Page images
PDF
EPUB

ὅπερ ἔστ' ἐν "Αιδου πλῆθος, οἱ δ ̓ ἀκροώμενοι τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν ὑπερεμάνησαν, κἀνόμισαν σοφώτατον· κἄπειτ ̓ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου, ἵν ̓ Αἰσχύλος καθῆστο. ΞΑ. κοὐκ ἐβάλλετο ; ΑΙΑ. μά Δί', ἀλλ ̓ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.

775

780

ΞΑ. ὁ τῶν πανούργων; ΑΙΑ. νὴ Δί ̓, οὐράνιόν γ ̓ ὅσον.
ΞΑ. μετ ̓ Αἰσχύλου δ ̓ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
ΑΙΑ. ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
ΞΑ. τί δῆθ ̓ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
ΑΙΑ. ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
κἄλεγχον αὐτῶν τῆς τέχνης.

ΞΑ.

κάπειτα πως

οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου; ΑΙΑ. μὰ Δί ̓ οὐκ ἐκεῖνος, ἀλλ ̓ ἔκυσε μὲν Αἰσχύλον ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιὰν, κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου νυνὶ δ ̓ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης, ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ, ἕξειν κατὰ χώραν· εἰ δὲ μὴ, περὶ τῆς τέχνης διαγωνιεῖσθ ̓ ἔφασκε πρός γ' Εὐριπίδην.

ΞΑ. τὸ χρῆμ ̓ ἄρ ̓ ἔσται;

ΑΙΑ.

νὴ Δί', ὀλίγον ὕστερον. κανταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.

καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται.

ΞΑ. τί δέ; μεταγωγήσουσι τὴν τραγῳδίαν;
ΑΙΑ. καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν,

785

790

795

καὶ πλαίσια ξύμπηκτα, ΞΑ. πλινθεύσουσι γάρ; 800 ΑΙΑ. καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης κατ ̓ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.

ΞΑ. ή που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
ΑΙΑ. ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.
ΞΑ. κρινεῖ δὲ δὴ τίς ταῦτα;

ΑΙΑ.

τοῦτ ̓ ἦν δύσκολον σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν εὑρισκέτην. οὔτε γὰρ Αθηναίοισι συνέβαιν ̓ Αἰσχύλος, ΞΑ. πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους. ΑΙΑ. λῆρόν τε τἄλλ ̓ ἡγεῖτο τοῦ γνῶναι πέρι φύσεις ποιητῶν· εἶτα τῷ σῷ δεσπότῃ ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν. ἀλλ ̓ εἰσίωμεν· ὡς ὅταν γ ̓ οἱ δεσπόται ἐσπουδάκωσι, κλαύμαθ ̓ ἡμῖν γίγνεται. ΧΟ. ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει, ἡνίκ ̓ ἂν ὀξυλάλον παρίδῃ θήγοντος ὀδόντα ἀντιτέχνου τότε δὴ μανίας ὑπὸ δεινῆς ὄμματα στροβήσεται.

805

810

815

ἔσται δ ̓ ἱππολόφων τε λόγων κορυθαίολα νείκη,
σχινδαλάμων τε παραξόνια, σμιλεύματά τ ̓ ἔργων,
φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς
ῥήμαθ ̓ ἱπποβάμονα.

φρίξας δ' αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,
δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει
ῥήματα γομφοπαγῆ, πινακηδὸν ἀποσπῶν

γηγενεῖ φυσήματι·

820

825

ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίστη γλῶσσ ̓ ἀνελισσομένη, φθονεροὺς κινοῦσα χαλινούς, ῥήματα δαιομένη καταλεπτολογήσει

πλευμόνων πολὺν πόνον.

ΕΥ. οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει. κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην. ΔΙ. Αἰσχύλε, τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.

G. R.

3

830

ΕΥ. ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε

ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.

ΔΙ. ὦ δαιμόνι' ἀνδρῶν, μὴ μεγάλα λίαν λέγε.
ΕΥ. ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,

ἄνθρωπον ἀγριοποιὸν, αὐθαδόστομον,

ἔχοντ ̓ ἀχάλινον ἀκρατὲς ἀθύρωτον στόμα, ἀπεριλάλητον, κομποφακελορρήμονα. ΑΙΣ. ἄληθες, ὦ παὶ τῆς ἀρουραίας θεοῦ; σὺ δὴ ἐμὲ ταῦτ ̓, ὦ στωμυλιοσυλλεκτάδη καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη; ἀλλ ̓ οὔ τι χαίρων αὔτ ̓ ἐρεῖς.

ΔΙ.

παῦ, Αἰσχύλε, καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ. ΑΙΣ. οὐ δῆτα, πρίν γ' ἂν τοῦτον ἀποφήνω σαφῶς τὸν χωλοποιὸν, οἷος ὢν θρασύνεται.

ΔΙ. ἄρν ̓ ἄρνα μέλαιναν παῖδες ἐξενέγκατε· τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται. ΑΙΣ. ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,

835

810

815

γάμους δ ̓ ἀνοσίους εἰσφέρων εἰς τὴν τέχνην, 830 ΔΙ. ἐπίσχες οὗτος, ὦ πολυτίμητ ̓ Αἰσχύλε. ἀπὸ τῶν χαλαζῶν δ ̓, ὦ πονήρ ̓ Εὐριπίδη, ἅπαγε σεαυτὸν ἐκποδὼν, εἰ σωφρονεῖς, ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι θενὼν ὑπ ̓ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον

σὺ δὲ μὴ πρὸς ὀργὴν, Αἰσχύλο, ἀλλὰ πραόνως
ἔλεγχ ̓, ἐλέγχου· λοιδορεῖσθαι δ ̓ οὐ θέμις
ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.

σὺ δ ̓ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς. ΕΥ. ἕτοιμός εἰμ ̓ ἔγωγε, κοὐκ ἀναδύομαι,

δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,
τἄπη, τὰ μέλη, τὰ νεῦμα τῆς τραγῳδίας,

855

[ocr errors]

καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον

καὶ τὸν Μελέαγρον, κάτι μάλα τὸν Τήλεφον.

ΔΙ. σὺ δὲ δὴ τί βουλεύει ποιεῖν; λέγ ̓, Αἰσχύλε. 863 ΑΙΣ. ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε

οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν. ΔΙ. τί δαί; ΑΙΣ. ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκ ̓ ἐμοὶ,

τούτῳ δὲ συντέθνηκεν, ὥσθ ̓ ἕξει λέγειν.

ὅμως δ ̓ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή. ΔΙ. ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω, ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων ἀγῶνα κρῖναι τόνδε μουσικώτατα

ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπάσατε.

ΧΟ. ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ

Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες, ἔλθετ ̓ ἐποψόμεναι δύναμιν

δεινοτάτοιν στομάτοιν πορίσασθαι

ῥήματα καὶ παραπρίσματ ̓ ἐπῶν.

870

875

880

νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.

ΔΙ. εὔχεσθε δὴ καὶ σφώ τι, πρὶν τἄπη λέγειν,
ΑΙΣ. Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,

εἶναί με τῶν σῶν ἄξιον μυστηρίων. ΔΙ. ἴθι νυν ἐπίθες δὴ καὶ σὺ λιβανωτόν.

ΕΥ.

ἕτεροι γάρ εἰσιν οἶσιν εὔχομαι θεοῖς.

καλῶς·

885

ΔΙ. ἴδιοί τινές σου, κόμμα καινόν; ΕΥ. καὶ μάλα. 800 ΔΙ. ἴθι νυν προσεύχου τοῖσιν ἰδιώταις θεοῖς. ΕΥ. αἰθὴρ, ἐμὸν βόσκημα, καὶ γλώττης στρόφιγξ, καὶ ξύνεσι, καὶ μυκτῆρες ὀσφραντήριοι, ὀρθῶς μὲ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.

ΧΟ. καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν

παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι τίνα λόγων

ἔπιτε δαΐαν ὁδόν.

γλῶσσα μὲν γὰρ ἠγρίωται,

λῆμα δ ̓ οὐκ ἄτολμον ἀμφοῖν,
ουδ ̓ ἀκίνητοι φρένες.
προσδοκῶν οὖν εἰκός ἐστι
τὸν μὲν ἀστεῖόν τι λέξειν
καὶ κατερρινημένον,

τὸν δ ̓ ἀνασπώντ ̓ αὐτοπρέμνοις

τοῖς λόγοισιν

ἐμπεσόντα συσκεδᾶν πολ

λὰς ἀλινδήθρας ἐπῶν.

στρ. 895

ΔΙ. ἀλλ' ὡς τάχιστα χρὴ λέγειν οὕτω δ ̓ ὅπως ἐρεῖτον

ἀστεῖα καὶ μήτ' εἰκόνας μήθ' οἳ ἂν ἄλλος εἴποι.

ΕΥ. καὶ μὴν ἐμαυτὸν μέν γε, τὴν ποίησιν οἷός εἰμι,

500

901

909

ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτ ̓ ἐλέγξω, ὡς ἦν ἀλαζὼν καὶ φέναξ, οἵοις τε τοὺς θεατὰς ἐξηπάτα, μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας. πρώτιστα μὲν γὰρ ἕνα τιν' ἂν καθισεν ἐγκαλύψας, ̓Αχιλλέα τιν ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνὺς, πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί· ΔΙ. μὰ τὸν Δί ̓ οὐ δῆθ ̓.

ΕΥ. ὁ δὲ χορός γ ̓ ἤρειδεν ὁρμαθοὺς ἂν μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν· οἱ δ ̓ ἐσίγων. ΔΙ. ἐγὼ δ' ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτ ̓ ἐτερπεν οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.

ΕΥ.

ΔΙ.

σάφ ̓ ἴσθι.

ἠλίθιος γὰρ ἦσθα,

916

κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτ ̓ ἔδρασ ̓ ὁ δεῖνα ;

ΕΥ. ὑπ' ἀλαζονείας, ἵν ̓ ὁ θεατὴς προσδοκῶν καθοῖτο,

« PreviousContinue »