Page images
PDF
EPUB

Τοῦ Αὐτοῦ. Σημειωτέον ὅτι καὶ τὸ συνειδέναι τι γινόμενον παρ ̓ ἄλλου κακὸν, καὶ σιωπᾶν, ἁμαρτία ἐστίν.

3 Εἶπε δὲ ὁ Πέτρος Ανανία, διατί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου ;

5

ΤΟ ΑΥ̓ΤΟῦ. Εἰ ὁ Σατανᾶς τοῦτο ἐποίησε, τί αὐτὸς αἴτιος γέγονεν; ὁ δεξάμενος αὐτοῦ τὴν ἐνέργειαν καὶ πληρωθείς· ἀλλ ̓ ἔδει διορθῶσαι φησίν· ἀλλ ̓ οὐκ ἂν διορθώθη ὁ γὰρ τοιαῦτα ὁρῶν καὶ μὴ κερδάνας, πολλῷ μᾶλλον οὐκ ἂν ἑτέρως ἐκέρδανεν. οὐκ ἔδει τοίνυν ἁπλῶς παρελθεῖν τὸ γεγονὸς, ἀλλ ̓ ὡς σηπεδόνα ἐκτμηθῆναι, το ἵνα μὴ τῷ λοιπῷ λυμήνηται σώματι· νῦν μὲν γὰρ καὶ οὗτος ὠφέ ληται μὴ προελθὼν περαιτέρω κακίας· καὶ οἱ λοιποὶ σπουδαιότεροι γεγόνασι· τότε δὲ ἂν τοὐναντίον συνέβη· δεύτερον ἠλέγχθη, καὶ δείκνυσιν ὅτι οὐκ ἔλαθεν αὐτὸν τὸ γεγονός· καὶ τότε καταδικάζει διατί δέ ; ἐκ ποίας προαιρέσεως τοῦτο πεποίηκας ; ἤθελες ἔχειν' 15 ἔδει ἔχειν ἐξ ἀρχῆς καὶ μὴ ὑποσχέσθαι· χαλεπή τις ἐστὶν ἡ ἱεροσυλία, ἀγαπητέ· ὁ μὲν γὰρ ἐπεθύμησεν ἴσως ἀλλοτρίων, σοι δὲ ἑξῆν ἔχειν τὰ σά· τί τοίνυν ἐποίησας αὐτὰ ἱερὰ, καὶ τότε ἔλαβες αὐτά; ἀπὸ πολλῆς καταφρονήσεως τοῦτο πεποίηκας· οὐκ ἔχει τὸ γενόμενον συγγνώμην· ἐκτός ἐστιν ἀπολογίας· μὴ σκαν-20 δαλίζεσθε τοίνυν, εἴ τινες καὶ νῦν εἰσιν ἱερόσυλοι· εἰ γὰρ τότε ἦσαν, πολλῷ μᾶλλον νῦν, ὅτε πολλὰ τὰ κακά· ἀλλ ̓ ἐλέγχωμεν αὐτοὺς ἐπὶ πάντων, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι.

4 Οὐχὶ μένον σοι ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσία ὑπῆρχε ; τί ὅτι ἔθου ἐν καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο ; 25 οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.

Θεὸς οὖν τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ ἐψεύσατο Ανανίας. ö

Τοῦ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ. Εἰ ἔμενε, φησὶν, ὑμῖν ἔμενε, καὶ πρα θὲν ἐν τῇ ὑμετέρᾳ ἐξουσίᾳ ἦν. ἐπειδὴ δέ, φησιν, ἐπεχειρήσατε πειράσαι τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ εἰς τοῦτο συνεφωνήσατε, λήψεσθε 30 πεῖραν οὗ ἠθελήσατε· σωφρονισθήσονται δὴ καὶ φοβηθήσονται καὶ ἄλλοι πειράσαι, δι ̓ ὑμῶν τὴν πεῖραν λαβόντες.

ΔιοΝΥείου. Ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι· οὐδὲν γὰρ ὁ Θεὸς ἐξ ἀνάγκης οὐδὲ ἐκ λυπῆς βούλεται·

5

ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι, ἐπειδήπερ οὐκ ἔστι σὰ, ἅπερ ἅπαξ διὰ τῆς ἐν ταῖς εὐχαῖς ἐπαγγελίας ἀνέθηκας.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Μὴ γὰρ ἀνάγκη τις ἦν καὶ βία; μὴ γὰρ ἄκοντας ὑμᾶς ἕλκομεν, ὅτι ἔθου ἐν ταῖς καρδίαις σου.

ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΚ ΤΟΫ ΠΡΟΣ ΝΑΥΑΤΙΑΝΟΥΣ ΤΑΓΜΑ-5 ΤΟΣ. Κατανοῆσαι δεῖ καὶ ἐνταῦθα, ὅτι ἀρχὴ ἦν τοῦ κηρύγματος καὶ μέγα μὲν ἐτόλμησαν οὗτοι, πειράσαι τὸ Πνεῦμα τὸ Ἅγιον ἐπιχειρήσαντες· μεγάλη δὲ καὶ τοῖς ἄλλοις ἀδελφοῖς ὠφέλεια γέγονεν ἡ τούτων τιμωρία· ἐπαιδεύθησαν γὰρ καὶ ἐδιδάχθησαν ὅτι οὐ δεῖ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου τολμᾶν, οὐδὲ πειράσαι το τοῦτ ̓ ἐπιχειρεῖν.

Ακούων δὲ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξεν.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τοῦτο μεῖζον τοῦ χωλοῦ τὸ σημεῖον, τὸ καὶ ἀνελεῖν, καὶ ἐν διανοίᾳ εἰδέναι καὶ τὰ λάθρα γεγονότα.

15

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Πολλοὶ τῶν ἐν ἀμαθίᾳ τυγχανόντων, μᾶλ λον δὲ ἐν ἀσεβείᾳ, ἐν τῷ χωρίῳ τούτῳ φόνου γράφονται τὸν κορυ φαῖον τῶν Ἀποστόλων, διὰ τὸν περὶ Ἀνανίαν καὶ Σάπφειραν γεγενημένον θάνατον. Ἡ δὲ κατηγορία οὐ τοῦ Πέτρου· μᾶλλον δὲ τοῦ Πνεύματος ἅπτεται Ἁγίου, τοῦ τὴν ψῆφον κατ ̓ αὐτῶν ἐξοίσαντος 20 δικαίαν. Ὁ γὰρ Πέτρος οὐδὲν ἕτερον ἐποίησεν ἢ μόνον ἤλεγξε τὸ ψεῦδος· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον τὸ πάντα γινῶσκον, οὐ μόνον τὰ κρυπτὰ τῶν ἀνθρώπων ἀλλὰ καὶ τὰ βάθη τοῦ Θεοῦ, ὡς ἑξουσίαν ἔχον καὶ τῆς ζωῆς καὶ τοῦ θανάτου, τοὺς εἰς αὐτὸ ἁμαρτήσαντας ἀνεῖλεν· ἀλλ ̓ ἐρεῖ τις πάλιν ἀσεβῶς ἀνθιστάμενος ναί, φησι,25 δοκεῖς ταύτην πιθανὴν πεποιηκέναι ἀπολογίαν· τί δ ̓ ἂν ἔχοις καὶ περὶ Σαπφείρας λέγειν; οὐχ ὁ Πέτρος αὐτὴν ἀνεῖλεν; ἄπαγε τῆς ἀτοπίας, ἄπαγε· τῶν γὰρ δύο γέγονε τὸ παράπτωμα, καὶ συνομι λογήσεις καὶ αὐτός· οὐκοῦν ὁ κριτὴς ἀμφοτέρους ἐπίσης κατεδίκασεν· οὐκ ἠγνόησε δὲ τοῦτο ὁ κορυφαῖος τῶν Ἀποστόλων, ὁ διὰ 30 τοῦ Ἁγίου Πνεύματος πανταχοῦ φθεγγόμενος· διὸ καὶ ταύτην παρ' αὐτοῦ δεξάμενος ἐφθέγξατο τὴν φωνήν· οὕτω καὶ παραχρῆμα εἰς ἔργον ἐξέβη τὸ λεχθέν· οὐκοῦν δι ̓ ὀλίγων ἐλήλεγκται ἡ τῶν παρανόμων συκοφαντία. Εἰ δέ τις ἀκριβῶς κατανοήσειε τὸ γεγενημένον, ὄψεται πολλοὺς τῶν προσεχόντων ἑαυτοῖς μέχρι σήμερον 35

ὠφελουμένους· οἶδε γὰρ ὁ Θεὸς πολλάκις κολάζειν ἁμαρτήσαντα κουφοτέραν ἐκεῖ ποιῶν αὐτῷ τὴν κόλασιν, ἢ καὶ τέλεον αὐτὸν ἀπαλλάττων· πολλοὺς δὲ ἐνταῦθα σωφρονεστέρους ποιῶν τῷ φόβῳ.

Καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας 6 ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν, καὶ ἐξ-5 ενέγκαντες ἔθαψαν.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐκεῖνος ἐτιμωρήθη, καὶ ἄλλοι ἐκέρδαινον οὐχ ἁπλῶς· καίτοι σημεῖα ἐγένετο πρότερον, ἀλλ' οὐκ ἦν φόβος τοιοῦτος· οὕτως ἀληθές ἐστιν ἐκεῖνο, “ ὅτι γινώσκεται Κύριος κρί

66

66

“ ματα ποιῶν·” οὕτως καὶ ἐπὶ τῆς κιβωτοῦ γέγονεν· ἐζὰρ ἐτιμω- το ρήθη, καὶ ἐγένετο τοῖς ἄλλοις φόβος· ἀλλ ̓ ἐκεῖ μὲν φοβηθεὶς ὁ βασιλεὺς ἀπώσατο τὴν κιβωτὸν, ἐνταῦθα δὲ μᾶλλον προσεκτικώτεροι γίνονται.

7 Εγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα· καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.

66

15

Τοῦ Αὐτοῦ. Ὅρα δέ· οὐκ ἐκάλεσεν αὐτὴν ὁ Πέτρος, ἀλλ ̓ ἔμει νεν· ὥστε φόβος τοῦτο διδασκάλου· τοῦτο τιμὴ μαθητῶν· τοῦτο ὑπακοή σε τριῶν ὡρῶν διάστημα” καὶ οὐκ ἔμαθεν ἡ γυνὴ, οὐδὲ ἐξω εἴπέ τις τῶν παροντων· καίτοι ἱκανόν γε ἐξηνεχθῆναι ἦν, ἀλλ ̓ ἐφοβοῦντο· τοῦτο γοῦν καὶ θαυμάζων ὁ Εὐαγγελιστὴς ἔλεγεν, ὅτι 20 μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.”

66

8 Ἀπεκρίθη δὲ Πέτρος πρὸς αὐτήν. εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε· ἡ δὲ εἶπε· ναὶ τοσούτου.

Ταύτην ἐβούλετο σῶσαι· ἐκεῖνος γὰρ ἦν ὁ ἀρχηγὸς τῆς ἁμαρτ τίας· διὰ τοῦτο αὐτῇ δίδωσι προθεσμίαν ἀπολογίας, ἐξουσίαν μετα- 25 νοίας, λέγων, “ εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε.”

66

ΑΜΜΩΝΙοΥ. Τὸ ἐρωτηθῆναι καὶ μὴ ὁμολογῆσαι τὸ ἴδιον πταῖσμα, ἀλλὰ καὶ τὸ ἐναντίον ζητεῖν λαθεῖν δι' ἀρνήσεως, ἀσύγγνωστον κακόν· διὸ καὶ ἐπιφθάνει εὐθὺς ἡ τιμωρία. οὕτως εὑρίσκομεν καὶ ἐπὶ τοῦ Κάϊν, ὃς ἀκούσας, “ ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;” εἶπεν, 30 “ οὐκ οἶδα” καὶ λοιπὸν ἡ κατάρα μετὰ ταῦτα ἐπιφθάνει.

9 Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτήν· τί ὅτι συνεφωνήθη

Η ζῶν Cod.

ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου ; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Πρότερον αὐτὴν παιδεύει τὸ ἁμάρτημα καὶ τότε δείκνυσιν ὅτι δικαίως τὰ αὐτὰ πείσεται τῷ ἀνδρὶ, ἐπειδὴ καὶ τὰ αὐτὰ ἥμαρτεν.

5

ΙΣΙΔΩΡΟΥ ΕΠΙΣΤΟΛΗ͂Σ ΡΠΑ. Οὐκ ἀπονοίας ἐστὶν, ὦ φιλολο γώτατε, ὁ κατὰ τῶν πταισάντων φόνος τοῦ σοφωτάτου Πέτρου, ἀλλὰ διδασκαλίας προγνωστικῆς, τὰ πολλὰ τῶν ἀνθρώπων προιε μένης ἁμαρτήματα. τότε γὰρ ἀρξάμενοι τὰ τοῦ εὐαγγελίου κατα βάλλεσθαι σπέρματα, καὶ εὐθὺς παρανατείλαντα ἑωρακότες ζιζάνια, 10 σοφῶς αὐτὰ παραχρῆμα ἐξέτιλον· ἵνα μὴ τῷ σίτῳ συναχθέντα, τῷ μέλλοντι πρὸς καύσιν πυρὶ φυλαχθῇ. Οὕτω καὶ Μωϋσῆς ὁ θεσπέσιος τὰ τοῦ νόμου ἐκ προοιμίων παραβαθέντα θεώμενος, εἰ καὶ ἐπιβραχὺ ἁμαρτήματι, καταλευσθῆναι τὸν ἐν σαββάτῳ ξυλολογοῦντα ἐκέλευσε, τοῦτο Θεὸν γεγραφὼς ἀποφήνασθαι· ἐπὶ μικρῷ 15 γὰρ καὶ μείζονι ἡ παράβασις γίνεται ὡς καὶ οἱ πρῶτοι τοῦ γένους προπάτορες, ξύλου γεύσει, τὸν πολυώδυνον καταδικάσθησαν βίον καὶ θάνατον.

ΙΟ Ἔπεσε δὲ παραχρῆμα ἐνώπιον αὐτοῦ καὶ ἐξέψυξεν εἰσέλθοντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκρὰν, καὶ ἐξ-2 ενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.

II

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τίς λοιπὸν οὐκ ἂν ἐξεπλάγη; τίς οὐκ ἂν ἔδεισε τὸν Ἀπόστολον; τίς οὐκ ἂν ἐθαύμασε; τίς οὐκ ἂν ἐφοβήθη;

20

Καὶ ἐγένετο φόβος μέγας ἐφ' ὅλην τὴν ἐκκλησίαν,25 καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Μετὰ τὸ γενέσθαι τὸν φόβον αὐτῶν, πλείόνα σημεῖα ποιεῖ καὶ αὐτὸς καὶ οἱ λοιποί.

12 Διὰ δὲ τῶν χειρῶν τῶν Ἀποστόλων ἐγίνετο σημεία καὶ τέρατα ἐν τῷ λαῷ πολλά.

Τοῦ Αὐτοῦ. Οὐκέτι ἐν οἰκίᾳ· ἀλλὰ τὸ ἱερὸν καταλαβόντες, ἐκεῖ διέτριβον· οὐκέτι λοιπὸν ἀκαθάρτων ἅπτεσθαι ἐφυλάττοντο,

4 φόβος Cod., sed corr. ant. m. φόνος.

30

ἀλλ ̓ ἁπλῶς ἥπτοντο τῶν νεκρῶν· καὶ ὅρα· πῶς ἐν μὲν τοῖς οἰκείοις εἰσὶ σφοδροὶ, ἐν δὲ τοῖς ἀλλοτρίοις οὐ κέχρηνται τῇ δυνάμει.

Καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶν 13τος· τῶν δὲ λοιπῶν, οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός.

14

5

Τοῦ Αὐτοῦ. Ὁ Πέτρος ἦν ὁ θαυμαστὸς, καὶ τούτῳ μᾶλλον προσεῖχον διά τε τὴν δημηγορίαν, καὶ τὴν πρώτην, καὶ τὴν δευ τέραν, καὶ τὴν τρίτην· διά τε τὸ σημεῖον αὐτὸς γὰρ τὸ σημεῖον εἰργάσατο, τὸ πρῶτον, τὸ δεύτερον, τὸ τρίτον· τοῦτο γὰρ διπλοῦν ἦν· πρῶτον μὲν τὸ τὰ κατὰ διάνοιαν ἐλέγξαι· δεύτερον δὲ τὸ ἀνε- 10 λεῖν προστάγματι.

Τοῦ Αὐτοῦ. Οὐκέτι λοιπὸν εὐκαταφρόνητοι ἦσαν καθάπερ καὶ πρότερον· ἐν βραχεῖ γὰρ καιρῷ καὶ μιὰ ῥοπῇ τοσαῦτα γέγονεν ὑπὸ τοῦ ἁλιέως καὶ ὑπὸ τοῦ τελώνου· οὐρανὸς ἦν ἡ γῆ καὶ πολιτεία· καὶ παρρησίας καὶ θαυμάτων καὶ πάντων ἕνεκεν, καθάπερ ἄγγελοι 15 οὕτως ἐθαυμάζοντο πρὸς οὐδὲν ἐπιστρεφόμενοι, οὐ πρὸς γέλωτα, οὐ πρὸς ἀπειλὰς, οὐ πρὸς κινδύνους· φιλάνθρωποι ἐτύγχανον καὶ κηδεμονικοί.

Μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν.

66

66

τα

20

Τοῦ Αὐτοῦ. Τοῦτο ἐπὶ τοῦ Χριστοῦ οὐ γέγονεν· ὅρα δὲ ἐκβαῖ νον τὸ ὑπ ̓ αὐτοῦ εἰρημένον, ὅτι “ οἱ πιστεύοντες εἰς ἐμὲ, τὰ ἔργα ἃ “ ἐγὼ ποιῶ κἀκεῖνοι ποιήσουσι, καὶ μείζονα ποιήσουσι.” Καὶ μετ ̓ ὀλίγα—Ἀλλ' ὅρα πῶς ὑφαίνεται αὐτοῖς ὁ βίος· ἀθυμία πρώτη γέγονε διὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ, εἶτα εὐθυμία διὰ τὴν τοῦ 25 Πνεύματος κάθοδον· πάλιν ἀθυμία διὰ τοὺς χλευάζοντας, εἶτα καὶ εὐθυμία διὰ τοὺς πιστοὺς καὶ τὸ σημεῖον· πάλιν ἀθυμία διὰ τὸ κατασχεθῆναι, εἶτα εὐθυμία διὰ τῆς ἀπολογίας· πάλιν ἐνταῦθα καὶ εὐθυμία καὶ ῥαθυμία· ὅτι μὲν οὖν ἦσαν λαμπροὶ καὶ ὁ Θεὸς αὐτοῖς ἀπεκάλυψεν· ὅτι δὲ τοὺς αὐτῶν ἀνήρουν, ἀθυμία· πάλιν εὐ- 30 θυμία ἀπὸ τῆς λαμπρότητος· πάλιν ἀθυμία ἀπὸ τοῦ ἀρχιερέως· καὶ δι ̓ ὅλου ἴδοι ἄν τις· καὶ ἐπὶ τῶν παλαιῶν δὲ τοῦτο εὕροι τίς ἄν. ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Τὸ πιστεύειν ὅτε μὲν συγκατάθεσιν ἁπλουΗ πολιτείας Cod.

N

« PreviousContinue »