Page images
PDF
EPUB

46

σοφοὶ, οἱ μὲν ἀνῆκαν τὴν γῆν, οἱ δὲ εἰς θάλασσαν ἔρριψαν πολὺ χρυσίον· τοῦτο δὲ οὐχ ὑπεροψίᾳ χρημάτων, ἀλλὰ μωρίᾳ καὶ ἀνοίᾳ. ἐσπούδασε γὰρ ὁ Διάβολος ἀεὶ τοῦ Θεοῦ τὰ κτίσματα διαβάλλειν, ὡς οὐκ ἐνὸν καλῶς χρήσασθαι χρήμασιν· ἐνταῦθα δὲ οὐδεὶς ἕτερος ἑτέρου πλεῖον εἶχε, καὶ ταχέως ἦλθεν ἐπὶ τὸ αὐτὸ 5 ἐπὶ τὸ πᾶσι μεταδοῦναι· τοῦτο πολιτεία ἀγγελική, μηδὲν αὐτῶν λέγειν ἴδιον εἶναι· εὐθέως ἡ ῥίζα τῶν κακῶν ἐξεκόπη· δι ̓ ὧν ἔπρατ τον ἔδειξαν ἃ ἤκουσαν· τοῦτο ἦν ὃ ἔλεγε, “σώθητε ἀπὸ τῆς γενεᾶς “ τῆς σκολιᾶς ταύτης.”

66

Πλούσιοι ὄντες ἡδέως ἐπτώχευον, μεμνημένοι τοῦ δι ̓ αὐτοὺς το πτωχεύσαντος πλουσίου Θεοῦ.

Καθ' ἡμέραν τὲ προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τῆς διδασκαλίας ἀπήλαυον· σκόπει πῶς μὲν οὐδὲν ἕτερον ἐποίουν Ἰουδαῖοι, οὐ μικρὸν, οὐ μέγα, ἀλλὰ τῷ 15 ἱερῷ προσήδρευον· ἅτε γὰρ σπουδαιότεροι γεγενημένοι καὶ περὶ τὸν τόπον πλείονα εὐλάβειαν εἶχον· οὐ γὰρ ἀπέσπων αὐτοὺς οἱ Ἀπόστολοι τέως ὥστε μὴ βλάψαι.

Τοῦ Αὐτοῦ. Τουτέστι μία ψυχή· καὶ οὐδὲ ἐνταῦθα λέγει τὴν διδασκαλίαν, ἐπιτέμνων τὸν λόγον· ἅτε γὰρ νέους παῖδας ἔτρεφον τῇ τροφῇ τῇ πνευματικῇ ἄγγελοι γεγόνασιν ἐξαίφνης ἅπαντες, εὐχῇ καὶ ἀκροάσει προσκαρτεροῦντες· εἶδον ὅτι τὰ πνευματικὰ κοινὰ, καὶ οὐδεὶς ἕτερος ἑτέρου πλεῖον ἔχει, καὶ ταχέως ἦλθον ἐπὶ τοῦτο ἐπὶ τὸ πᾶσι μεταδοῦναι. Καὶ μετ' ὀλίγα—Ἐπειδὴ τρισχίλιοι γεγόνασιν, ἐξάγαγον αὐτοὺς λοιπὸν ἔξω· ἅμα δὲ τῆς τοῦ 25 Πνεύματος παρρησίας πολλῆς οὔσης, καθημέραν τε ὥσπερ εἰς ἱερὸν ἀνήεσαν τόπον· ἐπεὶ καὶ Πέτρος καὶ Ἰωάννης μικρὸν ὕστερον τοῦτο ποιοῦσιν· οὐδὲν γὰρ τέως παρεκίνουν τῶν Ἰουδαϊκῶν. Καὶ αὐτὴ δὲ ἡ τιμὴ εἰς τὸν τόπον διέβαινε τὸ ἐν τῷ οἴκῳ ἐσθίειν· ποίῳ οἴκῳ; ἐν τῷ ἱερῷ· καὶ ὅρα εὐλαβείας ἐπίδοσιν χρήματα ἔρριψαν 30 καὶ ἔχαιρον· καὶ πολλὴ ἦν ἡ εὐφροσύνη· μείζονα γὰρ ἦν ἃ ἐλάμε βανον ἄπινα· οὐδεὶς ἀνείδιζεν, οὐδεὶς ἐφθόνει, οὐδεὶς ἐβάσκαινεν· οὐκ ἦν τύφος, οὐκ ἦν ἐξουδένωσις· καθάπερ παιδία ἐνόμιζον ὄντως παιδεύεσθαι· ὡς ἀρτίτοκοι οὕτω διέκειντο· καὶ τί λέγω ὡς ἐν ἀμυδρᾷ εἰκόνι ; εἰ μέμνησθε ὅτε τὴν πόλιν ἡμῖν ἔσεισεν ὁ Θεὸς, καὶ πάντες 35

ἦσαν συνεσταλμένοι, οὕτω τότε ἐκεῖνοι διέκειντο· οὐδεὶς πονηρὸς, οὐδεὶς ὑποῦλος ἦν καὶ γὰρ τοιοῦτον ὁ φόβος, τοιοῦτον αἱ θλίψεις· οὐκ ἦν τὸ ἐμὸν καὶ τὸ σόν· διὰ τοῦτο ἀγαλλίασις ἦν ἐπὶ τῆς τραπέζης· οὐδεὶς ὡς ἐξ ἰδίων ἐσθίων διέκειτο, οὐδεὶς ὡς ἐξ ἀλλοτρίων· καίτοι δοκεῖ αἴνιγμα εἶναι· οὐτὲ ἀλλότρια ἐνόμιζον εἶναι τὰ τῶν5 ἀδελφῶν, δεσποτικὰ γὰρ ἦν· οὔτε ἴδια, ἀλλὰ τῶν ἀδελφῶν· οὔτε ὁ πένης ἠσχύνετο, οὔτε ὁ πλούσιος ἐτυφοῦτο· τοῦτό ἐστιν ἀγαλλίασις· κἀκεῖνος ὡς εὐεργετούμενος διέκειτο, καὶ εὖ πάσχων μᾶλλον· καὶ οὗτοι ὡς δοξαζόμενοι· ταύτῃ καὶ πάνυ πρὸς αὐτοὺς ἦσαν συνδεδεμέ

Καὶ μετ ̓ ὀλίγα—Ορα πόσα αὐτοῖς προμαρτυρεῖ· πίστιν το γνησίαν· βίον ὀρθόν· τὴν ἐν ἀκροάσει καρτερίαν τὴν ἐν εὐχαῖς· τὴν ἐν ἀσφαλείᾳ· τὴν ἐν εὐφροσύνῃ· δύο ἦν ἱκανὰ καλεῖν αὐτοὺς εἰς ἀθυμίαν· ὅτε νηστεία καὶ τὰ χρήματα ἀπόλλυσθαι· ἀλλὰ διά τε ἀμφότερα ἔχαιρον· τίς γὰρ τοὺς οὕτω διακειμένους οὐκ ἂν ἠγάπησεν ὡς πατέρας κοινούς· οὐδὲν ἔτικτον πονηρὸν κατ ̓ ἀλλήλων 15 τὸ πᾶν ἐπέτρεπον τῇ χάριτι τοῦ Θεοῦ.

Κλωντές τε κατ ̓ οἶκον ἄρτον, μετελάμβανον τροφῆς 47 ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας· αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ Κύριος προσετίθει τοῖς σωζομένοις καθ' ἡμέραν τῇ 20 ἐκκλησία.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τὸν ἄρτον δοκεῖ μοι λέγων, καὶ νηστείαν ἐνταῦθα σημαίνειν καὶ σκληρὸν βίον τροφῆς γὰρ οὐ τρυφῆς μετελάμβανον.

Τοῦ Αὐτοῦ. Ὁρᾶς ὅτι οὐχ ἡ τρυφὴ ἀλλ ̓ ἡ τροφὴ τὴν ἀπό- 25 λαυσιν ἐποίει· οἱ μὲν γὰρ τρυφῶντες ἐν κολάσει καὶ λύπῃ, οὗτοι δὲ οὐχί. Ορᾶς ὅτι οἱ Πέτρου λόγοι καὶ τοῦτον εἶχον τὸν τοῦ βίου σωφρονισμόν· οὐ γὰρ ἔνι γενέσθαι ἀγαλλίασιν, μὴ ἀφε λείας οὔσης.

Τοῦ Αὐτοῦ. Πῶς εἶχον χάριν πρὸς ὅλον τὸν λαόν; δι ̓ ὧν 30 ἐποίουν, διὰ τῆς ἐλεημοσύνης· μὴ γάρ μοι ὅτι οἱ ἀρχιερεῖς ἐπι έστησαν αὐτοῖς ὑπὸ φθόνου καὶ βασκανίας τοῦτο ἴδῃς, ἀλλ ̓ ὅτι πρὸς τὸν λαὸν χάριν εἶχον.

i Lacunam indic. rec. m.

Τοῦ Αὐτοῦ. Πάλιν ὁμόνοια· ἡ ἀγάπη τὸ πάντων αἴτιον τῶν ἀγαθῶν· οὐκ ἤρκει τὰ λεχθέντα· ἐκεῖνα μὲν γὰρ ὥστε ἐπάγεσθαι πρὸς τὴν πίστιν ἦν ἱκανά· ταῦτα δὲ, τίνα χρὴ τὸν πιστὸν ποιεῖν.

ΕΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Ὁ συνεργῶν Κύριος τοῖς προαιρουμένοις τὸ ἀγαθὸν τοὺς σπουδάζοντας συγκαταριθμηθῆναι, μᾶλλον δὲ 5 ἑνωθῆναι τοῖς προλαβοῦσι, τὴν πίστιν προσετίθει καθ ̓ ἑκάστην τῇ Ἐκκλησίᾳ ἐπὶ τὸ αὐτό· νοήσεις δὲ τὸ λεγόμενον ἐκ τοῦ εἰρημένου ἐν Εὐαγγελίῳ· “ Πᾶν ὃ δίδωσί μοι ὁ Πατήρ μου, πρὸς ἐμὲ ἥξει” τὸν γὰρ ἐρχόμενον πρὸς τὸν Υἱὸν, δίδωσιν αὐτῷ ὁ Πατήρ δηλοῖ δὲ τὸ ἔρχεσθαι προαιρετικὴν ὁρμὴν, τὸ δὲ δεδόσθαι ὑπὸ τοῦ Πατρὸς το συνεργίαν τελειοῦσαν τὴν ὁρμὴν τοῦ παρ' ἰδίαν βούλησιν ἐρχομέ νου· ὅθεν οἰχέσθω ὁ μύθος τῶν τὰς φύσεις εἰσαγόντων· τοὺς γὰρ οὕτως ἔχοντας ἡ φύσις αὐτῶν προστίθησιν αὐτοὺς τοῖς πιστοῖς, ἀλλ ̓ οὐχ ὁ Κύριος.

ΚΕΦ. Δ.

Περὶ τῆς ἐν Χριστῷ θεραπείας τοῦ ἐκ γενετῆς* χωλοῦ· Πέτρου τὲ κατηχήσεως ἐκλεκτῆς1 συμπαθητικῆς, συμβουλευτικῆς πρὸς σωτηρίαν αὐτῶν.

Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς 2τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην· καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας τῆς μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ' ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν.

15

20

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Πανταχοῦ φαίνονται οὗτοι βεβαίαν ἔχοντες τὴν ὁμόνοιαν τούτῳ νεύει ὁ Πέτρος· ὁμοῦ εἰς τὸν τάφον 25 ἀπῆλθον περὶ αὐτοῦ φησὶ τῷ Χριστῷ, “ οὗτος δὲ τί;” τὰ μὲν οὖν ἄλλα σημεῖα παρεῖδεν ὁ τὸ βιβλίον συγγράφων λέγει δὲ σημεῖον ἀφ ̓ οὗ πάντας ἐκίνησε. Καὶ ὅρα πάλιν αὐτοὺς, οὐ προη γουμένως ἐπ' αὐτὰ ἐρχομένους· οὕτω φιλοτίμως ἦσαν καθαροί. Καὶ μετ' ὀλίγα—Φυσικὸν τὸ πάθος ἦν· κρεῖττον τεχνῆς ἰατρικῆς" 30 τεσσαράκοντα ἦν ἔτη πεποιηκὼς ἐν τῇ Γαλιλαίᾳ καθὼς προϊὼν φησίν· οὐδεὶς αὐτὸν ἐν πάντι τῷ χρόνῳ ἐθεράπευσε· ταῦτα γὰρ μάλιστα δύσκολά ἐστιν ἅπερ ἂν ἐκ γενετής ᾖ· καὶ ἐπίσημος δὲ ὁ ἀνὴρ ἦν, ἀπό τε τοῦ τόπου, ἀπό τε τοῦ πάθους.

[blocks in formation]

.m

[blocks in formation]

I

ΣΕΤΗΡΟΥ ΑΡΧΙΕΠΙΣκόπου ἈΝΤΙΟΧΕΙΑΣ. Δοκεῖ γὰρ ὁ χωλὸς οὗτος τύπον ἐπέχειν πάσης τῆς ἀνθρωπότητος, ἤγουν τῆς ἐκ τῶν ἀθέων καὶ ἐλπίδα μὴ ἐχόντων ἐθνῶν συλλεγείσης Ἐκκλησίας καὶ περιποιηθείσης, ὡς γέγραπται· ἥντινα νενεκρωμένην μὲν ἐζωοποίη σεν ὁ Χριστὸς τῷ οἰκείῳ θανάτῳ, παρειμένην δὲ πρὸς τὰ τῆς 5 δικαιοσύνης ἔργα καὶ βαίνειν τὸ παράπαν οὐ δυναμένην, ἀλλ ̓ ἔξω κειμένην τοῦ ἱεροῦ, τὴν χεῖρα τῆς διδασκαλίας ὀρέξαντες, ἀνέστησαν οἱ Ἀπόστολοι· ἀργύριον μὲν καὶ χρυσίον οὐ δόντες, εἰ καὶ περὶ ταῦτα ἐκεχήνει, καὶ περὶ τὴν ὑλικὴν φαντασίαν ἐπτόητο τὴν δὲ ὡραίαν αὐτῇ θύραν ὅλην ἀνοίξαντες· ἥτις ἐστὶν Ἰησοῦς, το σε ὁ ὡραῖος μὲν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὡς ὁ Προφήτης φησὶν, εἰσάγων δὲ τοὺς πιστεύοντας πρὸς τὴν ἑαυτοῦ γνῶσιν καὶ τοῦ Πατρὸς οἷα δὴ θύρα· καὶ ἐν Εὐαγγελίοις βοᾷ σε ἐγώ εἰμι ἡ θύρα.

66

3 Ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς 15 4τὸ ἱερὸν, ἠρώτα ἐλεημοσύνην λαβεῖν· ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ, εἶπε· βλέψον εἰς ἡμᾶς· 5 ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ' αὐτῶν λαβεῖν.

ΣΕΥΗΡΟΥ Απὸ ΛόΓΟΥ ΟΔ. Διὰ τοῦτο ὡς ἔοικεν ὁ χωλὸς καὶ Πέτρον ᾔτει καὶ Ἰωάννην τὴν τοιαύτην εἰσφορὰν εἰσφέρειν αὐτῷ, 20 δεικνὺς ὡς καὶ τοῖς κατ ̓ ἐκείνου τὴν ἀρετὴν εἰς προσευχὴν πορευομένοις ἀναγκαῖος ὁ περὶ τοὺς ἐνδεεῖς οἶκτος καὶ ἔλεος. 8

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ οὐδὲ οὕτως ἀνέστη αὐτοῦ ἡ διάνοια, ἀλλ ̓ ἐπέμενεν ἐνοχλῶν· τοιοῦτον γὰρ ἡ πενία· καὶ εὐρώστους ἀπὸ αγορεύοντας ἐπιμένειν ἀναγκάζει· αἰσχυνθῶμεν οἱ ἐν ταῖς εὐχαῖς 25 ἀποπηδῶντες. Ορα δέ μοι τὴν ἐπιείκειαν τοῦ Πέτρου· “ εἶπέ,” φησι, “ βλέψον εἰς ἡμᾶς” οὕτως αὐτῶν τὸ σχῆμα αὐτόθεν ἐδείκνυ τὸν τρόπον.

66

6 Εἶπε δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ 30 7 Χριστοῦ τοῦ Ναζωραίου, ἔγειρε καὶ περιπάτει. καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν.

ΣΕΤΗΡΟΥ ΑΝΤΙΟΧΕΙΑΣ. Αρέσκει σοι, φησὶν, εἰς διδασκαλίαν, καὶ τὴν ἐκ ταύτης ὑγείαν καὶ ἐπανόρθωσιν, τὸ μόνον ἰδεῖν ἡμᾶς

ἔασον οὖν τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ξόανα καὶ σεβάσματα τῶν ἐθνῶν· τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἃ καθ άπερ σὺ πόδας ἔχεις καὶ οὐ περιπατεῖς.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὕτως οὐδὲν εἶχον, καὶ ὅμως πάντα κατ εἴχον· τί ταύτης σεμνότερον τῆς φωνῆς ; τί μακαριώτερον; ἕτε-5 ροι μὲν γὰρ ἐπὶ τοῖς ἐναντίας ἁβρύνονται, λέγοντες, ἔχω τόσα καὶ τόσα χρυσίου τάλαντα, καὶ πλέθρα γῆς ἄπειρα, καὶ οἰκίας καὶ ἀνδράποδα· οὗτος δὲ ἐπὶ τὸ πάντων εἶναι γυμνόν· καὶ οὐ κατα δύεται τῇ πενίᾳ, ὅπερ πάσχουσιν οἱ ἀνόητοι· ἀλλ ̓ οὐδὲ ἐγκαλύ πτονται καὶ καλλωπίζονται. Καὶ μετ' ὀλίγα—Ἤκουσα τῆς Πέ- το τρον φωνῆς τῆς ἐπιδεικνυμένης πενίαν πλούτου μητέρα τῆς οὐδὲν ἐχούσης καὶ τῶν τὰ διαδήματα περικειμένων εὐπορωτέρας· αὕτη γὰρ μηδὲν ἔχουσα, καὶ νεκροὺς ἀνίστη, καὶ χωλοὺς διώρθου, καὶ δαίμονας ἤλαυνε· καὶ τοιαῦτα ἐχαρίζετο, ἅπερ οἱ τὴν ἁλουργίδα περιβεβλημένοι, καὶ τὰ μεγάλα καὶ φοβερὰ στρατόπεδα ἄγοντες, 15 οὐδέποτε ἴσχυσαν χαρίσασθαι.

ΣΕΤΗΡΟΥ ἀπὸ ΛΟΓΟΥ ΟΔ. Διδάσκων ὡς χρὴ μᾶλλον οὗ ἔχει τις, τούτου μεταδιδόναι τοῖς ἐνδεέσιν, εἴτε ἐν λόγῳ, εἴτε ἐν ἔργῳ τυγχάνει, καὶ μὴ ἴδιον ἀλλὰ κοινὸν τὸ κτῆμα λογίζεσθαι καὶ τὸν δεδωκότα ἐννοεῖν καὶ ἑαυτοῦ κατεπάδειν καὶ λέγειν· τί ἔχεις ὃ οὐκ ἔλαβες; Καὶ μετ' ὀλίγα—Ἀλλ ̓ ἴδωμεν πῶς ἐν τύπῳ τοῦ χωλοῦ τὴν Ἐκκλησίαν διανέστησε Πέτρος καὶ Ἰωάννης καὶ οἱ λοιποὶ τῶν Ἀποστόλων, ὁμοίως πρὸς τὴν θεογνωσίαν πάλαι χωλεύ ουσαν, καὶ ἐκ κοιλίας μητρὸς αὐτῆς ἁμαρτίᾳ παρειμένην διὰ τὴν τοῦ Ἀδὰμ καὶ τῆς Εὔας παράβασιν. Καὶ μετ ̓ ὀλίγα—“Ἐν τῷ 25 ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειρε καὶ περιπάτει” καὶ ταῦτα εἴποντες καὶ λαμβανόμενοι τῆς δεξιᾶς χειρὸς αὐτοῦ ἤγει ραν· οὐ γὰρ ἂν δεξιάν τινα καὶ εἰς ἀρετὴν φέρουσαν πρᾶξιν ἐνερ γῆσαι ἴσχυσεν, εἰ μὴ τὴν δεξιὰν καὶ τὴν φυσικὴν αὐτῆς δύναμιν τοῖς διδάγμασιν ἐπέρρωσαν οἱ Ἀπόστολοι, χειρὶ χεῖρα ἀνάψαντες 30 καὶ “ παραχρῆμα ἐστερεώθησαν αἱ βάσεις αὐτοῦ καὶ τὰ σφυρά” ἔστησε γὰρ τοὺς πόδας εἰς τὴν πέτραν τῆς πίστεως.

66

66

Παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά.

· αὐτῆς Cod.

... αὐτῆς Cod.

« PreviousContinue »