Page images
PDF
EPUB

πλῆθος ἐμπίπτειν οὐδεὶς ἀφίησιν ἐξελθεῖν, ἕως ἂν ὁπλίσωνται· οὐδὲ

αν

ἵππους προπηδῶν τῆς βαλβίδος, ἕως ἂν τὸν ἡνίοχον λάβωσιν, οὕτω δὴ καὶ αὐτοὺς πρὸ τῆς τοῦ Πνεύματος καθόδου φανῆναι ἐπὶ τῆς παρατάξεως οὐκ ἠφίει, ὥστε γενέσθαι εὐχειρώτους καὶ ἁλωσίμους τοῖς πολλοῖς· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ ̓ ἐπειδὴ πολλοὶ ἦσαν οἱ μέλλοντες πιστεύειν αὐτόθι· καὶ πρὸς τούτοις πάλιν, ἵνα μὴ λέγωσί τινες, ὅτι τοὺς γνωρίμους ἀφέντες παρὰ τοῖς ξένοις ἦλθον κομπά σαι. Τούτου χάριν παρ ̓ αὐτοῖς τοῖς πεφονευκόσι παρέχουσι τὰ τεκμήρια τῆς ἀναστάσεως· παρ ̓ αὐτοῖς τοῖς ἐσταυρωκόσι· τοῖς θάψασιν· ἐν αὐτῇ τῇ πόλει ἐν ᾖ τὸ παράνομον ἐτολμήθη πρᾶγμα το ὥστε καὶ τοὺς ἔξωθεν ἐπιστομωθῆναι ἅπαντας· ὅταν γὰρ οἱ ἐσταυ ρωκότες αὐτοὶ φαίνωνται καὶ πεπιστευκότες, εὔδηλον ὅτι καὶ ὁ σταυρὸς, καὶ τοῦ τολμήματος ἐδείκνυτο ἡ παρανομία, καὶ τῆς ἀναστάσεως πολλὴ ἡ ἀπόδειξις.

Παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζε-15 σθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου.

66

απο

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Εἶτα διὰ τοῦ εἰπεῖν “ ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι” ἔδειξεν ὅτι εἰς τὸ λιποτακτῆσαι ἦσαν ἕτοιμοι· διὰ δὲ τοῦ εἰπεῖν “ ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκού- 20 66 σατέ μου, ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτιστή“ σεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας” ἔδωκεν αὐτοῖς ἐλπίδας, καὶ ἀνακεχηνέναι πεποίηκε τῷ ἀδήλῳ τῶν ἐπηρτημέ νων ἐλπίδων, ὅπως καὶ αὐτῶν τὸν φόβον ἔξω βάλῃ, καὶ τῆς Τριάδος ἀδεῶς τὰ εὐκρινῆ πρόσωπα παραστήσῃ. Καὶ διὰ μὲν τοῦ εἰπεῖν, 25 ἐντειλάμενος” αὐτοῖς “ διὰ Πνεύματος Ἁγίου,” δεῖξαι ὅτι οὔτε ἐντελλόμενος δι ̓ αὐτοῦ μείζων αὐτοῦ ἐστιν· ὡς οὔτε ὁ Πατὴρ αὐτοῦ ἐργαζόμενος ἐν ἑαυτῷ καὶ δι ̓ αὐτοῦ καὶ σὺν αὐτῷ μείζων αὐτοῦ ἐστιν· οὔτε ἀναγεννώμενος δι ̓ αὐτοῦ ἥττων αὐτοῦ ἐστι· καὶ ὅτι οὐκ ἔστιν ἐπὶ Θεοῦ μικρὸν ἢ μέγα φυσικῶς· καὶ ὅτι οὐ δι ̓ ἑαυτὸν 30 ταῦτα οὕτως, ἀλλὰ διὰ τὸν λόγον τῆς οἰκονομίας λέγεται καὶ ᾠκονόμηται.

66

66

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ πότε ἤκουσαν φησὶν, ὅτε ἔλεγε σε συμ

φέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος

5

σε οὐκ εἰσελεύσεται πρὸς ὑμᾶς.” καὶ πάλιν, “ ἐρωτήσω τὸν Πατέρα, σε καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν, ἵνα μένῃ μεθ ̓ ὑμῶν. Καὶ τίνος ἕνεκεν οὐχὶ παρόντος αὐτοῦ οὐδὲ ἀπελθόντος εὐθέως παρεγένετο; ἀλλ' αὐτὸς μὲν τῇ τεσσαρακοστῇ ἡμέρᾳ ἀνῆλθε, τὸ δὲ Πνεῦμα παρεγένετο ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς. 5 Καὶ πῶς εἰ μηδέπω παρεγεγόνει ἔλεγε “ε λάβετε Πνεῦμα Ἅγιον ;” ἵνα δεκτικοὺς αὐτοὺς ποιήσῃ, καὶ ἀρκοῦντας πρὸς τὴν ὑποδοχήν. Εἰ γὰρ ἄγγελον μέλλων ὁρᾶν ὁ Δανιὴλ διελύετο, πολλῷ μᾶλλον οὗτοι μέλλοντες τοσαύτην δέχεσθαι χάριν. Καὶ μετ ̓ ὀλίγα— Τίνος ἕνεκεν οὐδέποτε παραγεγόνει ; ἐν ἐπιθυμίᾳ αὐτοὺς ἔδει γενέ- το σθαι τοῦ πράγματος, καὶ οὕτω δέξασθαι τὴν χάριν διὰ τοῦτο αὐτὸς ἀπέπτη· καὶ τότε ἦλθεν ἐκεῖνο· εἰ γὰρ παρῆν αὐτὸς, οὐκ ἂν ἐν τοσαύτῃ ἐγένετο προσδοκία. Διὰ τοῦτο οὐδὲ εὐθέως ἀνελ θόντος αὐτοῦ παρεγένετο, ἀλλὰ μετὰ ὀκτὼ ἢ ἐννέα ἡμέρας. Καὶ πρὸς τὸν Θεὸν δὲ τότε μάλιστα διεγειρόμεθα, ὅταν ἐν χρείᾳ κατα- 15 στῶμεν· διὰ τοῦτο καὶ Ἰωάννης τότε πέμπει τοὺς μαθητὰς πρὸς τὸν Χριστὸν, ὅτε μάλιστα ἔμελλον ἐν χρεία εἶναι τοῦ Ἰησοῦ, τὸ δεσμωτήριον οἰκοῦντος ἐκείνου· ἄλλως δὲ ἔδει ἐν οὐρανῷ φανῆναι τὴν ἡμέτεραν φύσιν καὶ τὰς καταλλαγὰς γενέσθαι ἀπηρτισμένας καὶ τότε ἐλθεῖν τὸ Πνεῦμα καὶ καθαρὰν γενέσθαι τὴν ἡδονήν· εἰ 20 γὰρ παρόντος αὐτοῦ, ὁ μὲν ἀπῆλθεν, ὁ δὲ ἔμεινεν, οὐκ ἦν τοιαῦτα τὰ τῆς παραμυθίας· εἰ δὲ ἔλαττον ἦν τὸ Πνεῦμα, οὐκ ἦν ἀρκοῦσα ἡ παραμυθία. Πῶς δὲ ἔλεγε “ συμφέρει ὑμῖν ;” διὰ τοῦτο τὰ μείζονα αὐτῷ τετήρηται τῆς διδασκαλίας, ἵνα μὴ ἔλαττον αὐτὸν νομίσωσιν.

αν

ή

Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι.

Τοῦ Αὐτοῦ. Δείκνυσι λοιπὸν τὸ μέσον αὐτοῦ καὶ Ἰωάννου φανερῶς· οὐκέτι ὡς πρὸ τούτου συνεσκιασμένως. Καὶ γὰρ σφόδρα συνεσκίασε τὸν λόγον, ὅτε ἔλεγεν· “ ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν

66

66

66

66

25

· οὐρανῶν μείζων αὐτοῦ ἐστιν.” ἀλλὰ νῦν φανερῶς φησὶν, “ Ιωάννης 30 μὲν ἐβάπτισεν ὕδατι,ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ” οὐκέτι κέχρηται τῇ μαρτυρίᾳ· ἀλλ ̓ ἀναμιμνήσκει τοῦ προσώπου μόνον εἰς μνήμην τῶν παρ' αὐτοῦ εἰρημένων ἐνάγων, καὶ δείκνυσιν αὐτοὺς ἤδη μείζους γεγενημένους Ἰωάννου εἶχε ἐν Πνεύματ

66

ἔμελλον καὶ αὐτοὶ βαπτίζειν. Καὶ οὐκ εἶπεν, ὑμᾶς δὲ ἐγὼ βαπτίζω ἐν Πνεύματι Ἁγίῳ, ἀλλὰ “ βαπτισθήσεσθε,” διδάσκων ἡμᾶς ταπεινοφρονεῖν· τοῦτο γὰρ ἀπὸ τῆς μαρτυρίας Ἰωάννου δῆλον λοι πὸν ἦν· ὅτι οὗτος ἦν ὁ βαπτίζων· αὐτὸς γὰρ ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· διὸ καὶ Ἰωάννου ἐμνημόνευσε. Τὰ μὲν 5 οὖν εὐαγγέλια, ἃ ὁ Χριστὸς ἐποίησε καὶ εἶπεν, ἱστορία τίς ἐστιν· αἱ δὲ Πράξεις ὧν ὁ ἕτερος Παράκλητος καὶ εἶπε καὶ ἐποίησε. Καὶ τότε μὲν γὰρ πολλὰ καὶ αὐτὸς ἐποίει· ὥσπερ οὖν καὶ νῦν ὁ Χρισ στὸς ἐνεργεῖ καθάπερ καὶ τότε, ἀλλὰ διὰ τοῦ ναοῦ· νῦν δὲ διὰ τῶν Ἀποστόλων· καὶ τότε μὲν εἰς παρθενικὴν ἦλθε μήτραν· καὶ ναὸν το διέπλασε, νῦν δὲ εἰς ψυχὰς Ἀποστολικάς· καὶ τότε μὲν ἐν εἴδει περιστερᾶς, νῦν δὲ καὶ ἐν εἴδει πυρός. Τί δήποτε; ἐκεῖ μὲν τὸ πρᾶον τοῦ δεσπότου δηλῶν· ἐνταῦθα δὲ καὶ τὸ τιμωρητικόν· καὶ τῆς κρίσεως λοιπὸν ἀναμιμνήσκει· ὅτε μὲν γὰρ ἁμαρτήματα συγχωρῆσαι ἔδει, τῆς πραότητος· ἐπειδὴ δὲ ἐτύχομεν δωρεᾶς, λοιπὸν 15 καὶ κρίσεως καιρός.

Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Αγίῳ.

Του ΧΡΥΣοΣΤόΜΟΥ. Πῶς δὲ “ βαπτισθήσεσθε” λέγει, ὕδατος οὐκ ὄντες ἐν τῷ ὑπερώῳ; ὅτι τὸ κυριώτερον Πνεῦμα ἐστὶ, δι ̓ οὗ καὶ τὸ ὑδὼρ ἐνεργεῖ· ὥσπερ οὖν καὶ αὐτὸς κέχρισθαι λέγεται οὐ- 20 δαμοῦ χρισάμενος ἐλαίῳ, ἀλλὰ πνεῦμα δεξάμενος.

Οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.

Τοῦ Αὐτοῦ. Οὐκ ἐδήλωσε πότε, ἵνα ἀεὶ γρηγορῶσιν· ἀλλ ̓ ὅτι μὲν ἐγγὺς ἔσται εἶπεν, ἵνα μὴ ἐκλυθῶσιν· πότε δὲ, οὐκέτι προσ έθηκεν ἵνα ἀεὶ νήφωσιν.

6 Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν, λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασι λείαν τῷ Ἰσραήλ ;

25

Οταν τι μέλλωσιν ἐρωτῶν οἱ μαθηταὶ, ὁμοῦ προσέρχονται· ἵνα τῷ πλήθει δυσωπήσωσιν· ἔδεισαν γὰρ τὸ πρώην παρ ̓ αὐτοῦ εἰρή- 30 μενον, ὅτι οὐδεὶς οἶδε τὴν ἡμέραν διακρουόμενον ἦν· ὅθεν πάλιν προσέρχονται καὶ ἐρωτῶσιν· οὐ γὰρ ἂν εἴγε ὄντως ἦσαν πεπεισμέ και ηρώτησαν αὐτόν.

ο μέλωσιν Cod.

7

Εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.

Τοῦ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ. Οὐκέτι γὰρ ἔπρεπε σαρκικῶς αὐτὸν ἀποκρίνεσθαι ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς, ἀλλὰ λοιπὸν θεϊκῶς διδαξαι· σε ὅτι οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους καὶ καιροὺς, οὓς ὁ5 “ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.”

66

ΚΥΡΙΛΛΟΥ. Οὐ γὰρ περιεργάζεσθαι χρῆναι τὰ λίαν ἀπόρρητα καὶ ἐν Θεῷ κεκρύμμενα, καὶ διὰ τούτων ἐδίδασκεν· ἰέναι δὲ μᾶλ λον ἐθέλειν καὶ σφόδρα νεανικῶς ἐπὶ τὸ σφῖσι λυσιτελές· καὶ πληροῦν ἐθέλειν τῆς ἀποστολῆς τὴν διακονίαν ἀνατεθεικότας Θεῷ το τῶν ὅλων τὴν γνῶσιν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τί τοίνυν θαυμάζεις ὅτι τὴν ἡμέραν τῆς συντελείας οὐ λέγει· ὅπου γε ταύτην τὴν οὕτως ἐγγὺς οὖσαν οὐκ ἠθέλησε ποιῆσαι κατάδηλον· καὶ μάλα εἰκότως, ἵνα ἀεὶ ἐγρηγορό τες ὦσι, καὶ ἐν προσδοκίᾳ καὶ μερίμνῃ· οὐ γάρ ἐστιν, οὐκ ἔστι 15 χάριτος ἀπολαῦσαι τὸν μὴ νήφοντα.

αε

8 ̓Αλλὰ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ ̔Αγίου Πνεύ ματος ἐφ' ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.

20

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ωσπερ γὰρ ἐκεῖ οὐ πρὸς ἃ ἠρώτησαν ἀπεκρίνατο, διδασκάλου γάρ ἐστι τοῦτο, μὴ ἃ βούλεται ὁ μαθη τῆς, ἀλλ ̓ ἃ συμφέρει μαθητὴν διδάσκειν, οὕτω καὶ νῦν ἃ ἔδει μαθεῖν διὰ τοῦτο προλέγει, ἵνα μὴ ταραχθῶσιν. Ἄρα ἔτι ἀσθενεῖς ἦσαν ὥστε παρρησιάζεσθαι· ἐπῆρεν αὐτῶν τὰς ψυχὰς, καὶ τὰ 25 φορτικὰ συνεκάλυψε. Καὶ μεθ ̓ ἕτερα—ἐπειδὴ γὰρ εἶπεν “ εἰς ὁδὸν σε ἐθνῶν μὴ ἀπέλθητε” καὶ ὃ τότε οὐκ εἶπε ἐνταῦθα προσέθηκε σε καὶ σε ἕως ἐσχάτου τῆς γῆς” καὶ τὸ πάντων φοβερώτερον ἐσίγησεν. 9 Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.

66

Τοῦ Αὐτοῦ. Διατί δὲ νεφέλη ὑπέλαβεν αὐτόν; καὶ τοῦτο τεκμήριον ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν· οὐ πῦρ ὡς ἐπὶ Ἠλιοῦ, οὐδὲ ἅρμα πυρὸς, ἀλλὰ νεφέλη αὐτὸν ὑπέλαβεν, ὃ τοῦ οὐρανοῦ σύμβολον

f ἀλλὰ Cod.

Επι

30

[ocr errors]

ἦν, καθὼς ὁ Προφήτης φησὶν, “ ὁ τιθεὶς νέφει τὴν ἐπίβασιν αὐτοῦ.” Περὶ τοῦ Πατρὸς αὐτοῦ εἴρηται τοῦτο· διὰ τοῦτο λέγει ἐπὶ νεφέλης ἐν τῷ συμβόλῳ φησὶ τῆς θείας δυνάμεως· οὐδαμοῦ γὰρ ἄλλη τις δύναμις ἐπὶ νεφέλης φαίνεται. Ακουε πάλιν τί φησιν ὁ Προφήτης σε ὁ Θεὸς κάθηται ἐπὶ νεφέλης κούφης” προσεχόντων γὰρ αὐτῶν σφόδρα τοῖς λεγομένοις καίπερ ἀναγκαίας τῆς έρω τήσεως οὔσης, καὶ ἐγηγερμένων καὶ οὐ νυσταζόντων τοῦτο γέ

γονεν.

Ἵνα μὴ πάλιν αὐτὸν ἐρωτῶσιν, εὐθέως ἀνελήφθη.

Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ.

66

66

Εἰκότως, “ ἐπὶ στόματος γὰρ δύο μαρτύρων σταθήσεται πᾶν ῥῆμα.”

[ocr errors]

10

II Οἱ καὶ εἶπαν· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέ- 15 ποντες εἰς τὸν οὐρανόν ; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ ̓ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε πορευόμενον εἰς τὸν οὐρανόν.

12

66

66

66

σε 20

Διατί εἶπεν “ ἄνδρες ;” ἀκριβῶς γὰρ ἑαυτοὺς ἀπετύπωσαν ὡς μὴ πτοηθῆναι καὶ εἶπον ἅμα, καὶ κολακευόντων ἦν τὰ ῥήματα· “ τί το ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν;” οὐκέτι εἴασεν αὐτοὺς αὐτὸν προσδοκῶν· πάλιν οὗτοι τὸ μὲν μεῖζον λέγουσι, τὸ δὲ ἔλατ τον οὐκέτι· ὅτι “ οὕτως ἐλεύσεται,” φησι, καὶ ὡς ἐξ οὐρανοῦ αὐτὸν προσδέχεσθε. λοιπὸν ἀπὸ τῆς θέας ἐκείνης ἐπέτρεψαν αὐτοὺς αὐτὸν προσδοκᾶν, ἵνα μὴ διὰ τὸ δύνασθαι θεωρεῖν αὐτὸν νομίσωσιν 25 αὐτὸν μὴ ἀνεληλύθεναι, ἀλλ ̓ ἐν ᾧ διαλέγονται φθάσῃ· εἰ γὰρ πρὸ τούτου ἔλεγον ποῦ ὑπάγεις; πολλῷ μᾶλλον καὶ νῦν εἶπον— Καὶ μετ' ὀλίγα—Οὐκ εἶπεν ἀναλαμβανομένου αὐτοῦ οὐδὲ βασταζομένου· πορεία γὰρ ἡ δι' αὐτοῦ γινομένη· εἰ γὰρ πρὸ σταυροῦ ἐπὶ τῶν ὑδάτων ἐφέρετο, παθητὸν ἔτι καὶ βαρὺ περικείμενος σῶμα, 30 μηδεὶς ἀπορείτω, εἰ μετὰ τὸ ἄφθαρτον αὐτὸ λαβεῖν, τὸν ἀέρα ἔτεμε.

Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ

C

« PreviousContinue »