Page images
PDF
EPUB

28

Γνῶστον οὖν ὑμῖν ἔστω, ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη 29 τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ, αὐτοὶ καὶ ἀκούσονται. καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὥστε τοῖς ἔθνεσι δέδοται γνῶναι τὸ μυ-5 στήριον τοῦτο οὐδὲν οὖν θαυμαστὸν, εἰ ἀντέλεγον· ἄνωθεν τοῦτο προελέγετο πάλιν τὸν ζῆλον αὐτῶν κινεῖ τῶν ἐξ ἐθνῶν. Καὶ μετ ̓ ὀλίγα—“ Αὐτοί, φησι, “ καὶ ἀκούσονται” τί οὖν ἡμῖν διαλέγῃ ταῦτα οὐκ ᾔδεις ; ναί ἀλλ ̓ ὥς τε πεισθῆναι καὶ ἀπολογήσασθαί με, καὶ μηδενὶ δοῦναι λαβήν.

66

66

66

ΑΜΜΩΝΙΟΥ. Καὶ ὀπίσω ἐλέχθη, ὅτι τῶν Ἰουδαίων ἀποβαλλομένων τὸν λόγον, “ στρεφόμεθα εἰς τὰ ἔθνη” λείπει δὲ τὸ διὰ, ἀντὶ τοῦ ἡ σωτηρία ἡ διὰ τοῦ Θεοῦ διδομένη τοῖς πιστοῖς.

ΙΟ

30 Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώ ματι, καὶ ὑπεδέχετο πάντας τοὺς εἰσπορευμένους πρὸς 15 αὐτὸν,

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Δείκνυσι τὴν ἐλευθερίαν· λοιπὸν κηρύτα των, φησὶν, ἀκωλύτως ἐν Ῥώμῃ ὁ ἐν Ἰουδαίᾳ κωλυθεὶς, ἐπὶ δύο ἔτη ἔμεινεν ἐκεῖ τὰ δὲ μετὰ τὴν διετίαν τι λέγομεν, εἰς Σπανίαν ἐλθεῖν ἐπείγομαι, καὶ ἐλπίζω, φησὶ, διαπορευόμενος θεά-20 σασθαι ὑμᾶς· πρὸς δὲ ὑμᾶς ἀπὸ μέρους· ὅρα πῶς πάντα προεώρα ἡ ἁγία καὶ θεία κεφαλὴ, ὁ τῶν οὐρανῶν ὑψηλότερος πάνω των, ὁ ψυχὴν πάντα ὁμοῦ δυναμένην περιλαβεῖν, ὁ τὰ πάντα και τέχων Παῦλος· οὗ τοῖς εἰδόσι καὶ τὸ ὄνομα μόνον ἀρκεῖ πρὸς διέγερσιν ψυχῆς, πρὸς νῆψιν, πρὸς πάντα ὕπνον ἀποτινάξασθαι 25 ἐδέξατο αὐτὸν Ῥώμη δεδεμένον, ἀπὸ θαλάσσης ἀναβαίνοντα, ἐκ ναυαγίου διασωθέντα· καὶ ἀπηλλάγη του ναυαγίου τῆς πλάνης. καθαπέρ τις βασιλεὺς ναυμαχήσας καὶ νικήσας, ἔβαινε τῆς βασιλικωτάτης ἐκείνης νεώς· περὶ τούτου γάρ, φησι, “ ἐλεύσομαι, σε καὶ συναναπαύσομαι ὑμῖν ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγε-30 σε λίου” ἐγγύτερος ἦν λοιπὸν τοῦ οὐρανοῦ· ἐδέξατο αὐτὸν ἡ Ῥώμη δεδεμένον, καὶ εἶδε στεφανωθέντα καὶ ἀνακηρυχθέντα ἐκεῖ· συναναπαύσομαι ὑμῖν, φησι· τὸ δὲ ἀρχὴ τοῦ δρόμου πάλιν ἦν καὶ τρόπαια τροπαίοις συνῆπτεν ἀκατάπληκτος ὤν. Κόρινθος αὐτὸν

66

31

66

κάτεσχε δύο ἔτη, καὶ Ἀσία τρία· καὶ αὐτὴ δύο τέως δεύτερον ἐπέβη πάλιν, ὅτε καὶ ἐτελείωθη. “ ἐν τῇ πρώτῃ ἀπολογίᾳ, φησιν, σε οὐδείς μοι συμπαρεγένετο...” οὕτω διέφυγε τότε, καὶ πᾶσαν ἐμε πλήσας οἰκουμένην, κατέλυσεν οὕτω τὸν βίον· τί ἐβούλου μαθεῖν τὰ μετὰ ταῦτα; τοιαῦτα ἐστὶ καὶ ἐκεῖνα τὰ δεσμὰ, βάσανοι, 5 μάχαι, φυλακαί, ἐπιβουλαὶ, συκοφαντίαι, θάνατοι καθημερινοί· εἶδες αὐτοῦ μικρὸν μέρος χρυσοῦν, ὅσον ἂν ἴδῃς τοιοῦτός ἐστι· λοιπὸν οὐρανοῦ μέρος ἂν ἴδῃς ἕν· ὅπου δ ̓ ἂν ἀπέλθῃς, τοιοῦτον ὄψει ἡλίου τὰς ἀκτῖνας, κἂν ἐκ μέρους ἴδῃς, στόχασαι τὸ λοιπόν· οὕτω καὶ Παύλου τὰς πράξεις εἶδες ἐκ μέρους· πᾶσαι τοιαῦται 10 τυγχάνουσι· κινδύνων γέμουσιν· οὐρανὸς ἦν ἐκεῖνος ἥλιον δικαιοσύνης ἔχων, οὐ τοιοῦτον, ὥστε καὶ οὐρανοῦ βελτίων ὁ ἀνήρ· ἡ μικρὸν οἴει τοῦτο εἶναι ; ὅταν Απόστολον εἴπῃς, εὐθέως οἱ πάντες ἐννοοῦ σιν, ὥσπερ ὅταν βαπτιστήν, εὐθέως τὸν Ἰωάννην.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐ καθάπερ ὁ Σινωπεὺς ἐκεῖνος, ὁ ῥάκια 15 περιβεβλημένος καὶ πίθον οἰκὼν εἰς οὐδὲν δέον, ἐξέπληξε μὲν πολλοὺς, ὠφέλησε δὲ οὐδένα· ὁ δὲ Παῦλος τούτων μὲν οὐδὲν ἐποίει· οὐδὲ γὰρ πρὸς φιλοτιμίαν ἔβλεπεν· ἀλλὰ καὶ ἱμάτια περιεβέβλητο μετ ̓ εὐσχημοσύνης ἁπάσης, καὶ οἰκίαν ᾤκει διηνεκῶς, καὶ τὴν ἀκρίβειαν πᾶσαν ἐπὶ τῆς ἄλλης ἀρετῆς ἐπεδείκνυτο· ἧς ὁ 20 Κυνικός κατεφρόνει, ζῶν ἀσελγῶς, καὶ δημοσίᾳ ἀσχημονῶν, καὶ ὑπὸ τῆς περὶ τὴν δόξαν μανίας συρόμενος· ἂν γὰρ ἔρηταί τις τῆς τοῦ πίθου οἰκήσεως τὴν αἰτίαν, οὐδεμίαν ἑτέραν εὑρήσειεν, ἀλλ ̓ ἢ κενοδοξίαν μόνην· ὁ δὲ Παῦλος καὶ μισθὸν παρεῖχε τῆς οἰκίας ἐν ᾗ κατέμενεν ἐν τῇ Ῥώμῃ· καίτοιγε ὁ τὰ πολλὰ συντονώτερα δυνη-25 θεὶς, πολλῷ μᾶλλον τοῦτο ἴσχυσεν ἄν· ἀλλ ̓ οὐχ εὥρα πρὸς δόξαν, τὸ χαλεπὸν θήριον, τὸν δαίμονα τὸν δεινὸν, τὴν λύμην τῆς οἰκου μένης, τὴν ἔχιν τὴν ἰοβόλον.

Κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ,

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα οὐδὲν αἰσθητὸν, οὐδὲ περὶ τῶν πα- 30 ρόντων, ἀλλὰ ταῖς ἐλπίσιν αὐτοὺς ἔτρεφεν, οὐκ ἔχων ἐπιδείξασθαι

ἀπὸ τῶν καθ ̓ ἑαυτόν.

Καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παρρησίας ἀκωλύτως. Αμήν.

Τοῦ Αὐτοῦ. Μετὰ παρρησίας ἀκωλύτως· ἔνι γὰρ μετὰ παρρησίας λέγειν, ἀλλὰ κεκωλυμένως· τὴν γὰρ παρρησίαν αὐτοῦ οὐδὲν ἔκοψεν, ἀλλὰ καὶ ἀκωλύτως ἔλεγεν· ὁρᾶς οἰκονομίαν Θεοῦ ; ἀφίησι διψῶντα τὸν ἀκροατήν· τοῦτο καὶ οἱ ἔξω ποιοῦσι· τὸ γὰρ πάντα εἰδέναι νωθῆ ποιεῖ καὶ ἐκκεχυμένον.

66

5

Ὁ ἅγιος Ἰωάννης ὁ Κωνσταντίνου πόλεως Ἐπίσκοπος ἐν τῷ ὑπομνήματι τῆς πρὸς Τιμόθεον δευτέρας Ἐπιστολῆς λέγει, ῥητοῦ προκειμένου “ ἐν τῇ πρώτῃ μου ἀπολογία πάντες με ἐγκατέλιπον” ποίαν πρώτην ἀπολογίαν λέγει; παρέστη ἤδη τῷ Νέρωνι, καὶ διέφυγεν· ἐπειδὴ δὲ τὸν οἰνοχόον αὐτοῦ κατήχησε, τότε αὐτὸν το ἀπέτεμεν· ἄλλοι δέ φησιν, ὅτι καὶ τὰς παλλακὰς αὐτοῦ κατή

χησεν.

ΕΚ ΤΟΥ ΠΡΟΛΟΓΟΥ ΤΟΥ ΕΝ ΤΗ͂Ι ΒΙΒΛΩΙ ΤΩ͂Ν ΕΠΙΣΤΟΛΩΝ ΤΟΥ ΑΥ̓ΤΟΥ͂ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ ΠΡΟΤΑΣΣΟΜΕΝΟΥ 9. Συνῆν δὲ τῷ Παύλῳ καὶ Ἀρίσταρχος, ὃν καὶ εἰκότως συναιχμάλωτόν που 15 τῶν Ἀποστόλων ἀποκαλεῖ, καὶ Λουκᾶς ὁ τὰς Πράξεις τῶν Ἀπο στόλων γραφῇ παραδούς· κἀκεῖσε οὖν ἐπὶ τῆς Ῥωμαίων ὁ Παῦλος διετίαν ὅλην αὖθις ἐφυλάττετο· ταῦτα γὰρ καὶ μέχρι τούτων ἱστορεῖ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, κατ' ἐκεῖνο καιροῦ τὸ βιβλίον συγγραψάμενος· καὶ καθεξῆς ἥκιστα τότε 20 γινώσκων· οὐδὲ γὰρ τὸ μαρτύριον τούτου ἐγκατέθετο τῇ βίβλῳ καταλιπόντες γὰρ αὐτὸν Λουκᾶς τε καὶ Ἀρίσταρχος ἐξῆλθον. Εὐσέβιος δὲ τοὺς μετέπειτα χρόνους ἀκριβῶς περιεργασάμενος, ἱστόρησεν ἡμῖν καὶ ἐν τῷ β' τόμῳ τῆς Ἐκκλησιαστικῆς ἱστορίας τούτου καὶ τὸ μαρτύριον· καί φησι τὸν Παῦλον ἄνετον διατρίψαι, 25 καὶ τὸν τοῦ Θεοῦ λόγον ἀκωλύτως κηρύξαι ἐπισημηνάμενος, τότε μὲν οὖν ἐπὶ Νέρωνος ἀπολογησάμενον τὸν Παῦλον αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν λόγος ἔχει στείλασθαι, πρὸς Καίσαρος ἀπολυθέντα, καὶ εὐαγγελίσασθαι ἐφ' ἑτέροις δέκα ἔτεσιν, εἰς ἄκρον δὲ μανίας ὁ Νέρων ἀφικόμενος, ἀνεῖλε μὲν Ἀγριππίναν πρώ- 30 τον τὴν ἰδίαν μητέρα, ἔτι δὲ καὶ τὴν ἀδελφὴν τοῦ πατρὸς, καὶ τὴν Οκταουΐαν τὴν ἑαυτοῦ γυναῖκα, καὶ ἄλλους μυρίους τῷ γένει προσήκοντας· μετέπειτα δὲ καθολικὸν διωγμὸν ἐκίνησε κατὰ τῶν

8

9 Nempe ex Euthalii Prolog. Zacagn. Monum. p. 531. r Sic Cod. sed leg. ἐπιστολῶν cum Zacagn.

5 ἀκταουίαν Cod.

66

66

Χριστιανῶν· καὶ οὕτως ἐπὶ τὰς κατὰ τῶν Ἀποστόλων ἐπήρθη σφαγάς. μεταστειλάμενος γὰρ τὸν Παῦλον, αὖθις ἐπὶ τοῦ βήματος παριστᾷ συνῆλθε πάλιν ὁ Λουκᾶς αὐτῷ· ἔνθα δὴ συνέβη τῷ Παύλῳ λς' ἔτει τοῦ σωτηρίου πάθους, τρισκαιδεκάτῳ δὲ Νέρωνος, μαρτυρῆσαι, ξίφει τὴν κεφαλὴν ἀποτμηθέντα. Ἔστι τοίνυν ἀπὸ 5 τοῦ ιθ' ἔτους Τιβερίου Καίσαρος, ἐξ οὗ κηρύσσειν τὸ Εὐαγγέλιον ἤρξατο, ἕως κβ', ἔτη δ'· καὶ τὰ Γαΐου δὲ ὡσαύτως ἔτη δ· αὖθις δὲ καὶ τὰ Κλαυδίου ἔτη μικρῷ ἔλαττον ιδ'· ὃν διαδεξάμενος Νέρων τρισκαιδεκάτῳ ἔτει τῆς αὐτοῦ ἀρχῆς τὸν Ἀπόστολον ἀνεῖλε· γράφει δ ̓ οὖν ὁ Ἀπόστολος Τιμοθέῳ, περὶ μὲν τῆς πρώτης αὐτοῦ ἀπο- το λογίας φάσκων τάδε· “ ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη “ ὁ δὲ Κύριος παρέστη, καὶ ἐνεδυνάμωσέ με· ἵνα δι ̓ ἐμοῦ τὸ κή ρυγμα πληροφορηθῇ, καὶ ἀκούσωσι πάντα τὰ ἔθνη· καὶ ἐρρύσθην “ ἐκ στόματος λέοντος” τοῦτον τὸν Νέρωνα εἶναι λέγων. περὶ δὲ 15 τῆς β', ἐν ᾗ τελειοῦται τῷ κατ ̓ αὐτὸν μαρτυρίῳ, φησὶ, “ την σε καλὴν διακονίαν σου πληροφόρησον· ἐγὼ γὰρ ἤδη σπένδομαι, σε καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκε” καὶ ὅτι Λουκᾶς ἦν πάλιν σὺν αὐτῷ, μετ' ὀλίγα τῆς Ἐπιστολῆς “ ἀσπάζεταί σε, γρά φει, σε Λουκᾶς ὁ σὺν ἐμοί.” Ἔστιν οὖν ὁ πᾶς χρόνος τοῦ κηρύγμα 20 τος Παύλου κα' ἔτος, καὶ ἕτερα β' ἔτη, ἃ ἐτέλεσεν ἐν τῷ κατὰ Καισαρείαν δεσμωτηρίῳ· πρὸς δὲ τούτους πάλιν τὰ ἐν Ῥώμῃ ἕτερα δύο· καὶ τὰ τελευταία δὲ ἔτη δέκα· ὥστε εἶναι τὰ πάντα ἀπὸ τῆς κλήσεως αὐτοῦ μέχρι τελειώσεως, δέ. Ἀλλὰ μήτις ἐπὶ τούτοις ἐμοὶ καταμεμφέσθω καὶ παραγραφέσθω τὰ καθεξῆς 25 τῶν Πράξεων, λέγων τὸν Λουκᾶν ταῦτα μὴ φάσκειν· ὃν ἐρήσεταί τις ἐχέφρων ἀνὴρ, εἰ τοὺς χρόνους, ὅταν οὐκ εἰσδέχῃ τοὺς μετέπειτα τῶν πράξεων, δός μοι, φησὶ, τὸν Λουκᾶν ἱστοροῦντα τοῦ Παύλου τὸ μαρτύριον· εἰ μὲν γὰρ τοῖς δυσὶ τούτοις μόνοις ἔτεσιν ὁ Λουκᾶς ἐμέτρησε Παύλου τὴν ἐν Ῥώμῃ ζωήν, τὸ μαρτύριον 3ο ἡμῖν ὑφηγησάμενος, οὐδεμιᾶς τινὸς ἡμῶν ἐδεῖτο περιεργίας τῶν χρόνων· ἀλλ ̓ ἐπειδὴ τὸ μαρτύριον ἡμῖν " οὗτος οὐ γράφει, ἔξωρον γὰρ καὶ μετὰ πολὺ τῆς βίβλου γεγένηται, πείθου λοιπὸν Εὐσε βίῳ τῷ χρονογράφῳ, καὶ τὴν ἱστορίαν εὐγνωμόνως ὡς φίλος εἰσδέ t Leg. ὦ τὰν cum Zacagn.

u

66

κι ἡμῶν Cod.

[ocr errors]

χου· οἱ γὰρ τοῦ Χριστοῦ μαθηταὶ πειθοῖ καὶ πίστει τὰς τῶν πατέρων διδασκαλίας τε καὶ παραδόσεις πρὸς οἰκοδομὴν παραδεχό μενοι, τῆς οὐρανιοῦ βασιλείας κληρόνομοι καθίστανται.

Μαρτυρολόγιον Παύλου τοῦ ̓Αποστόλου.

Ἐπὶ Νέρωνος τοῦ Καίσαρος Ῥωμαίων ἐμαρτύρησεν αὐτόθι 5 Παῦλος ὁ Ἀπόστολος ξίφει τὴν κεφαλὴν ἀποτμηθεὶς ἐν τῷ λς' ἔτει τοῦ σωτηρίου πάθους, τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος ἐν Ῥώμῃ πέμπτῃ ἡμέρᾳ τοῦ Πανέμου μηνός, ἥτις λέγοιτ ̓ ἂν παρὰ Ῥωμαίοις ἡ πρὸ τριῶν Καλανδῶν Ἰουλίων· καθ ̓ ἣν ἐτελειώθη ὁ ἅγιος Ἀπόστολος τῷ κατ ̓ αὐτὸν μαρτυρίῳ ξθ' ἔτει τῆς τοῦ Σωτῆρος ἡμῶν το παρουσίας. Ἔστιν οὖν ὁ πᾶς χρόνος ἐξ οὗ ἐμαρτύρησε, τλ' ἔτη μέχρι τῆς ὑπατίας, τετάρτης μὲν Ἀρκαδίου, τρίτης δὲ Ονωρίου, τῶν δύο ἀδελφῶν αὐτοκρατόρων Αὐγούστων, θ' ινδικτιῶνος τῆς ιέ έτηρικῆς περιόδου, μηνὶ Ἰουνίῳ κθ' ἡμέρᾳ.

Τέλος σὺν Θεῷ τῶν Πράξεων τῶν Ἀποστόλων.

« PreviousContinue »