Page images
PDF
EPUB

33

34

66

66

66

66

λέγοντος τοῦ Δαβίδ· “ Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθον ἐκ δεξιῶν μου” καὶ πάλιν ὁ Παῦλος· “ ἀπεκδεχόμενοι τὴν μακα ρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σε Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ” καὶ πάλιν· “ ἐν τῷ ὀνόματι Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθο-5 σε νίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.”

66

66

66

σε Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ ̓ ἡμῶν ὁ Θεός.” ὅταν ἀκούσωμεν λέγοντος τοῦ θεσπεσίου Πέτρου· “ τοῦτον τὸν Ἰησ σε σοῦν ἀνέστησεν ὁ Θεός” κ ̓ ἂν τὸν ὁρώμενον λέγῃς καὶ προσηλω-10 θέντα τῷ ξύλῳ, τὸν ταῖς τοῦ Θωμᾶ ψηλαφηθέντα χερσὶν, οὐδὲν ἧττον ἡμεῖς σεσαρκώμενον νοοῦμεν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἕνα τε καὶ τὸν αὐτὸν ὁμολογοῦμεν Υἱόν.

Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς, 15 ἐξέχεε τοῦτο ὁ ὑμεῖς βλέπετε καὶ ἀκούετε.

66

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. “ Ἐξέχεε, φησὶν, οὐκ ἀξίωμα ζητῶν· καὶ οὐχ ἁπλῶς ἀλλὰ μετὰ δαψιλείας.

Οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς τοὺς οὐρανοὺς, λέγει δὲ αὐτός.

Τοῦ Αὐτοῦ. Θαρρούντως λοιπὸν μετὰ τὴν τοῦ Πνεύματος δόσιν, καὶ περὶ τῆς εἰς οὐρανὸν ἀναλήψεως διαλέγεται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάλιν τὸν μάρτυρα παράγων καὶ ἐκείνους ἀναμιμνήσκων περὶ οὗ καὶ ὁ Χριστὸς εἶπεν· “ οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς οὐ

66

20

ρανούς...” οὐκέτι ἐνταῦθα μεθ ̓ ὑποστολῆς λέγει, ἔχων τὸ ἀπὸ τῶν 25 εἰρημένων θάρσος· οὐ λέγει ἐξὸν εἰπεῖν, οὐ δὲ ὅσα τοιαῦτα· λέγει δὲ αὐτὸς “ εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου,” καὶ τὰ ἑξῆς.

τα

Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου. ΣΕΥΗΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΑΠΟ ΛΟΓΟΥ ΡΚΓ. Τὸ ἰσότιμον Υἱοῦ καὶ Πατρὸς διὰ τούτου νοοῦμεν· ἐπὶ γὰρ τῆς ἀσω- 30 μάτου οὐσίας οὐ δυνατὸν νοῆσαι δεξιὸν ἢ ἀριστερόν.

35 Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν

σου.

f ψηλαφιθέντα Cod.

Τοῦ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. Καὶ τίνες ἂν εἶεν οἱ ἐχθροὶ, ὁ Ἀπόστολος δηλοῖ βοῶν· σε ὅταν καταρ

66

“ γήσῃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκρατορας, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ Θάνατος.”

66

Ἐνταῦθα καὶ φόβον ἐπέστησε μέγαν, ὥσπερ ἐν τῇ ἀρχῇ.

36 ̓Ασφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.

5

Καλῶς ἐνταῦθα ἔληξε διασείων αὐτῶν τὴν διάνοιαν· ἐπειδὴ γὰρ ἔδειξεν ἡλίκον ἐστὶ, τότε λοιπὸν καὶ τὸ τόλμημα ἐγύμνωσεν, ὥστε το μείζονα δεῖξαι καὶ τῷ φόβῳ αὐτοὺς ἑλεῖν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΚ ΤΟΥ͂ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΥΠΟΜΝΗΜΑΤΟΣ. Ταύτην γὰρ πρώτην πρὸς Ἰουδαίους ἐδημηγόρει δημηγορίαν· οὐδὲν οὖν περὶ τῆς θεότητος αὐτοῦ μαθεῖν σαφὲς ἴσχυον· διὰ τοῦτο τοῖς περὶ τὴν οἰκονομίαν ἐνδιατρίβει λόγοις· ἵνα τούτοις ἡ ἀκοὴ γυμνα- 15 σθεῖσα, τῇ λοιπῇ προοδοποιήσῃ διδασκαλίᾳ· καὶ εἰ ἕλοιτό τις τὴν δημηγορίαν πᾶσαν ἄνωθεν διελθεῖν, εὑρήσει τοῦτο ὃ λέγω· καὶ γὰρ ἄνδρα αὐτὸν καλεῖ καὶ αὐτὸς, καὶ τοῖς τῆς οἰκονομίας ἐνδια τρίβει λόγοις.

«Περὶ πίστεως τῶν παρόντων διὰ τοῦ βαπτίσματος αὐτῶν σωτηρίας. 37 ̓Ακούοντες δὲ κατενύγησαν τὴν καρδίαν· εἶπον τὲ πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ̓Αποστόλους· τί ποιήσωμεν ἄνδρες ἀδελφοί ;

20

Του ΧΡΥΣΟΣΤΟΜοτ. Οὓς πλάνους ἐκάλουν, ἀδελφοὺς καλοῦ σιν· οὐχὶ τοσοῦτον ἑαυτοὺς παρεξισάζοντες, ὅσον εἰς φιλοστοργίαν 25 ἐπισπώμενοι καὶ κηδεμονίαν· πάντων δὲ ἐρωτηθέντων ὁ Πέτρος ἀποκρίνεται.

38 Πέτρος δὲ ἔφη πρὸς αὐτούς· μετανοήσατε, καὶ βα πτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν.

Τοῦ Αὐτοῦ. Καὶ μὴν ἕτερος τῶν ἐνταῦθα δικαστηρίων ὁ νόμος

g Asteriscus deest.

30

ἐπὶ δὲ τοῦ κηρύγματος, ὅταν ὁ ἡμαρτηκὼς ὁμολογήσῃ, τότε σώζεται.

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Βαλανεῖον γάρ ἐστι πνευματικὸν ἡ ἐκκλησία, οὐ ῥύπον σώματος, ἀλλὰ ψυχῆς ἀποσμῆχον κηλίδα τοῖς πολλοῖς τῆς μετανοίας τρόποις.

66

5

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Εἴτις νομίζει τοῦτο ἐκείνῳ μάχεσθαι, τῷ “ βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ “ τοῦ Ἁγίου Πνεύματος, γινωσκέτω ὡς ἡ Ἐκκλησία διαίρετον νοοῦσα τὴν Ἁγίαν Τριάδα, τίθεται τὸν Πατέρα Υἱοῦ εἶναι καὶ τὸν Υἱὸν Πατρὸς, καὶ τὸ Ἅγιον Πνεῦμα Πατρὸς καὶ Υἱοῦ τυγχάνειν το ὡς διὰ τὴν ἕνωσιν τὴν ὁμοούσιον ἐν τρισὶν ὑποστάσεσι, τὸν βαπτι ζόμενον εἰς ὄνομα Χριστοῦ, εἰς τὴν Τριάδα βαπτίζεσθαι, οὐκ ἀπομεριζομένου τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος.

Τοῦ Αὐτοῦ. Καίτοι εἰ μὴ ἦν τὸ ὄνομα τοῦ Πατρὸς, Θεός· καὶ τοῦ Υἱοῦ, Θεός· καὶ τοῦ Ἁγίου Πνεύματος, Θεός· ἐχρῆν νομοθε- 15 τῆσαι εἰς τὸ ὄνομα Θεοῦ Ἰησοῦ, ἢ εἰς τὸν Ἰησοῦν μόνον· ἀλλ ̓ “ εἰς “ τὸ ὄνομα Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν εἰδὼς ὅτι τὸ ὄνομα Ἰησοῦ ὁ Θεός ἐστιν, ὥσπερ καὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος καὶ φησὶ, σε λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος” ὁρᾶς πῶς μίαν δωρεὰν ἀνέδειξε τοῦ Χριστοῦ καὶ τοῦ Πνεύματος· ὡς μιᾶς 20 οὔσης τῆς ἀξίας.

ΔΙΔΥΜΟΥ. Τοῦ Σωτῆρος προστάξαντος τοὺς τετελειωμένους βαπτίζεσθαι εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος, οὐ φρονίμως τινὲς ἐντυγχάνοντες τοῖς γεγραμμένοις, ἀκούοντες τῆς προτροπῆς Πέτρου παραινοῦντος βαπτισθῆναι ἕκαστον ἐν τῷ ὀνό- 25 ματι Ἰησοῦ Χριστοῦ, οἷον τὴν ἰσοδύναμον τὴν μίαν ταῖς τρισὶ προσηγορίαις τοῦ Σαβελλίου τρωθέντες γνώμῃ ἡ μέντοιγε Εκκλησία ἀδιαίρετον καὶ ἄσχιστον νοοῦσα τὴν Τριάδα, τίθεται τὸν Πατέρα Υἱοῦ, καὶ τὸν Υἱὸν Πατρὸς εἶναι· καὶ τὸ Ἅγιον Πνεῦμα Πατρὸς καὶ Υἱοῦ τυγχάνειν· ὡς διὰ τὴν ἕνωσιν ταύτην, τὸν βαπτι- 30 ζόμενον εἰς ὄνομα Χριστοῦ, κατὰ τὴν Τριάδα βαπτίζεσθαι· οὐκ ἀπομεριζομένου τοῦ Θεοῦ περιγραφαῖς καὶ διαστάσεσι Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος.

Καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος 39 ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν.

35

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Αξιόπιστος ὁ λόγος, ἐξ ὧν αὐτοὶ ἔλαβον· τέως τὸ εὔκολον λέγει καὶ πολλὴν ἔχον δωρεάν, καὶ τότε ἐπὶ τὸν βίον ἄγει· ὑπόθεσις γὰρ αὐτοῖς ἔσται σπουδῆς τὸ ἤδη γεύσασθαι τῶν τοσούτων ἀγαθῶν· ἐπειδὴ δὲ ἐπόθει ἀκοῦσαι ὁ ἀκροάτης τί ἦν τὸ τῶν πλειόνων λόγων κεφάλαιον· τοῦτό ἐστι, φησὶν, ἡ δωρεὰ τοῦ 5 Ἁγίου Πνεύματος· ἐπήνεσαν τὰ λεχθέντα καίτοι φόβου γέμοντα, καὶ μετὰ τὴν συγκατάθεσιν τότε ἐπὶ τὸ βάπτισμα ἐξέρχονται.

Καὶ πᾶσι τοῖς εἰς μακρὰν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.

Τοῦ Αὐτοῦ. Πολλῷ μᾶλλον ὑμῖν τοῖς ἐγγύς.

40 Ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρατο καὶ παρεκά λει αὐτοὺς λέγων, σώθητε ἀπό τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.

66

66

10

Ορα αὐτὸν πανταχοῦ ἐπιτέμνοντα καὶ οὐ φιλοτιμούμενον, οὐδὲ δεικτιῶντας σε διεμαρτύρατό, φησι, “ καὶ παρεκάλει λέγων” ἀπηρε 15 τισμένη αὕτη ἡ διδασκαλία, τὸ μὲν φόβον, τὸ δὲ ἀγάπην ἔχουσα. 41 Οἱ μὲν οὖν ἀσμένως δεξάμενοι τὸν λόγον αὐτοῦ, ἐβαπτίσθησαν.

Πῶς οἴη τοῦτο τοὺς Ἀποστόλους ἀνεκτήσατο; μᾶλλον τοῦ σημείου.

Καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.

20

Ἐνταῦθα πληροῦται ἡ προφητεία τοῦ θεσπεσίου Ἡσαιοῦ λέω γουσα. “ τίς ἤκουσε τοιοῦτον, καὶ τίς ἑώρακεν οὕτως ; εἰ ἔδινε γῆ “ ἐν μιᾷ ἡμέρᾳ, εἰ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ· ὅτι ἔδινε καὶ 25 “ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς· ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν

66

66

ταύτην· εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες οἱ

ἀγαπῶντες αὐτήν.” Καὶ ἃ διὰ λόγων ὁ προφήτης ἐδίδαξεν, ἐν ταῦθα ἡ πείρα δείκνυσιν ἐναργῶς.

Κατὰ τὴν θείαν πίστιν καὶ ὁ ἀριθμὸς τῶν ἀρξαμένων πιστεύειν 30 τῷ θείῳ βαπτίσματι· τρεῖς χιλιάδες ὁμοουσίων εἰς Τριάδα ὁμοού σιν ἐβαπτίσθησαν.

h Sic Cod.

42

Περὶ ὁμονοίας κοινωφελοῦς καὶ προσθήκης τῶν πιστῶν. Ησαν δὲ προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ διδαχῇ τῶν Ἀποστόλων καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.

66

66

66

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Δύο ἀρεταὶ καὶ τὸ προσκαρτερεῖν καὶ τὸ 5 “ ὁμοθυμαδὸν τῇ διδαχῇ” φησὶν “ τῶν Ἀποστόλων” πάλιν γὰρ αὐτ τοὺς ἐδίδασκον, “ καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου, καὶ · τῇ προσευχῇ” πάντα κοινά πάντα μετὰ καρτερίας· οὐ γὰρ μίαν ἡμέραν, οὐ δύο καὶ τρεῖς, ἀλλ ̓ ἐπὶ πολλὰς ἐδιδάσκοντο, ἅτε ἐφ ̓ ἕτερον μεταστάντες βίον.

66

43 Εγένετο δὲ πάσῃ ψυχῇ φόβος πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν Ἀποστόλων ἐγίνετο εἰς Ἱερουσαλήμ φόβος τὲ ἦν μέγας ἐπὶ πάντας αὐτούς.

44

45

10

Τοῦ Αὐτοῦ. Οὐ γὰρ ὡς τῶν τυχόντων κατεφρόνουν· οὐδὲ τοῖς ὁρωμένοις προσεῖχον· ἄρα πεπύρωτο αὐτῶν ἡ διάνοια· ἐπειδὴ γὰρ 15 ἄνωθεν ἦν πόλυς ῥέων ὁ Πέτρος, καὶ ἐδείκνυ τὰς ἐπαγγελίας καὶ τὰ μέλλοντα, εἰκότως ἐξέστησαν τῷ φόβῳ καὶ διεμαρτύρει τοῖς λεγομένοις τὰ θαύματα καθάπερ ἐπὶ τοῦ Χριστοῦ πρότερον σημεῖα· εἶτα διδασκαλία· εἶτα θαύματα· οὕτω καὶ νῦν.

Τοῦ Αὐτοῦ. Καὶ τῶν οὐ πιστευσάντων δηλονότι, τοσαύτην 20 μεταβολὴν ἀθρόον ἰδόντων, καὶ ἀπὸ τῶν σημείων.

Καὶ πάντες δὲ οἱ πιστεύσαντες ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα κοινά.

Τοῦ Αὐτοῦ. Ὁρᾶς εὐθέως ὅση ἦν ἐπίδοσις, οὐ γὰρ ἐν ταῖς εὐχαῖς μόνον ἡ κοινωνία, οὐδὲ ἐν τῇ διδασκαλίᾳ, ἀλλὰ καὶ ἐν τῇ 25 πολιτεία.

Καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχε.

ΑΜΜΩΝΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ. Σημειωτέον ὅτι ὡς ἐπὶ μιᾶς ψυχῆς καὶ ἐπὶ ἑνὸς σώματος οὕτω δεῖ φρονεῖν περὶ παντὸς πιστοῦ· καὶ 30 ὁ τῆς Ἐκκλησίας θεσμὸς κοινὸν βίον θέλει ἔχειν ἅπαντας μεθ ̓ ἑαυτῶν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐχ ἁπλῶς καθάπερ οἱ παρ' Έλλησι

« PreviousContinue »