὰρ τοιοῦτοι ἀπεναντίας πολλὰ ποιοῦσι τῷ μετὰ τὸ Εὐαγγέλιον περιέπειν τὴν σήνη.

Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα,

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον πάλιν ὅτι οὐ μόνον ἐγγράφοις νόμοις

30

66

ἤτοι παραγγελίαις δεῖ ἡμᾶς πειθαρχεῖν τοὺς τῇ πίστει τῇ εἰς Χριστὸν πιστεύοντας, ἀλλὰ καὶ τοῖς ἔθεσιν· ὅπερ κυρίως ἐστὶν ἔγγραφος νόμος· ἁρμόζει κατὰ τῶν τὰ ἔθη τῆς Ἐκκλησίας πολυπραγμονούντων καὶ λογισμὸν ἀφ' ἑκάστου ζητούντων, ἢ ἔγ γραφον παράδοσιν καινοτομίας εἰσάγειν πειρωμένων κατὰ τὴν5 ἄκριτον αὐτῶν βουλήν. “ ἀντιλεγόντων Ἰουδαίων ἠναγκάσθην ἐπισε καλέσασθαι Καίσαρα” εἰδὼς ὁ Παῦλος ὅτι ἄτοπον ἦν ὅλως δικάσασθαι, καὶ μάλιστα παρὰ ἀπίστῳ, περὶ ἀμφοτέρων ἀπολογεῖται, ὅτι οὔτε παρὰ τὸν νενομισμένον πράξας ἀλλὰ συκοφαντηθεὶς ἀν εκλήθην ὑπὸ Ἰουδαίων, οὔτε ἑκὼν ἐπεκαλεσάμην Καίσαρα, ἀλλ' 10 αὐτῶν δεδωκότων τὴν αἰτίαν· ἀνθ' ὧν οὐκ ἠνείχοντο, οὔτε κατὰ τὸν τῆς Ἐκκλησίας νόμον δικάσαι μοι· οὔτε ταῖς τῶν ἀρχόντων πειθαρχῆσαι ἐννόμοις ἀποφάσεσι· εἵνεκα γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ, μία γὰρ ἦν ἐλπὶς σωτηρία τοῖς Ἰουδαίοις περιλιμπανομένη ἐκ τῶν γραφῶν, ὁ Χριστὸς, ὃν ἐγὼ κηρύσσων εἰς ταύτην 15 ἦλθον τὴν κατάστασιν τῶν δεσμῶν.

20 Οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι. διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι·

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τί οὖν ἵνα αὐτῶν κατηγορήσῃς τοῦτο πε- 20 ποίηκας ; οὔ φησιν, ἀλλ ̓ ὥστε διαφυγεῖν τὸν κίνδυνον.

Ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ, τὴν ἅλυσιν ταύτην περίκειμαι.

66

Διακεῖσθαι, ὅτι ἕνεκεν ὑμῶν “ τὴν ἅλυσιν ταύτην περίκειμαι” διὰ ταύτην, φησὶ, τὴν αἰτίαν ἐβουλόμην ὑμᾶς ἰδεῖν, ὥστε μὴ 15 ἐξεῖναι τινὰ κατηγορεῖν, καὶ τὰ παριστάμενα λέγειν, ὅτι δὴ τὰς χεῖρας αὐτῶν διαφυγών, ἐπὶ τὸ αὐτὸ ἦλθον, οὐχ ἑτέροις διδοὺς κακὰ, ἀλλ ̓ αὐτὸς φεύγων κακά.

21 Οἱ δὲ πρὸς αὐτὸν εἶπον, ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός 30 τις τῶν ἀδελφῶν, ἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν.

Τοῦ Αὐτοῦ. Εἶτα καὶ ἐκεῖνοι οὕτως ἐχειρώθησαν τῷ λόγῳ, ὡς καὶ αὐτοὶ ἀπολογήσασθαι ὑπὲρ τῶν συγγενῶν.

« PreviousContinue »