Page images
PDF
EPUB

δύνῳ ἦσαν, ἐν ἀπορίᾳ, ἐν ἀμηχανίᾳ πολλῇ· καθάπερ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτὸς λαμβάνει τὴν πληγὴν, οὕτω δὴ καὶ οὗτοι.

34 Αναστὰς δέ τις ἐν τῷ συνεδρίῳ.

Τοῦ Αὐτοῦ. Οὗτος ὁ Γαμαλιὴλ ὁ Παύλου διδάσκαλος ἦν· καὶ 5 θαυμάσαι ἄξιον, πῶς καὶ κατὰ νοῦν κρίσεις ἔχων καὶ νομομαθής ὢν, οὐδέπω πιστεύει· ἐπεὶ οὐδέπω Παῦλος ἐπίστευσεν· οὐκ ἔστι δὲ αὐτὸν μεῖναι μὴ πιστεύοντα δι ̓ ὅλου, καὶ δῆλον ἐκ τῶν ῥημά των αὐτοῦ.

Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ· ἔξω βραχύ τι τοὺς Ἀποστόλους ἐκέ35 λευσε ποιῆσαι· εἶπέ τε πρὸς αὐτούς· Ἄνδρες Ισραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.

Τοῦ Αὐτοῦ. Ὁρᾶ τὴν σύνεσιν τῆς δημηγορίας, πῶς αὐτοὺς 15 εὐθέως εἰς φόβον ἐνέβαλε καὶ ὥστε μὴ ὑποπτευθῆναι αὐτὸν ὡς τὰ ἐκείνων φρονοῦντα, ὡς πρὸς ὁμογνώμονας διαλέγεται, καὶ οὐ πολλῇ σφοδρότητι κέχρηται, ἀλλ ̓ ὡς ὑπὸ θυμοῦ μεθύουσιν οὕτω φησὶν, σε ἄνδρες Ἰσραηλῖται,” καὶ τὰ ἑξῆς, μὴ ἁπλῶς φησὶ, μηδὲ ὡς ἔτυχε φέρεσθαι.

36 Πρὸ γὰρ τούτων ἡμερῶν.

τα

[ocr errors]

20

Τοῦ Αὐτοῦ. Ἀπὸ παραδειγμάτων αὐτοὺς σωφρονίζει, καὶ τοὺς πλείονας ἀποστήσαντα ὕστερον τίθησι παραμυθούμενος αὐτούς· πρὸ μὲν οὖν τὰ παραδείγματα εἰπεῖν, “ προσέχετε ἑαυτοῖς·” ἐπειδὴ δὲ ἔδειξεν, ἀποφαίνεται, καὶ φησὶν, “ ἀπόστητε ἀπὸ τῶν ἀνθρώ- 25 πων τούτων.”

66

66

̓Ανέστη Θευδᾶς λέγων εἶναί τινα ἑαυτὸν μέγαν, ᾧ προσετέθησαν ἀνδρῶν ἀριθμὸς ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διελύθησαν καὶ ἐγένοντο ὡς οὐδέν.

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Περὶ Θευδᾶ μέμνηται Ιώσηπος ἐν τῷ 18 βιβλίῳ τῆς Ἀρχαιολογίας, ὡς φησὶν Εὐσέβιος ἐν τῷ δευτέρῳ τῆς

30

[blocks in formation]

37

66

66

Ἐκκλησιαστικῆς Ἱστορίας, αὐταῖς λέξεσι παρατιθέμενος τὸν Ἰώσηπον λέγοντας “ Φάδου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος γόης τὶς ἀνὴρ, Θευδᾶς ὀνόματι, πείθει τὸν ὄχλον ἀναλαβόντα τὰς κτήσεις σε ἕπεσθαι πρὸς τὸν Ἰορδάνην ποταμὸν αὐτῷ· προφήτης γὰρ ἔλε γεν εἶναι· καὶ προστάγματι τὸν ποταμὸν σχίσας, δίοδον ἔφη5 παρέξειν αὐτοῖς ῥαδίαν· καὶ ταῦτα λέγων πολλοὺς ἠπάτησεν· οὐ μὴν εἴασεν αὐτοὺς τῆς ἀφροσύνης ὄνασθαι Φάδος, ἀλλ ̓ ἐξέπεμψεν σε ἴλην ἱππέων ἐπ ̓ αὐτοὺς, ἥτις πολλοὺς ἀνεῖλε καὶ ἐζώγρησεν ἐξ “ αὐτῶν· αὐτόν τε τὸν Θευδῶν ζωγρήσαντες, ἀποτέμνουσι τὴν σε κεφαλὴν καὶ κομίζουσιν εἰς Ἱεροσόλυμα.”

66

66

66

66

Θευδᾶς αἱρεσιάρχης καὶ Ἰούδας Γαλιλαῖος ἐπὶ τῶν χρόνων τῆς ἀπογραφῆς κατελύθησαν.

Μετὰ τοῦτον ἀνεστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς· καὶ ἀπέστησε λαὸν ἱκανὸν ὁ

πίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπεί- 15 38θοντο αὐτῷ διεσκορπίσθησαν· καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ ἐάσατε αὐτ τούς.

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Ἐοίκασιν οἱ Γαλιλαῖοι κατὰ τοὺς χρόνους Πιλάτου ἐστασιακέναι, δόγμασιν ἑπόμενοι Ἰούδα τοῦ Γαλιλαίου 20 ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ Ἰώσηπος ἐν τοῖς τελευταίες τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντασίαν ἐξαποστέλλον πολλὴν δι ̓ εὐσέβειαν εὐτονίας· κύριον γὰρ μηδὲ μέχρι στόματος ἔφασκε δεῖ τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ φιλοφροσύνην οὕτω δὲ μήτε τὸν βασιλεύοντα· καὶ πολλοί γε αὐτῶν περὶ τοῦ μὴ 25 εἰπεῖν Καίσαρα κύριον χαλεπωτάτας αἰκίας ὑπέμειναν· οἳ καὶ ἐδίδασκον μὴ δεῖν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωϋσέως νόμῳ θυσίας ἑτέρας ἀναφέρεσθαι τῷ Θεῷ· διόπερ ἐκώλυον τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίνεσθαι, περὶ τῆς σωτηρίας τοῦ Βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους· εἰκὸς οὖν ἐπὶ τούτοις 30 ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον, κελεύσαι παρ' αὐτοῖς αἷς ἐδόκουν προσφέρειν θυσίαις αὐτοὺς ἀναιρεθῆναι· ὡς τότε ἀναμιχθῆναι ταῖς προσφερομέναις θυσίαις τὸ αἷμα τῶν προσαγόντων, καθὰ καὶ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ φέρεται.

Ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον 39 τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστὶν, οὐ δυνή σεσθε καταλύσαι αὐτούς.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Εἰ μὲν γὰρ ἀνθρώπινόν ἐστι, φησὶ, τί δεῖ πραγμάτων ὑμῖν; ἀλλ ̓ εἰ θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων 5 δυνήσεσθε· ἄληπτος ὁ λόγος.

[ocr errors]

Τοῦ Αὐτοῦ. Πόθεν δῆλον, ὅτι ἐὰν ᾗ ἐξ ἀνθρώπων καταλύεται ; πεῖραν ἔλαβε, φησὶν, ἀπὸ Ἰούδα καὶ Θευδᾶ· ὥστε καὶ οὗτος ὁ κηρυττόμενος ὑπὸ τούτων, εἰ τοιοῦτός ἐστιν οἷοι κἀκεῖνοι, καὶ μὴ θείᾳ δυνάμει πάντα ἐργάζονται, μικρὸν ἀναμείνατε, καὶ ἡ τῶν πραγ- 10 μάτων ὑμῶν πιστώσεται ἔκβασις· διὰ τοῦ τέλους εἴσεσθε, εἴτε ἄνθρωπός ἐστι πλάνος, ὥς φατε, καὶ παράνομος, εἴτε Θεὸς ὁ πάντα συγκρατῶν, καὶ ἀπορρήτῳ δυνάμει τὰ καθ' ἡμᾶς οἰκονομῶν πράγ ματα· ὅπερ οὖν καὶ ἐγένετο· ἀνέμειναν, καὶ διὰ τῶν ἔργων έδηλοῦτο ἡ θεία καὶ ἄμαχος δύναμις.

Μήποτε καὶ θεομάχοι εὑρεθῆτε.

15

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τί οὖν κωλύει, φησὶ, καὶ ὑμᾶς καταλυθή ναι; μήποτε γάρ, φησι, καὶ θεομάχοι εὑρεθῆτε καὶ διὰ τοῦ ἀδυ νάτου καὶ διὰ τοῦ ἀσυμφόρου αποτρέπει αὐτούς· καὶ οὐκ εἶπεν ὅτι ἀπό τινος ἀνηρέθησαν, ἀλλ ̓ ὅτι ἐνταῦθα διελύθησαν, καὶ ἐρρύη 20 αὐτῶν τὸ σύστημα. εἰ μὲν γὰρ ἀνθρώπινόν ἐστι, φησὶ, τί δεῖ πραγμάτων ὑμῖν; ἀλλ ̓ εἰυ θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων δυνήσεσθε περιγενέσθαι· ἄληπτος ὁ λόγος. πῶς ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν αὐτοὺς, ἀλλὰ μαστίξαι μόνον; ἐπείσθησαν γὰρ αὐτῷ, φησίν. 40 Επείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς ̓Αποστόλους, δείραντες, παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ· καὶ ἀπέλυσαν αὐτούς.

Τοῦ Αὐτοῦ. Πῶς ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν αὐτοὺς, ἀλλὰ μαστίξαι μόνον ; ὅρα μετὰ πόσα μαστίζονται, καὶ πάλιν ἡ διδασκαλία ἐπετείνετο καὶ γὰρ ἐν οἰκίᾳ καὶ ἐν τῷ ἱερῷ ἐδίδασκον. 30 Καὶ μετ' ὀλίγα—Τίνος οὖν ἕνεκεν, φησὶ, μαστίζονται; τῇ μὲν ἀναμφισβητήτῳ δικαιολογίᾳ ἀντιβλέψαι οὐκ εἶχον, ὅμως δὲ τὸν θυ μὲν ἐπλήρουν τὸν οἰκεῖον, καὶ πάλιν ταύτῃ φοβῆσαι προσεδόκησαν.

[blocks in formation]

41

Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Πόσων σημείων τοῦτο οὐ θαυμασιώτερον ; οὐδαμοῦ γέγονεν ἐπὶ τῶν παλαιῶν τοῦτο· ἐπεὶ καὶ Ἰερεμίας ἐμαστίχθη διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ τῷ Ἠλίᾳ ἠπείλησαν καὶ τοῖς 5 ἄλλοις· ἀλλ ̓ ἐνταῦθα καὶ ἀπὸ τούτου καὶ ἀπὸ τῶν σημείων μόνον τὴν δύναμιν ἐνεδείκνυντο τοῦ Θεοῦ· οὐκ εἶπεν ὅτι οὐκ ἤλγουν, ἀλλ ̓ ὅτι καὶ ἀλγοῦντες ἔχαιρον· πόθεν δῆλον; ἐκ τῆς μετὰ ταῦτα παρρησίας· οὕτως ἐνεστήκεσαν ἀεὶ καὶ μετὰ τὰς πληγὰς κηρύτε

τοντες.

66

ΑΜΜΩΝΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ. “ Ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι τῷ καθολικῷ χρησάμενος ἐδήλωσεν, ὅτι Θεὸς ἦν ὁ Ἰησοῦς· ὥσπερ γάρ τις λέγων, αὐτὸς εἶπεν, ὁ ὢν εἶπε, τὸν Θεὸν σημαίνει· οὕτως καὶ ὁ ἀορίστως τὸ ὄνομα μόνον εἰπὼν, ὁμοίως τὴν θείαν τοῦ Ἰησοῦ οὐσίαν ἐσήμανεν.

Ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ 42 ἀτιμασθῆναι· πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ ̓ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν.

10

15

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Καταξιωθῆναι γὰρ ὄντως ἐστὶ καὶ τὸ 20 ἀτιμασθῆναι· εἰ γὰρ φίλον τις ἔχων, κέρδος ἡγεῖται τὸ δι ̓ ἐκεῖνόν τι παθεῖν, πολλῷ μᾶλλον ὁ διὰ Χριστόν· μὴ τοίνυν ἀσχάλλωμεν πρὸς τὰς θλίψεις τὰς διὰ Χριστὸν, ἀλλὰ μνημονεύωμεν τῶν δεσ μῶν Παύλου καὶ ἡμεῖς, καὶ τοῦτο ἡμῖν ἔστω προτροπή. Καὶ πάλιν—Οὕτω δὴ καὶ ἡ σωτηρία ἡμῶν τότε ἐνεργεῖται μειζόνως" 25 τουτέστι δείκνυται, αὔξεται, ἐπιτείνεται, ὅταν ὑπομονὴν ἔχῃ, ὅταν πάσχῃ, καὶ γενναίως ἅπαντα φέρῃ· ἄρα ἐνέργεια σωτηρίας οὐ τὸ ποιεῖν κακῶς ἀλλὰ τὸ πάσχειν κακῶς· “ οὐκ ἄξια γὰρ τὰ παθή ματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν.”

[ocr errors]

ΚΕΦ. Ζ.

66

Περὶ χειροτονίας τῶν ἑπτὰ Διακόνων.

I Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Εβραίους.

30

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἑλληνιστὰς οἶμαι καλεῖν τοὺς Ἑλληνιστὶ φθεγγομένους· οὗτοι γὰρ Ἑλληνιστὶ διελέγοντο. ἰδοὺ ἄλλος πειρασμός· ὅσα καὶ ἔσωθεν καὶ ἔξωθεν τούτους εὐθέως ἐξ ἀρχῆς. Τοῦ Αὐτοῦ. Ὅτε ταῦτα ἐγένετο, ὅτε μάστιγες, ὅτε ἀπειλαί, τότε ἐπληθύνοντο οἱ μαθηταί.

Ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ 2 χῆραι αὐτῶν. προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον.

5

Τοῦ Αὐτοῦ. Ἄρα καθημερινὴ διακονία ἦν ταῖς χήραις· καὶ ὅρα πῶς οὗτος διακονίαν καλεῖ, καὶ οὐ ταχέως ἐλεημοσύνην· ἅμα καὶ το τοὺς ποιοῦντας καὶ τοὺς πάσχοντας διὰ τούτου ἐπαίροντες· τοῦτο οὐ κακία ἦν, ἀλλὰ τοῦ πλήθους ἴσως ῥαθυμία· διὰ τοῦτο προὔθη κεν αὐτὸ εἰς μέσον· οὐ μικρὸν γὰρ τὸ κακὸν ἦν· ὅρα πῶς καὶ ἐν ἀρχῇ τὰ κακὰ οὐχὶ ἔξωθεν μόνον ἦν· ὅρας τὰ ἔξω διαδεχόμενα τὰ ἔσω ;

Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις.

15

Τοῦ Αὐτοῦ. Πρῶτον τὸ ἄτοπον τίθησιν, ὡς οὐ κενὸν μετὰ τῆς αὐτῆς σπουδῆς ἀμφότερα γίνεσθαι· ἐπεὶ καὶ ὅτε τὸν Ματθίαν χειροτονεῖν ἔμελλον, πρῶτον τὴν χρείαν δείκνυσι τοῦ πράγματος, 20 ὅτι ἔλειπεν εἷς, καὶ ἔδει γενέσθαι δώδεκα· καὶ ἐνταῦθα τὴν χρείαν ἐδήλωσαν· οὐ πρότερον ἐποίησαν, ἀλλὰ περιέμενον γενέσθαι τὸν γογγυσμόν· καὶ οὔτε ἠνέσχοντο ἐπιτοπολὺ τοῦτο συμβῆναι· καὶ ὅρα τὴν κρίσιν αὐτοῖς ἐπιτρέπουσι· τοὺς πᾶσιν ἀρέσκοντας, τοὺς ὑπὸ πάντων μαρτυρουμένους, ἐκείνους προβάλλονται· καὶ σφόδρα 25 αὕτη καλὴ κρίσις· ἑπτὰ προβάλλονται, οὐκέτι δώδεκα.

Τοῦ Αὐτοῦ. Τῶν γὰρ ἀναγκαίων τὰ ἀναγκαιότερα προτιμότερα ὅρα δὲ πῶς εὐθέως καὶ τούτου πρόνοιαν ἐποιοῦντο, καὶ τοῦ κηρύγ ματος οὐκ ἠμέλουν.

3 Επισκέψασθε οὖν, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν μαρτυ- 30 ρουμένους ἑπτὰ, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας οἷς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης.

Τοῦ Αὐτοῦ. Καίτοι ἠδύναντο αὐτοὶ ἐκλέξασθαι Πνεύματι κινούμενοι· ἀλλ ̓ ὅμως καὶ τὴν μαρτυρίαν βούλονται τὴν παρ'

« PreviousContinue »