Page images
PDF
EPUB

γῆς, μετὰ τοῦ μνημονεῦσαι, ὡς διὰ τοῦ στόματος Δαβὶδ ἐν Ἁγίῳ Πνεύματι εἰκότως τὸν δεύτερον ψαλμὸν, οὗ ἡ ἀρχή

66

σε ένα

τι

ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά...” διὰ γὰρ πάντων τούτων παρίσταται, ὡς αὐτὸς εἴη Θεὸς κοσμοποιὸς καὶ Πατὴρ τοῦ Σωτῆρος ὑπάρχων· καὶ ὅτι δίδονται παρ' αὐτοῦ ἀμφότεραι αἱ διαθῆκαι. 26 Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.

5

Τοῦ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣκόπου ΑΛΕΞΑΝΔΡΕΙΑΣ. Πῶς οὐ κενὴ γέγονεν αὐτοῖς ἡ μελέτη, μὴ δεξαμένοις τὸν Σωτῆρα τοῦ το κόσμου; φρύαγμα δέ ἐστι τὸ ἀλόγιστον κίνημα.

66

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ωσπερ τότε, φησὶν, “ ἐμελέτησαν κενά,” οὕτω καὶ νῦν, φησὶ, κενὰ μελετῆσαι αὐτοὺς δός· τουτέστιν, μὴ εἰς ἔργον ἔλθοιεν αἱ ἀπειλαὶ αὐτῶν· ταῦτα δὲ ἔλεγον οὐκ αὐτοὶ παραι τούμενοι δυσχερές τι παθεῖν, ἀλλ ̓ ὑπὲρ τοῦ κηρύγματος· οὐ γὰρ 15 εἶπον, ἐξελοῦ κινδύνου ἡμᾶς, ἀλλὰ τί; “ καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου.” Καὶ μετ ̓ ὀλίγα Ὁρᾶς πῶς πάντα διὰ τὸν Θεὸν αἰτοῦσιν, οὐδὲν εἰς οἰκείαν δόξαν, οὐδὲ εἰς φιλοτιμίαν· τὸν μὲν οὖν αὐτῶν ἐπαγγέλλονται, ὅτι οὐ καταπλαγήσονται· ἀξιοῦσι δὲ, φησὶ, σημεῖα γίνεσθαι.

66

27 Συνήχθησαν γὰρ ἐπ ̓ ἀληθείας ἐπὶ τὸν ἅγιον παϊδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ηρώδης τὲ καὶ Πόντιος Πιλά 28 τος, σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραὴλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι.

20

Εἰς σύμβασιν καὶ φιλίαν ἥκασιν Ἡρώδης τε καὶ Πόντιος 25 Πίλατος.

Οὐχ ἵνα τι τῶν ἀναγκαίων εἰς ὄνησιν εἰς πέρας ἀγάγωσιν, ἀλλ ̓ ἵνα ἐμπαροινήσαντες τῷ Χριστῷ τοῦ Κυρίου, τουτέστι τοῦ Θεοῦ καὶ Πατρὸς, κακοὶ κακῶς ἀπόλοιντο, καὶ τὰς τῆς κυριοκτονίας ἐξαπαιτηθεῖεν δίκας.

Τοῦ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ. Ἡ γὰρ εἰς τὸν Χριστὸν ἐπιβουλὴ καὶ εἰς αὐτὸν ἀνατρέχει τὸν Πατέρα· εἰ γὰρ ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, πῶς οὐ μία τις ἡ εἰς αὐτοὺς ὕβρις ἐγένετο ἄν ;

Ρ ἐνπαροινήσαντες Cod.

30

ΗΣΥΧΙΟΥ ΠΡΕΣΒΥΤέρον. Κύριον καλεῖ τὸν Πατέρα, Χριστὸν εἰκότως τὸν Υἱόν· τῇ γὰρ κατὰ τοῦ μονογένους ἐπιβουλῇ, ὡς ὑβρι ζόμενον ἐν αὐτῷ, τὸν Πατέρα συνέπλεξεν· ἐπειδήπερ εὐδοκίᾳ τοῦ Πατρὸς, ὅλον τὸ ὑπὲρ ἡμῶν μυστήριον ὁ μονογένης ἔπραξεν.

29 Καὶ τανῦν Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν· καὶ 5 δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν 30 λόγον σου, ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι.

31

Οὕτως μανθάνωμεν εὔχεσθαι καὶ ἡμεῖς· καίτοιγε πόσου οὐκ ἐμπλησθείη θύμου, εἰς ἄνδρας ἐμπεσὼν ἀνελεῖν αὐτὸν ἐπιχειροῦντας το καὶ ἀπειλοῦντας τοιαῦτα; πόσης οὐκ ἂν ἀπεχθείας πληρωθείη; ἀλλ ̓ οὐχ οἱ ἅγιοι τοιοῦται.

A

Διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. Τοῦ Αὐτοῦ. Ἂν ἐν τῷ ὀνόματι ἐκείνῳ γίνονται αἱ ἐνέργειαι, μεγάλη ἔσται ἡ παρρησία.

Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι.

66

66

66

15

Τοῦ ἀκουσθῆναι αὐτοὺς καὶ τῆς ἐπισκέψεως τοῦτο τεκμήριον γέγονεν. Διατί δὲ οὕτως ἐγένετο, ἄκουε καὶ τοῦ προφήτου λέο γοντος· “ ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὅτι 20 γὰρ πάρεστι ταῖς εὐχαῖς αὐτῶν ἐδήλωσε· καὶ πάλιν ἕτερος προφήτης φησὶν, “ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ ἀπὸ προσώπου “ Κυρίου.” ἐποίει δὲ τοῦτο ὁ Θεὸς καὶ διὰ φόβον πλείονα· καὶ εἰς θάρσος αὐτοὺς ἐνάγων μετὰ τὰς ἀπειλὰς ἐκείνας εἰς παρρησίαν πλείονα ἐπεδίδοσαν· ἐπειδὴ γὰρ ἀρχὴ ἦν, καὶ αἰσθητοῦ ἐδέοντο 25 σημείου πρὸς τὸ πεισθῆναι αὐτούς· μετὰ δὲ ταῦτα οὐδαμοῦ τοῦτο γίνεται. πολλῆς τῆς παρακλήσεως ἔτυχον· οὐδάμοθεν γὰρ εἶχον ἐπιδεῖξαι ὅτι ἀνέστη, ἀλλ ̓ ἀπὸ τῶν σημείων.

Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.

Τοῦ Αὐτοῦ. Τί ἐστιν ἐπλήσθησαν; τουτέστιν ἀνεπυρώθησαν, καὶ ἀνεκαίετο ἐν αὐτοῖς τὸ χάρισμα.

M

30

32

Περὶ ὁμοψύχου καὶ καθολικῆς ἐκκλησίας τῶν πιστευόντων.

Τοῦ δὲ πλήθους τῶν πιστευόντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδείς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον 33 εἶναι, ἀλλ ̓ ἦν αὐτοῖς ἅπαντα κοινά· καὶ δυνάμει μεγάλη ἀπεδίδουν οἱ Ἀπόστολοι τὸ μαρτύριον τῆς ἀναστάσεως 5 Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ορᾶς ὅτι μετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ' ἑαυτὸν εἰσέφερον· πανταχοῦ γὰρ τοῦτο χρὴ παρατηρεῖν, ὅτι μετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ ̓ ἑαυτῶν ἐπιδεικνύουσι. Καὶ μετ' ὀλίγα—“ Τοῦ δὲ πλήθους τῶν πιστευόντων το σε ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία” ἄρα εἰπέ μοι ἡ ἀγάπη τὴν ἀκτημοσύνην ἔτεκεν, ἢ ἡ ἀκτημοσύνη τὴν ἀγάπην ; ἐμοὶ δοκεῖ ἡ ἀγάπη τὴν ἀκτημοσύνην, ἢ καὶ ἐπέσφιγγεν αὐτὴν λοιπόν· καὶ πάλιν ἴδου καρδία καὶ ψυχὴ τὸ αὐτό.

66

66

ΩΡΙΓΕΝΟΥΣ. Γνώρισμα κακίας τὸ συγχυθῆναι τὰς γλώσσας" 15 γνώρισμα ἀρετῆς, ὅτι ἦν πάντων “ τῶν πιστευόντων καρδία καὶ ψυχὴ σε μία.” καὶ οὕτω τηρῶν τὴν γραφὴν εὑρήσεις, ὅτι ὅπου πλῆθος ἀριθμοῦ, ὅπου σχίσμα, ὅπου διαίρεσις καὶ ἀσυμφωνία, καὶ ὅτα τοιαῦτα, κακίας εἰσὶ γνωρίσματα· ὅπου δὲ ἑνότης, καὶ ὁμόνοια, καὶ πολλὴ δύναμις ἐν λόγοις, ἀρετῆς γνωρίσματα.

Του Αγίου ΣΕΥΗΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΚ ΤΗΣ ΠΡΟΣ ΠΕΤΡΟΝ ΜΟΝΑΖΟΝΤΑ ΕΠΙΣΤΟΛΗΣ. Τῆς γὰρ ἀγαπῆς ἴδιον, τὸ πάντα λογίζεσθαι κοινὰ, καὶ τὴν διαφορὰν ἐκβάλλειν, τὴν τὸ ἐμὸν καὶ τὸ σὸν διακρίνουσαν.

66

66

20

Τοῦ ΑὐΤΟΥ͂ ΕΚ ΤΗΣ ΠΡΟΣ ΦΩΚΑ͂Ν ΕΠΙΣΤΟΛΕΣ. Τὰ γὰρ ἔθνη 15 τὸν λόγον τοῦ Εὐαγγελίου παραδεξάμενα τὰ ἐν τῇ γῇ διέπτυσαν πράγματα, σε καὶ οὐδεὶς τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, σε ἀλλ ̓ ἦν αὐτοῖς ἅπαντα κοινά” καὶ ἀνδρείαν ἤσκησαν, καὶ τοῖς τοῦ μαρτυρίου στεφάνοις κατεκοσμήθησαν σωφροσύνην δὲ καὶ ὑπερήλαντο, παρθενίαν καὶ ἀγγελικὸν ζηλώσαντες βίον· οὐ μόνον ἀν-30 δρῶν ἀλλὰ καὶ γυναικῶν οὐκ ὀλίγη πληθύς.

34 Χάρις τε ἦν μεγάλη ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἦν ἐνδεής τις ἐν αὐτοῖς.

Του ΧΡΥΣοΣΤόμου. Καθάπερ ἐγχειρισθέντας αὐτούς τι δείκ

35

νυσι, καὶ ὡς περὶ ὀφλήματος λέγει· τουτέστι τὸ μαρτύριον μετὰ παρρησίας πᾶσιν ἀπεδίδουν.

Τοῦ Αὐτοῦ. Καθάπερ ἐν οἰκίᾳ πατρικῇ τέως ὁμότιμοι πάντες οὕτω διέκειντο. οὐκ ἔνι εἰπεῖν ὅτι ἔτρεφον μὲν τοὺς ἄλλους· ὡς ἐξ ἰδίων δὲ τρέφοντες οὕτω διέκειντο. ἀλλὰ τὸ θαυμαστὸν τοῦτός ἐστιν, ὅτι ἑαυτῶν ἀποστήσαντες τὰ πράγματα οὕτως ἔτρεφον ἵνα μηκέτι ὡς ἐξ ἰδίων ἀλλ ̓ ὡς ἐκ κοινῶν τρέφωσι.

Τοῦ Αὐτοῦ. Διὰ τοῦτο ἦν χάρις, ὅτι οὐδεὶς ἦν ἐνδεής· τουτ έστιν, ἀπὸ τῆς πολλῆς προθυμίας τῶν ἐπιδιδόντων οὐδεὶς ἦν ἐνδεής.

Τοῦ Αὐτοῦ. Νῦν πληροῦται τὸ ἐν τῷ Δευτερονομίῳ εἰρημένον “ ὅτι οὐκ ἔσται ἔν σοι ἐνδεής· ὅτι εὐλογῶν εὐλογήσει σε Κύριος σε ὁ Θεός σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι.”

Όσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων.

Τοῦ Αὐτοῦ. Ἐνταῦθα εἰς ἔργον ἐξέβη τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, “ ὅστις ἀφῆκεν ἄγρους ἢ οἰκίας ἕνεκεν τοῦ ὀνόματός μου, σε ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον σε κληρονομήσει” κάλαμον γὰρ καὶ δίκτυον ἀφέντες, τὰς πάντων οὐσίας, μετ ̓ ἐξουσίας εἶχον τὰς τιμὰς τῶν οἰκιῶν καὶ τῶν χωρίων καὶ αὐτὰ τὰ σώματα τῶν πιστευόντων· καὶ σφαγῆναι γὰρ ὑπὲρ αὐτῶν πολλάκις εἵλοντο· ὡς καὶ Παῦλος πολλοῖς μαρτυρεῖ.

Καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν Ἀποστόλων· διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.

66

66

ΙΟ

15

Τοῦ Αὐτοῦ. Πολλὴ ἡ τιμή· “ παρὰ τοὺς πόδας,” φησὶ “ τῶν 25 “ Ἀποστόλων ἐτίθουν...” οὔτε εἰς χεῖρας ἐτόλμων δοῦναι· οὔτε δὲ τετυφωμένως παρεῖχον, ἀλλὰ παρὰ τοὺς πόδας ἔφερον· αὐτοὺς οἰκονόμους ἠφίεσαν γενέσθαι, καὶ κυρίους ἐποίουν, ἵνα ὡς ἐκ και νῶν λοιπὸν ἀναλέγηται, μηκέτι ἐξ ἰδίων· τοῦτο καὶ πρὸς τὸ κενό δοξον αὐτοῖς συνεβάλλετο.

36 Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν Ἀποστό λων, ὅ ἐστι μεθερμηνευόμενον, υἱὸς παρακλήσεως, Λευί της, Κύπριος τῷ γένει.

30

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐ δοκεῖ μοι οὗτος ἐκεῖνος εἶναι ὁ μετὰ Ματθίου· ἐκεῖνος γὰρ καὶ Ἰοῦστος ἐλέγετο· καὶ “ Βαρνάβας,” φησὶν, σε ὅς ἐστιν υἱὸς παρακλήσεως” δοκεῖ μοι καὶ ἀπὸ τῆς ἀρετῆς εἰ ληφέναι τὸ ὄνομα· ὡς πρὸ τούτου ἱκανὸς ὢν καὶ ἐπιτήδειος.

او

Τοῦ Αὐτοῦ. Μέλλει διηγεῖσθαι τὸ κατὰ Ἀνανίαν λοιπὸν καὶ 5 Σάπφειραν· καὶ θέλων δεῖξαι τὸν ἄνδρα χείριστα ἡμαρτηκότα, πρώτ του μέμνηται τοῦ κατορθώματος, ὅτι τοσούτου πλήθους ὄντος τοῦ ταῦτα ποιοῦντος, τοσαύτης χάριτος, τοσούτων σημείων, ὑπ ̓ οὐδενὸς τούτων παιδευθεὶς, ἀλλὰ τῇ φιλοχρηματία τυφλωθεὶς, τὸν ὄλεθρον ἐπήγαγε τῇ ἑαυτοῦ κεφαλῇ.

37 Ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε πρὸς τοὺς πόδας τῶν Ἀποστόλων.

I

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Δηλοῖ ὅτι τοῦτο μόνον ἐκέκτητο.

10

Τοῦ Αὐτοῦ. Πανταχοῦ παρατηρεῖ πῶς δείκνυσι τὸν νόμον λυόμενον· πῶς δὲ καὶ Κύπριος ἦν· ὅτι λοιπὸν καὶ μετῴκουν καὶ 15 ἐχρημάτιζον Λευΐται.

* Περὶ ̓Ανανία καὶ Σαπφείρης καὶ πικρᾶς αὐτῶν τελευτῆς.

Ανὴρ δέ τις ὀνόματι Ανανίας, σὺν Σαπφείρᾳ τῇ γυν 2 αικὶ αὐτοῦ, ἐπώλησε κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς.

Τοῦ Αὐτοῦ. Τί δεινόν ; ὅτι μετὰ συγκαταθέσεως ἡ ἁμαρτία καὶ οὐδεὶς ἕτερος εἶδε τὸ γενόμενον, πόθεν ἐπῆλθε τῷ ταλαιπώρῳ τούτῳ καὶ ἀθλίῳ τοῦτο ἐργάσασθαι.

20

ΑΜΜΩΝΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ. Εἰ μέρος ἀργυρίου σφετερισάμενος ἐκ τῶν ἰδίων, καὶ μὴ τὸ πᾶν παρὰ τοὺς πόδας τῶν Ἀποστόλων 25 τιθεὶς ἀπέθανε, τί δὴ καὶ φήσομεν περὶ τῶν μὴ ὁλοσχερῶς ἑαυτοὺς προσαγόντων τῷ Θεῷ, ἀλλὰ μερικῶς μὲν τὰ τοῦ Θεοῦ ποιούντων εἰ τύχοι, μερικῶς δὲ ταῖς ἰδίαις ἐπιθυμίαις δουλευόντων; οἷς ἀπαντήσει πολὺ μείζων τιμωρία· ὡς δυνατοῦ ὄντος τοῦ Θεοῦ καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι· ταῦτα δὲ λέγω, διὰ τοὺς 30 μὴ θερμῶς ἀπαιτοῦντας τοὺς πιστοὺς ζῆν.

Συνειδυίας καὶ τῆς γυναικὸς, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν Ἀποστόλων ἔθηκεν.

« PreviousContinue »