Page images
PDF
EPUB

κῆς πρὸς σωτηρίαν αὐτοῦ· ἐν ᾧ ἐπιστασία ἀρχιερέων ζήλῳ τοῦ γεγονότος, καὶ κρίσις τοῦ θαύματος, Πέτρου τε ὁμολογία τῆς Χριστοῦ δυνάμεώς τε καὶ χάριτος. περὶ ἀπίστων ἀρχιέρεων προσταττόντων, ὡς οὐ δεῖ παρρησιάζεσθαι ἐπὶ τῷ ὀνόματι Χριστοῦ, καὶ ἀνανεώσεως τῶν ἀποστόλων. εὐχαριστία ἀπὸ τῆς ἐκκλησίας ὑπὲρ τῆς τῶν Ἀποστόλων πιστῆς καρτερίας.

ου

ε. Περὶ ὁμοψύχου καὶ καθολικῆς κοινωνίας τῶν πιστευσάντων, ἐν ᾧ περὶ Ἀνανίου καὶ Σαπφείρας καὶ τῆς πικρᾶς αὐτῶν τελευτῆς. 5'. Ὅτι τοὺς Ἀποστόλους ἐμβληθέντας ἐν τῷ δεσμωτηρίῳ ὁ ἄγγελος Κυρίου νύκτωρ ἐξέωσεν ἐπιτρέψας ἀκωλύτως κηρύσσειν τὸν Ἰησοῦν· ἐν ᾧ ὅτι τῇ ἑξῆς οἱ ἀρχιερεῖς αὐτοὺς πάλιν συλλαβόμενοι, ἐφ ̓ ᾧ μηκέτι διδάσκειν, μαστίξαντες ἀπέλυσαν. Γαμαλιήλου γνώμη πιστὴ περὶ Ἀποστόλων μετὰ παραδειγμάτων τινῶν καὶ ἀποδείξεων.

ζ. (et γ'. licet non notetur in MS.) Περὶ χειροτονίας τῶν ἑπτὰ διακόνων. Ἰουδαίων ἐπανάστασις καὶ συκοφαντία κατὰ Στεφάνου· αὐτοῦ τε δημηγορία περὶ τῆς πρὸς Ἀβραὰμ διαθήκης τοῦ Θεοῦ, καὶ περὶ τῆς τῶν ιβ'. πατριαρχῶν· ἐν ᾧ τὰ περὶ τοῦ λιμοῦ καὶ πυρωνίας, καὶ ἀναγνωρισμοῦ τῶν υἱῶν Ἰακώβ· καὶ περὶ γενέσεως Μωσέως καὶ τῆς πρὸς αὐτὸν Μωϋσέα θεοφανείας ἐν ὄρει Σινὰ γενομένης· περὶ τῆς ἐξόδου καὶ μοσχοποιΐας τοῦ Ἰσραὴλ ἄχρι τῶν χρόνων τοῦ Σολομῶντος καὶ τῆς τοῦ ναοῦ κατασκευῆς ὁμολογίας τῆς ὑπερουρανίου δόξης Ἰησοῦ Χριστοῦ ἀποκαλυφθείσης αὐτῷ Στεφάνῳ, ἐφ ̓ ᾗ λιθόλευστος γενόμενος αὐτὸς Στέφανος, εὐσεβῶς ἐκοιμήθη.

θ. Περὶ διωγμοῦ τῆς Ἐκκλησίας, καὶ ταφῆς Στεφάνου· ἐν ᾧ περὶ Φιλίππου Αποστόλου πολλοὺς ἰαταμένου ἐπὶ τῆς Σαμαρείας.

ι. Περὶ Σίμωνος τοῦ Μάγου πιστεύσαντος καὶ βαπτισθέντος σὺν ἑτέροις πλείοσιν· ἐν ᾧ περὶ τῆς τοῦ Πέτρου καὶ Ἰωάννου πρὸς αὐτοὺς ἀποστολῆς, καὶ ἐπίκλησις τοῦ Ἁγίου Πνεύματος ἐπὶ τοὺς βαπτισθέντας.

ια ́. Ὅτι οὐκ ἀργυρίου, οὐδὲ ὑποκριταῖς, ἀλλ ̓ ἁγίοις διὰ πίστεως ἡ μετοχὴ τοῦ Ἁγίου Πνεύματος ἐδίδοτο· ἐν ᾧ τὰ περὶ ὑποκρίσεως καὶ ἐπιπλήξεως Σίμωνος.

ιβ'. Ὅτι τοῖς ἀγαθοῖς καὶ πιστοῖς εὐοδοῖ ὁ Θεὸς τὴν σωτηρίαν, δῆλον ἐκ τῆς κατὰ τὸν εὐνοῦχον ὑποθέσεως.

ιγ. Περὶ τῆς οὐρανόθεν θείας κλήσεως τοῦ Παύλου εἰς ἀποστολὴν Χριστοῦ· ἐν ᾧ περὶ ἰάσεως καὶ βαπτίσματος Παύλου διὰ Ανανίου κατ ̓ ἀποκάλυψιν Θεοῦ, παρρησίας τε αὐτοῦ καὶ συντυ χίας τῆς διὰ Βαρνάβα πρὸς τοὺς Ἀποστόλους.

ιδ. Περὶ Αἰνέου παραλυτικοῦ ἰαθέντος ἐν Λύδδῃ διὰ Πέτρου ἐν ᾧ τὰ περὶ Ταβιθὰ τῆς φιλοχήρου, ἣν ἤγειρεν ἐκ νεκρῶν ὁ Πέτρος διὰ προσευχῆς ἐν Ιόππη.

ιέ. Περὶ Κορνηλίου ὅσα τε πρὸς αὐτὸν ὁ ἄγγελος εἶπεν· ἐν ᾧ καὶ ὅσα Πέτρῳ οὐρανόθεν περὶ κλήσεως ἐθνῶν ἐρρήθη· ὅτι μετασταλεὶς ὁ Πέτρος ἦλθεν πρὸς Κορνήλιον· ἐπανάληψις παρὰ Κορνηλίου, ὧν εἶπεν ὁ ἄγγελος αὐτῷ τῷ Κορνηλίῳ Πέτρου κατήχη σις εἰς Χριστὸν, τοῦ τε Ἁγίου Πνεύματος ἐπὶ τοὺς ἀκούοντας δωρεὰ, καὶ ὅπως ἐβαπτίσθησαν τότε οἱ ἐξ ἐθνῶν πιστεύσαντες.

ις'. Ὡς Πέτρος τὰ καθ ̓ ἑξῆς καὶ τὰ ἕκαστα τῶν γεγονότων διηγεῖται τοῖς Ἀποστόλοις διακριθεῖσι πρὸς αὐτόν· τῷ τηνικάδε τὸν Βαρνάβαν ἐκπέμψας (f. ἔπεμψαν) πρὸς τοὺς ἐν Ἀντιοχία ἀδελφούς.

ιζ. Προφητεία Αγάβου περὶ λιμοῦ οἰκουμενικῆς (f. οἰκονμένης Montf.) καὶ καρποφορίας πρὸς τοὺς ἐν Ἱερουσαλὴμ ἀδελ φούς.

ιή. Ἰακώβου τοῦ ἀποστόλου κατασφάγη ἐν ᾧ καὶ Πέτρου σύλληψις πρὸς Ἡρώδου, ὅπως τε αὐτὸν ἄγγελος θείῳ κελεύσματι ἐξείλατο τῶν δεσμῶν, καὶ ὁ Πέτρος ἐμφανὴς γενόμενος νύκτωρ τοῖς ἀδελφοῖς ὑπανεχώρησεν· ἐν ᾧ περὶ τῆς τῶν φυλάκων κολά σεως, καὶ μετέπειτα περὶ τῆς τοῦ ἀσεβοῦς Ἡρώδου πικρᾶς τε καὶ ὀλεθρίου κατασφαγῆς.

b δήλην Montf.

ιθ'. Αποστολὴ Βαρνάβα καὶ Παύλου πρὸς τοῦ Θείου Πνεύμα τις εἰς Κύπρον, ὅσα τε εἰργάσατο ἐν ὀνόματι Χριστοῦ εἰς Ελύμαν τὸν μάγον.

κ. Παύλου εὐθαλής διδασκαλία εἰς Χριστὸν, ἔκ τε τοῦ νόμου καὶ καθεξῆς τῶν προφητῶν, ἱστορικὴ καὶ εὐαγγελική ἐν ᾧ ἐλεγ κτικῇ καὶ συλλογιστική διδασκαλίᾳ χρῆται περὶ μεταθέσεως τοῦ κηρύγματος εἰς τὰ ἔθνη· διωγμοῦ τε αὐτῶν, καὶ ἀφίξεως εἰς Ικόνιον.

κα'. Όπως ἐν Ικονίῳ κηρύξαντες τὸν Χριστὸν, πολλῶν πιστευ σάντων ἐδιώχθησαν οἱ Ἀπόστολοι.

κβ'. Περὶ τοῦ ἐν Λύστροις ἐκ γεννητῆς χωλοῦ ἰαθέντος διὰ τῶν Ἀποστόλων· διόπερ εἶναί τε θεοὶ καὶ παρεῖναι ἔδοξαν τοῖς ἐγχωρίοις· ἔνθα δὴ καὶ μετέπειτα λιθάζεται ὁ Παῦλος παρὰ τῶν ἀστυγειτόνων.

κγ'. Ὅτι οὐ δεῖ περιτέμνεσθαι τοὺς ἐξ ἐθνῶν πιστεύοντας, δόγματι καὶ κρίσει τῶν Ἀποστόλων· ἐν ᾧ ἐπιστολὴ αὐτῶν Ἀποστόλων πρὸς τοὺς ἐξ ἐθνῶν περὶ τῶν φυλακέων (sic) ἀντίρρησις Παύλου πρὸς Βαρνάβαν διὰ Μάρκον.

κδ. Περὶ κατηχήσεως Τιμοθέου, καὶ τῆς κατ ̓ ἀποκάλυψιν ἀφίξεως Παύλου εἰς Μακεδονίαν· ἐν ᾧ περὶ πίστεως καὶ σωτηρίας γυναικός τινος Λυδίας, καὶ περὶ ἰάσεως τῆς πνεῦμα Πύθονος ἐχούσης παιδίσκης, δι ̓ ἣν τὸν Παῦλον καθεῖρξαν οἱ δεσπόται αὐτῆς τῆς παιδίσκης· καὶ περὶ τοῦ συμβάντος ἐκεῖσε σεισμοῦ καὶ θαύματος· καὶ ὅπως πιστεύσας ὁ εἰρκτοφύλαξ, ἐν αὐτῇ τῇ νυκτὶ ἐβαπτίσθη παραχρῆμα πανεύτιος °, ὅτι παρακληθέντες ἐξῆλθαν τότε ἐκ τοῦ δεσμωτηρίου οἱ Ἀπόστολοι.

κέ. Περὶ στάσεως γενομένης ἐν Θεσσαλονικῇ τοῦ κηρύγματος ἕνεκεν, φυγῆς τε Παύλου εἰς Βέροιαν κἀκεῖθεν εἰς Ἀθήνας.

κϛ ́. Περὶ τῆς ἐν Ἀθήναις ἐπιβωμίου γραφῆς, φιλοσόφου τε κηρύγματος καὶ εὐσεβείας τοῦ Παύλου.

κζ'. Περὶ Ἀκύλα καὶ Πρισκίλλης καὶ τῆς Κορινθίων ἀπει • Leg. πανοικί Μontf. immo πανέστιος.

b

πι

θείας, καὶ τῆς κατὰ πρόγνωσιν αὐτοῖς εὐδοκίας τοῦ Θεοῦ ἀποκα λυφθείσης τῷ Παύλῳ· ἐν ᾧ περὶ Πρίσκου ἀρχισυναγώγου στεύσαντος σὺν ἑτέροις τισὶν καὶ βαπτισθέντος· ὅτι στάσεως κινηθείσης ἐν Κορίνθῳ, ὁ Παῦλος ὑπανεχώρησεν· ἐλθών τε εἰς Ἔφεσον καὶ διαλεχθεὶς, ἐξῆλθεν καὶ περὶ Ἀπολλὼ ἀνδρὸς λογίου καὶ πιστοῦ.

κή. Περὶ βαπτίσματος καὶ τῆς τοῦ Ἁγίου Πνεύματος δωρεᾶς δοθείσης διὰ προσευχῆς Παύλου τοῖς ἐν Ἐφέσῳ πιστεύουσι, καὶ περὶ ἰάσεως τοῦ λαοῦ. περὶ τῶν υἱῶν Σκευᾶ, καὶ ὅτι οὐ δεῖ προστ χωρεῖν ἀπίστοις, καὶ ἀναξίοις τῆς πίστεως γινομένεις, καὶ περὶ ἐξομολογήσεως τῶν πιστευόντων. περὶ τῆς ἐν Ἐφέσῳ κινηθείσης στάσεως ὑπὸ Δημητρίου τοῦ ἀργυροκόπου κατὰ τῶν Ἀποστό

λων.

[ocr errors]

κθ'. Περίοδος Παύλου, ἐν ᾗ τὰ περὶ τοῦ θανάτου καὶ ἀνακλήσεως Εὐτύχου διὰ προσευχῆς ἐν Τρωάδι, παραινέσεις τε αὐτοῦ Παύλου ποιμαντικαὶ πρὸς τοὺς ἐν Ἐφέσῳ πρεσβυτέρους· ἐν ᾧ παράπλους Παύλου ἀπὸ Ἐφέσου ἄχρι Καισαρείας τῆς Παλαι στίνης.

λ'. Αγάβου προφητεία περὶ τῶν συμβησομένων τῷ Παύλῳ ἐν Ἱερουσαλήμ.

λά. Παραίνεσις Ἰακώβου πρὸς Παῦλον περὶ τοῦ μὴ δοκεῖν κωλύειν Ἑβραίους περιτέμνεσθαι.

λβ'. Περὶ τῆς ἐν Ἱηρουσαλὴμ κατὰ τοῦ Παύλου κινηθείσης ἀταξίας, ὅπως τε αὐτὸν ὁ χιλίαρχος τοῦ πλήθους ἐξαιρεῖται· ἐν Παύλου κατάστασις περὶ ἑαυτοῦ καὶ τῆς εἰς Ἀπόστολον ἑαυτοῦ κλήσεως, περὶ ὧν ὁ Ἀνανίας πρὸς τὸν Παῦλον ἐν Δαμασκῷ, ὀπτασίας τε καὶ φωνῆς Θεοῦ γενομένης ποτὲ πρὸς αὐτὸν ἐν τῷ ἱερῷ. ὅτι μέλλων ἐπὶ τούτοις ὁ Παῦλος τύπτεσθαι, εἰπὼν ὅτι Ῥωμαῖος ἐστιν, ἀνείθη (f. ἀνέθη).

ων

λγ'. Οσα Παῦλος καταβὰς εἰς τὸ συνέδριον ἔπαθέν τε καὶ εἶπεν, καὶ εὐθυβόλως ἔπραξεν.

λδ'. Περὶ ἐπιβουλῆς μελετωμένης Ἰουδαίας κατὰ Παύλου,

καὶ μηνύσεως αὐτῆς πρὸς Λυσίαν· ἐν ᾧ ὅτι παρεπέμφθη ὁ Παῦ λος τῷ ἡγεμόνι εἰς Καισάρειαν μετὰ στρατιωτῶν καὶ γραμ μάτων.

λε'. Τερτύλλου περὶ Παύλου κατηγορίας, καὶ αὐτοῦ ἀπολο γίας ἐπὶ τοῦ ἡγεμόνος (sic).

λϛ ́ Περὶ τῆς Φήλικος διαδοχῆς καὶ τῆς Φήστου προσαγωγής, τῆς τε ἐπ ̓ αὐτῶν ἀνακρίσεως Παύλου καὶ ἀφέσεως.

λζ'. Αγρίππου καὶ Βερνίκης παρουσία, καὶ πεῦσις τῶν κατὰ Παύλου ἐν ᾧ ἀπολογία Παύλου ἐπὶ Ἀγρίππου καὶ Βερνίκης, περὶ τῆς ἐν νόμῳ θρησκείας αὐτοῦ καὶ κλήσεως εἰς τὸ Εὐαγγέ λιον. ὡς οὐδὲν ἀδικεῖ Ἰουδαίους ὁ Παῦλος Αγρίππας φησι τῷ Φήστῳ.

λή. Πλοῦς Παύλου ἐπὶ Ῥώμην, κινδύνων πλείστων τε καὶ μεγίστων πάμπλεως· ἐν ᾧ παραίνεσις Παύλου πρὸς τοὺς σὺν αὐτῷ περὶ ἐλπίδος σωτηρίας. ναυάγιον Παύλου, ὅπως τε διεσώ θησαν εἰς Μελίτην τὴν νῆσον, καὶ ὅσα τε ἐν αὐτῇ ἐθαυματούργει. λθ'. Ὅπως ἀπὸ Μελίτης εἰς Ῥώμην κατήντησεν ὁ Παύλος. περὶ διαλέξεως Παύλου πρὸς τοὺς ἐν Ῥώμῃ Ιουδαίους. Κεφάλαια μὲν τὰ ὅλα μ. τὰ δὲ τούτοις ἑπόμενα, ἅτινα τὰς σημειώσεις ἔχουσι διὰ τοῦ Χ μή.

66

"Asteriscorum porro hujus modi notæ penitus absunt ab hoc Codice; quia asterisci quos Pamphilus “ initio adscripserat, Librariorum oscitantia postea ex"ciderant."

Hac Pamphili præfatione et capitum sectionumque tabula caret Codex Oxoniensis, quia desunt prima folia ; sed ejus librarius in ipso opere sectiones asterisco notatas distinxit magis accurate quam Coislinianus. Caret etiam Codex noster nomine auctoris Catenæ, qui, ut e Parisiensi discimus, fuit Andreas Presbyter, vir ut videtur ejusmodi commentariis consarcinandis exercitatus, (vid. Fabr. Bibl. Gr. t. vii. p. 759.) sed incertæ et

« PreviousContinue »