Page images
PDF
EPUB

ΞΑ.

πάνυ μανθάνω.

οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών; ΧΑ. κάθιζ ̓ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω.

ΔΙ.

οὗτος, τί ποιεῖς ;

ὅ τι ποιῶ; τί δ' ἄλλο γ' ἢ ἵζω ἐπὶ κώπην, οἶπερ ἐκέλευσάς με σύ; ΧΑ. ούκουν καθεδεῖ δῆτ ̓ ἐνθαδὶ, γάστρων; ΔΙ. ἰδού. ΧΑ. οὔκουν προβαλεῖ τω χεῖρε κἀκτενεῖς; ΔΙ. ἰδού. ΧΑ. οὐ μὴ φλυαρήσεις ἔχων, ἀλλ ̓ ἀντιβὰς

ΔΙ.

ΧΑ.

ἐλᾶς προθύμως;

κατα πῶς δυνήσομαι,

ἄπειρος, ἀθαλάττωτος, ἀσαλαμίνιος
ὢν, εἶτ ̓ ἐλαύνειν ;

202

205

ῥᾷστ ̓ ἀκούσει γὰρ μέλη κάλλιστ', ἐπειδὰν ἐμβάλῃς ἅπαξ. ΔΙ. τίνων; ΧΑ. βατράχων κύκνων θαυμαστά. ΔΙ. κατακέλευε δή.

ΧΑ. όπ όπ ωὸπ ὄπ.

ΒΑ. βρεκεκεκεξ κοὰξ κοάξ,

βρεκεκεκεξ κοάξ κοάξ.

λιμναία κρηνῶν τέκνα,

ξύναυλον ὕμνων βοὰν

φθεγξώμεθ', εὔγηρυν ἐμὰν ἀοιδὰν,

κοὰξ κοάξ,

ἣν ἀμφὶ Νυσήιον

Διὸς Διώνυσον ἐν

Λίμναισιν ἰαχήσαμεν,

ἡνίχ ̓ ὁ κραιπαλόκωμος

τοῖς ἱεροῖσι χύτροισι

χωρεῖ κατ' ἐμὸν τέμενος λαῶν ὄχλος.

βρεκεκεκεξ κοάξ κοάξ.

ΔΙ. ἐγὼ δέ γ' ἀλγεῖν ἄρχομαι

210

215

220

τὸν ὄρρον, ὦ κοὰξ κοάξ·
ὑμῖν δ ̓ ἴσως οὐδὲν μέλει.
ΒΑ. βρεκεκεκεξ κοὰξ κοάξ.
ΔΙ. ἀλλ ̓ ἐξόλοισθ ̓ αὐτῷ κοάξ·
οὐδὲν γάρ ἐστ ̓ ἀλλ ̓ ἢ κοάξ.
ΒΑ, εἰκότως γ ̓, ὦ πολλὰ πράτ-

των· ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
καὶ κεροβάτας Πὰν, ὁ καλαμόφογγά παίζων·
προσεπιτέρπεται δ' ὁ φορμικτὰς ̓Απόλλων,
ἕνεκα δόνακος, ὃν ὑπολύριον
ἔνυδρον ἐν λίμναις τρέφω.
βρεκεκεκεξ κοάξ κοάξ.

ΔΙ. ἐγὼ δὲ φλυκταίνας γ ̓ ἔχω.
ἀλλ ̓, ὦ φιλῳδὸν γένος,

ΒΑ.

παύσασθε.

μᾶλλον μὲν οὖν φθεγξόμεσθ', εἰ δή ποτ ̓ εὐηλίοις ἐν ἁμέραισιν ἡλάμεσθα διὰ κυπείρου καὶ φλέω, χαίροντες ᾠδῆς πολυκολύμβοισι μέλεσιν, ἢ Διὸς φεύγοντες ὄμβρον ἔνυδρον ἐν βυθῷ χορείαν αἰόλαν ἐφθεγξάμεσθα πομφολυγοπαφλάσμασιν. βρεκεκεκεξ κοάξ κοάξ. ΔΙ. βρεκεκεκεξ κοάξ κοάξ.

τουτὶ παρ' ὑμῶν λαμβάνω. ΒΑ. δεινά τἄρα πεισόμεσθα. ΔΙ. δεινότερα δ ̓ ἔγωγ ̓, ἐλαύνων εἰ διαρραγήσομαι.

225

230

235

240

215

230

255

ΒΑ. βρεκεκεκεξ κοὰξ κοάξ
ΔΙ. οἰμώζετ ̓· οὐ γάρ μοι μέλει.
ΒΑ. ἀλλὰ μὴν κεκραξόμεσθά γ
ὁπόσον ἡ φάρυγξ ἂν ἡμῶν
χανδάνῃ δι' ἡμέρας
βρεκεκεκεξ κοάξ κοάξ.
ΔΙ. βρεκεκεκεξ κοὰξ κοάξ.
τούτῳ γὰρ οὐ νικήσετε.

ΒΑ. οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
ΔΙ. οὐδέποτε κεκράξομαι γὰρ,
κἄν με δέῃ δι' ἡμέρας,

ἕως ἂν ὑμῶν ἐπικρατήσω τοῦ κοάξ,
βρεκεκεκεξ κοάξ κοάξ.

ἔμελλον ἄρα παύσειν ποθ ̓ ὑμᾶς τοῦ κοάξ. ΧΑ. ὦ παύε παύε, παραβαλοῦ τῷ κωπίῳ.

260

265

ἔκβαιν ̓, ἀπόδος τὸν ναῦλον. ΔΙ. ἔχε δὴ τώβολώ.

ΔΙ. ὁ Ξανθίας. ποῦ Ξανθίας; ή Ξανθίας ;
ΞΑ. ἰαῦ. ΔΙ. βάδιζε δεύρο. ΞΑ. χαῖρ ̓, ὦ δέσποτα.
ΔΙ. τί ἐστι τανταυθί; ΞΑ. σκότος και βόρβορος.
ΔΙ. κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι

271

καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν; ΞΑ. σὺ δ ̓ οὔ; ΔΙ. νὴ τὸν Ποσειδῶ 'γωγε, καὶ νυνί γ ̓ ἄγε δὴ, τί δρῶμεν ;

ΞΑ.

ΔΙ.

ὁρῶ.

προϊέναι βέλτιστα νῶν,
ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία
τὰ δείν ̓ ἔφασκ ̓ ἐκεῖνος.

ὡς οἰμώξεται.

ἠλαζονεύεθ', ἵνα φοβηθείην ἐγὼ,

εἰδὼς με μάχιμον ὄντα, φιλοτιμούμενος.
οὐδὲν γὰρ οὕτω γαυρόν ἐσθ ̓ ὡς Ἡρακλῆς.
ἐγὼ δέ γ' εὐξαίμην ἂν ἐντυχεῖν τινι,

276

280

λαβεῖν τ ̓ ἀγώνισμ ̓ ἄξιόν τι τῆς ὁδοῦ.

ΞΑ. νὴ τὸν Δία· καὶ μὴν αἰσθάνομαι ψόφου τινός. 285 ΔΙ. ποῦ τοῦ 'στιν; ΞΑ. ἐξόπισθεν. ΔΙ. ἐξόπισθ ̓ ἴθι. ΞΑ. ἀλλ ̓ ἐστὶν ἐν τῷ πρόσθε. ΔΙ. πρόσθε νυν ἔθι. ΞΑ. καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.

ΔΙ. ποιόν τι;

ΞΑ.

δεινόν παντοδαπον γοῦν γίγνεται

ποτὲ μέν γε βοῦς, νυνὶ δ ̓ ὀρεὺς, ποτὲ δ ̓ αὖ γυνὴ 290 ὡραιοτάτη τις. ΔΙ. ποῦ 'στι; φέρ' ἐπ ̓ αὐτὴν ἴω. ΞΑ. ἀλλ ̓ οὐκέτ ̓ αὖ γυνή 'στιν, ἀλλ ̓ ἤδη κύων. ΔΙ. Ἔμπουσα τοίνυν ἐστί.

ΞΑ.

πυρὶ γοῦν λάμπεται ἅπαν τὸ πρόσωπον. ΔΙ. καὶ σκέλος χαλκοῦν ἔχει. ΞΑ. νὴ τὸν Ποσειδῶ καὶ βολίτινον θάτερον, σάφ ̓ ἴσθι. ΔΙ. ποῖ δῆτ ̓ ἂν τραποίμην;

295

ΞΑ.
ποῖ δ ̓ ἐγώ;
ΔΙ. ἱερεῦ, διαφύλαξόν μ', ἵν ̓ ὦ σοι ξυμπότης.
ΞΑ. ἀπολούμεθ ̓, ὦναξ Ηράκλεις.

ΔΙ.

οὐ μὴ καλεῖς μ',

ὠνθρωφ ̓, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.

ΞΑ. Διόνυσε τοίνυν. ΔΙ. τοῦτ ̓ ἔθ ̓ ἧττον θατέρου. 300
ΞΑ. ἴθ ̓ ᾗπερ ἔρχει. δεῦρο δεῦρ ̓, ὦ δέσποτα.
ΔΙ. τί δ ̓ ἔστι;

ΞΑ.

θάρρει· πάντ ̓ ἀγαθὰ πεπράγαμεν,

ἔξεστί θ ̓ ὥσπερ Ηγέλοχος ἡμῖν λέγειν
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν ̓ ὁρῶ.

ἥμπουσα φρούδη. ΔΙ. κατόμοσον. ΞΑ. νὴ τὸν Δία.

ΔΙ. καὖθις κατόμοσον. ΞΑ. νή Δί'.

303

ὅμοσον. ΞΑ. νή Δία.

ΔΙ.
ΔΙ. οἴμοι τάλας, ὡς ὠχρίασ ̓ αὐτὴν ἰδών·
ΞΑ. ὁδὲ δὲ δείσας ὑπερεπυρρίασέ σου.

ΔΊ. οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν ;

τίν ̓ αἰτιάσωμαι θεῶν μ ̓ ἀπολλύναι ;
αἰθέρα Διὸς δωμάτιον, ἢ χρόνου πόδα;

310

ΞΑ. οὗτος. ΔΙ. τί ἔστιν; ΞΑ. οὐ κατήκουσας; ΔΙ. τίνος ; ΞΑ. αὐλῶν πνοῆς.

ΔΙ.

ἔγωγε, καὶ δᾴδων γέ με

αὔρα τις εἰσέπνευσε μυστικωτάτη.

ἀλλ ̓ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.

ΧΟ. Ἴακχ ̓, ὦ Ἴακχε.

Ἴακχ ̓, ὦ Ἴακχε.

ΞΑ. τοῦτ ̓ ἔστ' ἐκεῖν ̓, ὦ δέσποθ', οἱ μεμυημένοι ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν. ᾄδουσι γοῦν τὸν Ιακχον ὅνπερ Διαγόρας. ΔΙ. κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν βέλτιστόν ἐστιν, ὡς ἂν εἰδῶμεν σαφῶς.

315

320

ΧΟ. Ἴακχ ̓, ὦ πολυτίμητ ̓ ἐν ἕδραις ἐνθάδε ναίων, στρ.

Ἴακχ ̓ ὦ Ἴακχε,

ἐλθὲ τόνδ ̓ ἀνὰ λειμῶνα χορεύσων,

325

ὁσίους ἐς θιασώτας,

πολύκαρπον μὲν τινάσσων

περὶ κρατὶ σῷ βρύοντα

στέφανον μύρτων, θρασεῖ δ ̓ ἐγκατακρούων

ποδὶ τὰν ἀκόλαστον

φιλοπαίγμονα τιμὰν,

330

χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνὴν, ἱερὰν 335 ὁσίοις μύσταις χορείαν.

ΞΑ. ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,

ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεών.

ΔΙ. οὔκουν ἀτρέμ ̓ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς ; ΧΟ. ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσ

σων,

άντ. 340

« PreviousContinue »