Page images
PDF
EPUB

τῶν προφητῶν αὐτοῦ, παθεῖν τὸν Χριστὸν αὐτοῦ, ἐπλή19ρωσεν οὕτως μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας.

Τοῦ Αὐτοῦ. Ἐνταῦθα τὸν περὶ τῆς οἰκονομίας κινεῖ λόγον· ἐν βραχεῖ ῥήματι πέλαγος ἄφατον ἀνοίξας· ὁ γὰρ ἀνέκφραστος καὶ 5 ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ὁ δόξαν ἔχων ἄφατον, ὁ φῶς οἰκῶν ἀπρόσιτον, μεγαλωσύνην ἀπέραντον· τοῦτο γάρ ἐστι, πλούσιος ὢν ἐπτώχευσεν· ἄνθρωπος ἐγένετο, κατεδικάσθη, ἐσταυρώθη, τα μύρια ἔπαθεν.

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Τινὲς τῶν προφητῶν προεκήρυξαν τὴν ἐπι- 10 δημίαν τοῦ Κυρίου, καὶ τὰ πάθη ἃ ὑπὲρ ἀνθρώπων ἔμελλεν ἀναδέξασθαι τὰς περὶ τούτων οὖν προφητείας ἐκβεβηκυίας ἐν τῷ σταυρωθῆναι Χριστὸν, ἐπλήρωσεν ὁ Θεός· ὅθεν ὅταν λέγη πάντων τῶν προφητῶν πεπληρῶσθαι τοὺς λόγους, τοῦ Σωτῆρος παθόντος, οὐ καθάπαξ πάντας τοὺς προφήτας ἐκλαμβάνομεν, ἀλλὰ πάντας 15 τοὺς προαναφωνήσαντας τὰ τοῦ Χριστοῦ παθήματα, ἀχρὶ καιρῶν ἀποκαταστάσεως.

Ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου 20 Κυρίου, καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Ἰη21 σοῦν Χριστὸν, ὃν δεῖ οὐρανὸν δέξασθαι.

ων

ΔιΔήμου. Ὁ προσέχων τῇ ἀναγνώσει πολλὰ εἴδη προφητείας εὕροι δηλούμενα ἐν ταῖς γραφαῖς· ὧν ἐστιν ἡ τῶν μελλόντων προαναφώνησις. τούτῳ τῷ εἴδει τῆς προφητείας κοσμηθέντες θεόθεν ἄνδρες τινὲς προεθέσπισαν τὴν ἐπιδημίαν τοῦ Χριστοῦ καὶ τὰ πάθη, ἃ ὑπὲρ ἀνθρώπων ἔμελλεν ἀναδέξασθαι τὰς περὶ τούτων προφητείας ἐκβεβηκυίας ἐν τῷ σταυρωθῆναι τὸν Ἰησοῦν, ἐπλήρω σεν ὁ Θεός· ὅθεν ἐὰν γράφηται ἐντεῦθεν πάντων τῶν προφητῶν πεπληρῶσθαι τοὺς λόγους, τοῦ Σωτῆρος παθόντος, οὐ καθάπαξ πάνω τας τοὺς προφήτας ἐκλαμβάνομεν, ἀλλὰ πάντας τοὺς προαναφω νήσαντας τὰ Χριστοῦ παθήματα.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Δείκνυσιν ἐνταῦθα ταλαιπωρηθέντας αὐτ τοὺς καὶ πολλοὺς κατεργαθέντας πολέμοις· πρὸς γὰρ τὸν καυσούμενον καὶ παραμυθίαν ἐπιζητοῦντα, οὗτος ἂν ἁρμόσειεν ὁ λόγος. ὅρα πῶς ὁδῷ προβαίνει· ἐν μὲν τῇ πρώτῃ δημηγορία ηρέμα τὴν

K

20

25

30

ἀνάστασιν καὶ τὴν ἐν οὐρανῷ κάθισιν ηνίξατο· ἐνταῦθα δὲ καὶ τὴν ἐμφανῆ παρουσίαν.

66

Τοῦ Αὐτοῦ. Ἐνταῦθα περὶ τῆς ἀναστάσεως διαλέγεται ἀμυδρῶς· ὄντως γὰρ ἐκεῖνοι “ ἀναψύξεως καιροὶ,” οὓς ἐπεζήτει Παῦλος λέγων, “ καὶ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρού- 5

[merged small][merged small][ocr errors]

Ἀχρὶ χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων τῶν ἁγίων τῶν ἀπ' αἰῶ‐ νος αὐτοῦ προφητῶν.

Σχόλιον. Τὸ ἀχρὶ καὶ τὸ ἕως παρὰ τῇ θειᾷ γραφῇ οὐ χρόνων ἐστὶ σημαντικόν· ἐπεὶ πῶς νοητέον τὸ εἰρημένον πρὸς Θεόν ; σε ἕως σε τοῦ αἰῶνος σὺ εἶ ἔστιν οὖν ὁ νοῦς οὗτος τοῦ προκειμένου πολλὰ, φησὶν, εἶπον οἱ προφῆται γίνεσθαι, ἃ οὔπω πάντα πεπλήρωται· ἀλλ ̓ ἔτι γίνονται καὶ γενήσονται ἕως τῆς συντελείας τοῦ κόσμου· ἀναστὰς οὖν, φησὶν, ὁ Σωτὴρ ἐκ νεκρῶν, ἀνελήφθη εἰς 15 οὐρανόν· ἀλλὰ καὶ μένει ἐκεῖ, ἕως τῆς τοῦ κοσμοῦ συντελείας, ἐλευσόμενος τότε μετὰ δυνάμεως καὶ δόξης θεοπρεποῦς κρῖναι ζῶν τας καὶ νεκρούς.

ΔΙΔΥΜΟΥ. Επόμενος τίς τῇ συνηθείᾳ τῆς γραφῆς, τὸ ἄχρι καὶ τὸ ἕως ἐκλήψεται οὐ πάντως χρονικὰς περιγραφὰς σημαία 20 νοντα· ὡς ἑτέρου τινὸς σημαίνοντος παρὰ τὸ πρότερον μετὰ τὴν χρονικὴν περιγραφήν τὸ γὰρ ὑπὸ Θεοῦ λεγόμενον πρός τινας

66

66

66

· ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν καὶ “ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι” οὐ δηλοῖ, ὅτι μετὰ τὸ γηράσαι τοὺς πρὸς οὓς ὁ λόγος, οὐκ ἔτι Θεός ἐστιν, ἀθάνατος γὰρ καὶ ἀΐδιος ὑπάρχει· τούτῳ μυρία συνάδει τῷ 25 αὐτῷ τρόπῳ φερόμενα ἐν τῇ θειᾷ παιδεύσει, ἃς αὐτῷ τις έκα λέξασθαι δύναται· εἰ τοίνυν οὕτως ή προκειμένη φωνὴ λέγει, δεῖν δέξασθαι τὸν οὐρανὸν τὸν Κύριον σε ἄχρι χρόνων ἀποκαταστάσεως,” καὶ τὰ ἑξῆς· ἡγητέον ὡς Χριστὸς ἀναληφθεὶς εἰς οὐρανοὺς μένει ἐκεῖ, ἕως τῆς τοῦ κόσμου συντελείας· ἐλευσόμενος τότε μετὰ 30 δυνάμεως, ἀποκαταστάντων πάντων λοιπὸν ὧν προεθέσπισαν οἱ προφῆται· ἤτοι ὅταν τὸ τέλος ἐνστῇ καὶ παύσεται τὰ αἰσθητὰ, τότε ὁ Χριστὸς ἔσται τῶν οὐρανῶν ὑψηλότερος· οὐ μὴν ἐν οὐρανῷ ἀποκατασταθεὶς, ἀλλ ̓ ὑπὲρ οὐρανὸν, “ εἰς ἣν δόξαν εἶχε παρὰ τῷ Πατρὶ

66

22

66

πρὸ τοῦ τὸν κόσμον εἶναι ὑπεράνω οὖν γεγονὼς πάσης ὁρωμένης κτίσεως, τέλος ἐπιτίθησι τὸ εἶναι ἐν οὐρανῷ.

Μωυσῆς μὲν πρὸς τοὺς πατέρας εἶπεν, ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.

Τοῦ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΚ ΤΟΫ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΤΟΜΟΥ Β. Προφήτης ὠνόμασται διὰ τὸ ἀνθρώπινον ὁ Ἐμμανουὴλ, ὁ ὡς ἐν τάξει Μωσέως μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ διαπορθμεύων εἰς ἡμᾶς τοῦ ἰδίου Πατρὸς τὴν ἀπόρρητον βούλησιν.

5

Οὐ τῇ οὐσίᾳ ἀλλὰ τοῖς πράγμασιν· εἰ γὰρ τῇ οὐσίᾳ ἔφη, το “ ὡς ἐμὲ” οὐχ εἷς ἀνέστη ἀλλὰ πολλοὶ μεχρὶ τῆς δεῦρο.

66

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τὸ “ ὡς ἐμὲ” οὐκ ἐπὶ τῆς φύσεως ἀλλ ̓ ἐπὶ τῆς πράξεως ἐκληπτέον· ἐδήλου γὰρ ὡς οὐ μόνον προφήτης ἀλλὰ καὶ νομοθέτης ὁ παραγενόμενος ἔσται· οὐ μόνον δὲ Μωϋσῆς ἀλλὰ καὶ οἱ προφῆται τὴν εἰς ἀνθρώπους αὐτοῦ κατήγελλον παρ- 15 ούσιαν κατεσήμαναν γὰρ καὶ τὸν τρόπον τῆς γεννήσεως, ὅτι ἐκ παρθένου· καὶ τὸν τόπον, ὅτι ἐκ Βηθλεέμ· καὶ τὸν χρόνον, τὴν ἑβδομήκοντα ἑβδομάδων προθεσμίαν μηνύοντες· καὶ ὅσα διαπράξεται· ὀφθαλμοὺς λέγοντες αὐτὸν ἀνοίγειν τυφλῶν, καὶ τὰς ἄλλας ἁπά σας εὐεργεσίας· καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ ὅσα πείσεται ὑπὸ 20 τῶν δυσσεβῶν· καὶ τὸν θάνατον αὐτοῦ, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάληψιν ὀψὲ δέ ποτε μετὰ τὴν εἰς οὐρανοὺς τοῦ Κυρίου ἄνοδον ὁ Παράκλητος ἐλθὼν, ἐδίδαξε τοὺς Ἀποστόλους καὶ Εὐαγγελιστὰς τὴν ἀκριβῆ τοῦ μυστηρίου οἰκονομίαν.

Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ προς 25 ὑμᾶς.

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Τί δέ ἐστιν “ ὡς ἐμέ;” Μωϋσῆς οὗτος γεννᾶται ἐν Αἰγύπτῳ, φονευομένων τῶν νηπίων ὑπὸ Φαραὼ τῶν ἀρρένων τῶν Ἑβραίων· ὃν λαβοῦσα ἡ μήτηρ καὶ προσποιησαμένη μὴ εἶναι αὐτοῦ μητέρα ἀλλὰ ξενὴν, “ κιβώτιον θήβην λεγομένην 30 σε κατασκευάσασα καὶ χρίσασα πίσσῃ, ῥίπτει παρὰ τὴν ὀχθὴν τοῦ “ ποταμοῦ, καὶ τὰ ἑξῆς. Καὶ μετ ̓ ὀλίγα. Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ δεύτερος οὐράνιος Μωϋσῆς, φαίην γὰρ αὐτὸν ἂν καὶ Μωϋσέα· Μωϋσῇ ἐν παραβολῇ συγκρινόμενον, τῇ σκιᾷ, τῷ δούλῳ·

66

ὁ δεσπότης τῷ κτίσματι, ὁ κτίστης τῷ γηγενεῖ, ὁ ἄναρχος· τούτῳ ὁ Μωϋσῆς, οὐχ ἑαυτὸν τῷ δεσπότῃ ὁ δοῦλος, οὐ τῷ ποιητῇ τὸ ποίημα, οὐ τῷ πλάστῃ τὸ πλάσμα, οὐ τῷ τεχνίτῃ ὁ πηλὸς, ἀλλὰ καιρὸν συγκρίνων καιρῷ, καὶ ἀλήθειαν ἐν σκιᾷ διαγράφων, καὶ ἐπιτηδεύματα ἀνθρώπων προκατασκευαζομένη ἀνθρώποις οἰκονομία, καὶ σχήματα 5 δράμασι Θεοῦ, εὐπορίας, καὶ τρόπον τρόπῳ. Γεννᾶται ἐν Βηθλεὲμ ὁ Χριστὸς, ὡς καὶ Μωϋσῆς ἐν Αἰγύπτῳ· Ἰσραηλίτης ἐκεῖνος, οὗτος τὸ κατὰ σάρκα ὡς ἐκ γένους ἱερατικοῦ, ὡς οὗτος ἐκ Δαβὶδ διὰ τὴν παρθένου Φαραὼ ἐπ ̓ ἐκείνου, Ἡρώδης ἐπὶ τούτῳ βρέφη ἐκεῖνος ἀναιρεῖ, βρέφη φονεύει οὗτος· ἀρρενικὰ ἐκεῖνος, ἀρρενικὰ οὗτος ἐν το λάρνακι ἐκεῖνος, καὶ παρὰ ποταμὸν ἐν λύκῳ οὗτος, τῇ παρὰ τὸν αὐτ τὸν ποταμὸν Αἰγυπτίᾳ πόλει· ὑπὸ ἀλλοφύλου ἐκεῖνος τῆς Φαραωνίτιδος ἐτρέφετο, ὑπὸ πόλεως καὶ οὗτος Φαραωνίτιδος ἐτρέφετο.

8

66

ΣΕΤΗΡΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΚ ΤΟΥ͂ ΚΑΤΑ ΤΗΣ ΤΟΥ ΑΛΙΚΑΡΝΑΣΣΕΩΣ ΑΠΟΛΟΓΙΑΣ ΣΥΝΤΑΓΜΑΤΟΣ. Καὶ τὸ δὲ “ ὡς ἐμὲ τὸ σχῆμα 15 τῆς νομοθεσίας δηλοῖ, τὸ μόνον ἐκβεβηκὸς εἰς Χριστὸν, καὶ οὐκ εἰς ἑτερὸν προφήτην τινά πρόδηλον γὰρ ὡς διὰ Μωσέως ὁ νόμος ἐδόθη, ὃν καὶ κατὰ τὸ Δευτερονόμιον ἐκ θείας ἐπιπνοίας ἐπλάτυνε, καὶ νομοθέτου δόξαν ἐκαρποῦτο καὶ ὄνομα πρωτοτυπῶν τὸν ἀληθῆ νομοθέτην Χριστὸν, τὸν καὶ τὸν νόμον λαλήσαντα· δι ̓ αὐτοῦ γὰρ 10 καὶ ἐν νόμῳ καὶ προφήταις πολυμερῶς καὶ πολυτρόπως, ὡς διὰ ἰδίου Λόγου μονογενοῦς καὶ ἐνυποστάτου καὶ ὁμοουσίου, λελάληκεν ὁ Θεὸς καὶ Πατήρ· τοσοῦτον γὰρ ἀξίωμα νομοθέτου καὶ δόξαν εἶχεν ὁ Μωσῆς, τῇ δόσει τῶν νομικῶν ὑπουργήσας πλακῶν, ὅτι δὴ καὶ αὐτὸν τὸν νόμον Μωϋσέα καλεῖν ἔθος τῇ θείᾳ γραφῇ. Καὶ 25 μετ ̓ ὀλίγα—Ἐπεὶ οὖν ἐν σχήματι νομοθέτου μόνος ἐν προφήταις ὁ Μωϋσῆς, διὰ τοῦτο καὶ μοναδικῶς πρὸς τὸν Χριστὸν ἀποβλέπων ἔλεγε, σε προφήτην ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν, ἐκ τῶν ἀδελ σε φῶν ὑμῶν, ὡς ἐμέ” καὶ γὰρ ὥσπερ αὐτὸς τὴν νομικὴν εἰσήγαγε πολιτείαν, οὕτως ὁ Χριστὸς τὴν εὐαγγελικὴν, κατὰ τὸ τῆς ἑκουσίου 30 κενώσεως μέτρον μεσίτης ἀνθρωπίνως τῆς καινῆς διαθήκης καὶ τῆς ἐν Πνεύματι λατρείας γενόμενος καθὸ γὰρ ὑπῆρχε Θεὸς, αὐτ τὸς ἦν ἑκατέρας πολιτείας καὶ πρυτάνις καὶ δότης· τοῦτον ᾔτει τὸν νομοθέτην δοθῆναι πᾶσι τοῖς ἔθνεσι, καὶ οὐ καθὰ πάλαι μόνῳ τῷ Ἰσραὴλ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, μελῳδῶν ὧδε πῶς ὁ προ-35 ó

66

66

φήτης Δαβίδα σε Κατάστησον Κύριε νομοθέτην ἐπ ̓ αὐτούς· γνώ“ τωσαν ἔθνη, ὅτι ἄνθρωποι εἰσί” τοιγαροῦν καὶ δεξάμενα τὰ ἔθνη τὸν νομοθέτην, τὸν ἐν σαρκὶ φανερωθέντα Θεὸν, ἔγνωσαν ἀληθῶς ὅτι ἄνθρωποί εἰσὶ, διὰ τῆς εὐαγγελικῆς νομοθεσίας παιδευθέντες τι τὸ οἰκεῖον ἀξίωμα· καὶ ὅτι χρὴ τὴν μὲν ψυχὴν ἀνακαθαίρειν τῶν 5 τῆς ἀλογίας παθῶν, ὡς κατ ̓ εἰκόνα καὶ ὁμοίωσιν γινομένην· τῶν δὲ τῆς σαρκὸς ἡδονῶν ἀμελεῖν, ἵνα καὶ αὐτῇ τῆς ἐν τῇ καταστάσει δόξης κληρονομήσειεν.

23 Εσται δὲ, πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προ 24 φήτου ἐκείνου, ἐξολοθρευσήτεται ἐκ τοῦ λαοῦ· καὶ πάν-10 τες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.

66

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐνταῦθα καλῶς τὸν ὄλεθρον ὅταν γάρ τι λέγῃ μέγα, ἐπὶ τοὺς πρώτους καταφεύγει, καὶ μαρτυρίαν εὗρεν ἀμφότερα ἔχουσαν ὥσπερ εἶπεν· “ ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς 15 “ πόδας αὐτοῦ τὸ γὰρ θαυμαστὸν, ὅτι ὁμοῦ τὰ δύο καὶ ὑπετάγη, καὶ παρακοὴ καὶ ἡ τιμωρία.

Σχόλιον. ̓Αθάνατος οὖσα τοῦ ἀνθρώπου ἡ ψυχὴ, οὐ καθάπαξ ἐξολοθρεύεται, ἀλλ ̓ ἐκ τινὸς τάγματος ἀγαθοῦ, ὅπου ἦν τεταγμένος πρότερον· οὕτω καὶ Ἰούδας ἐξολοθρεύθη ἐκ τοῦ χοροῦ τῶν Ἀπου 20 στόλων.

ΔΙΔΥΜΟΥ. Ἐπειδὴ ἀθάνατός ἐστιν ἡ ψυχὴ, ἐξολόθρευσιν αὐτῆς νοοῦμεν, τὸ ἔξω γενέσθαι τῶν ἀγαθῶν ὧν ἤμελλεν ἀπολαύειν, εἴγε θεοσεβῶς ἐπολιτεύσατο.

ων

25 Ὑμεῖς δὲ ἐστὲ οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης, 25 ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἀβραὰμ, καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.

66

[ocr errors]

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. “ Ὑμεῖς ἐστὲ υἱοὶ τῶν προφητῶν, ὥστε ὑμῖν ἔλεγον, καὶ δι ̓ ὑμᾶς πάντα γέγονεν· ἐπειδὴ γὰρ διὰ τὸ τόλμημα 30 ἐνόμιζον ἑαυτοὺς ἀλλοτριῶσθαι, καὶ οὐκ ἔχει λόγον, τὸν αὐτὸν νῦν μὲν σταυροῦσθαι, νῦν δὲ ὡς εἰκείους θεραπεύειν, δεικνὺς ὅτι καὶ ἐκεῖνο διὰ προφητείαν καὶ τοῦτο· “ καὶ τῆς διαθήκης ἧς διέθετο ὁ σε Θεός” τῆς διαθήκης, φησὶν, υἱοὶ, τουτέστι κληρονόμοι· ἵνα γὰρ μὴ

66

« PreviousContinue »