Page images
PDF
EPUB

ὁπόθ ̓ ἡ Νιόβη τι φθέγξεται· τὸ δραμα δ' ἂν διῄει. ΔΙ. ὦ παμπόνηρος, οἷ ̓ ἄρ ̓ ἐφενακιζόμην ὑπ' αὐτοῦ. τί σκορδινᾷ καὶ δυσφορεῖς ;

ΕΥ.

ΔΙ.

ὅτι αὐτὸν ἐξελέγχω. κἄπειτ ̓ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα ἤδη μεσοίη, ῥήματ ̓ ἂν βόεια δώδεκ ̓ εἶπεν, ὀφρὺς ἔχοντα καὶ λόφους, δείν ̓ ἄττα μορμορωπὰ, ἄγνωτα τοῖς θεωμένοις. ΑΙΣ. οἴμοι τάλας.

σιώπα.

921

926

ΕΥ. σαφὲς δ ̓ ἂν εἶπεν οὐδὲ ἕν. ΔΙ. μὴ πρῖε τοὺς ὀδόντας. ΕΥ. ἀλλ' ἡ Σκαμάνδρους, ἢ τάφρους, ἢ ̓π ̓ ἀσπίδων ἐπόντας

ΔΙ.

γρυπαέτους χαλκηλάτους, καὶ ῥήμαθ' ἱππόκρημνα, ἃ ξυμβαλεῖν οὐ ῥᾴδι ̓ ἦν.

930

νὴ τοὺς θεοὺς, ἐγὼ γοῦν ἤδη ποτ' ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν, τίς ἐστιν ὄρνις. ΑΙΣ. σημεῖον ἐν ταῖς ναυσὶν, ὦμαθέστατ ̓, ἐνεγέγραπτο. ΔΙ. ἐγὼ δὲ τὸν Φιλοξένου γ ̓ ᾤμην Ἔρυξιν εἶναι. ΕΥ. εἶτ ̓ ἐν τραγῳδίαις ἐχρῆν καλεκτρυόνα ποιῆσαι; ΑΙΣ. σὺ δ ̓, ὦ θεοῖσιν ἐχθρὲ, ποῖ' ἄττ ̓ ἐστὶν ἅττ ̓ ἐποίεις; ΕΥ. οὐχ ἱππαλέκτρυόνας μὰ Δί ̓ οὐδὲ τραγελάφους, ἅπερ σὺ,

936

ἂν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν· ἀλλ ̓ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς

οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν, ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος

ἀφεῖλον

ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς, χυλὸν διδοὺς στωμυλμάτων, ἀπὸ βιβλίων ἀπηθῶν·

941

ΔΙ.

εἶτ ̓ ἀνέτρεφον μονωδίαις, Κηφισοφῶντα μιγνύς
εἶτ ̓ οὐκ ἐλήρουν ὅ τι τύχοιμ ̓, οὐδ ̓ ἐμπεσὼν ἔφυρον, 945
ἀλλ ̓ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπ ̓ ἂν εὐθὺς
τοῦ δράματος.

κρεῖττον γὰρ ἦν σοι νὴ Δί' ἢ τὸ σαυτοῦ. ΕΥ. ἔπειτ ̓ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκ ̓ ἂν ἀργὸν, ἀλλ ̓ ἔλεγεν ἡ γυνή τέ μοι χω δοῦλος οὐδὲν ἧττον, χω δεσπότης χὴ παρθένος χὴ γραῦς ἄν.

ΑΙΣ.

ΕΥ.

ΔΙ.

εἶτα δῆτα

οὐκ ἀποθανεῖν σε ταῦτ ̓ ἐχρῆν τολμῶντα ;

δημοκρατικὸν γὰρ αὔτ ̓ ἔδρων.

950

μὰ τὸν ̓Απόλλω

τοῦτο μὲν ἔασον, ὦ τῶν. οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου. ΕΥ. ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα,

ΑΙΣ.

φημὶ καγώ.

ὡς πρὶν διδάξαι γ ̓ ὤφελες μέσος διαρραγῆναι. ΕΥ. λεπτών τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς, νοεῖν, ὁρᾶν, ξυνιέναι, στρέφειν, ἐρᾶν, τεχνάζειν, κάχ ̓ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα,

ΑΙΣ.

955

960

φημὶ καγώ. ΕΥ. οἰκεῖα πράγματ ̓ εἰσάγων, οἷς χρώμεθ', οἷς ξύνεσμεν, ἐξ ὧν γ ̓ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλ ̓ οὐκ ἐκομπολάκουν ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδ ̓ ἐξέπληττον αὐτοὺς, Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους. γνώσει δὲ τοὺς τούτου τε κἀμοῦ γ' ἑκατέρου μαθητάς. τουτουμενὶ Φορμίσιος Μεγαίνετός θ' ὁ Μάγνης, 965 σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται, οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός. ΔΙ. Θηραμένης; σοφός γ' ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,

ὃς ἣν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ, πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χίος, ἀλλὰ Κείος.

ΕΥ. τοιαῦτα μέντοἐγὼ φρονεῖν

τούτοισιν εἰσηγησάμην,
λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
καὶ σκέψιν, ὥστ ̓ ἤδη νοεῖν
ἅπαντα καὶ διειδέναι,
τά τ' ἄλλα καὶ τὰς οἰκίας
οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ,
κἀνασκοπεῖν, πῶς τοῦτ ̓ ἔχει;

ποῦ μοι τοδί; τίς τοῦτ ̓ ἔλαβε;
ΔΙ. νὴ τοὺς θεοὺς, νῦν γοῦν ̓Αθη
ναίων ἅπας τις εἰσιών
κέκραγε πρὸς τοὺς οἰκέτας
ζητεῖ τε, ποῦ 'στιν ἡ χύτρα;
τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
τῆς μαινίδος; τὸ τρύβλιον
τὸ περυσινὸν τέθνηκέ μοι
ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
τίς τῆς ἐλάας παρέτραγεν;
τέως δ ̓ ἀβελτερώτατοι,

κεχηνότες Μαμμάκυθοι,

Μελητίδαι καθῆντο.

ΧΟ. τάδε μὲν λεύσσεις, φαίδιμ' ̓Αχιλλεύ

[merged small][merged small][merged small][merged small][ocr errors]

ἀντ.

σὺ δὲ τί, φέρε, πρὸς ταῦτα λέξεις; μόνον ὅπως

μή σ' ὁ θυμὸς ἁρπάσας

ἐκτὸς οἴσει τῶν λαῶν

δεινὰ γὰρ κατηγόρηκεν.

ἀλλ ̓ ὅπως, ὦ γεννάδα,
μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
ἀλλὰ συστείλας, ἄκροισι

$95

χρώμενος τοῖς ἱστίοις,

εἶτα μᾶλλον μᾶλλον ἄξεις,
καὶ φυλάξεις,

ἡνίκ ̓ ἂν τὸ πνεῦμα λείον

καὶ καθεστηκὸς λάβῃς.

1000

ἀλλ ̓ ὦ πρῶτος τῶν ̔Ελλήνων πυργώσας ῥήματα σεμνὰ

καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν

ἀφίει.

1005

ΑΙΣ. θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καί μου τὰ σπλάγχν ἀγανακτεῖ,

εἰ πρὸς τοῦτον δεῖ μ ̓ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δ ̓

ἀπορεῖν με,

ἀπόκριναί μοι, τίνος οἵνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν ;

ΕΥ. δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.

ΑΙΣ.

ΔΙ.

1010

τοῦτ ̓ οὖν εἰ μὴ πεποίηκας,

ἀλλ ̓ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους

ἀπέδειξας,

τί παθεῖν φήσεις ἄξιος εἶναι;

τεθνάναι μὴ τοῦτον ἐρώτα.

ΑΙΣ. σκέψαι τοίνυν οἵους αὐτοὺς παρ ̓ ἐμοῦ παρεδέξατο

πρῶτον,

εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,

μηδ' ἀγοραίους μηδὲ κοβάλους, ὥσπερ νῦν, μηδὲ

πανούργους,

1015

ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους

τρυφαλείας

καὶ πήληκας καὶ κνημίδας καὶ θυμοὺς ἑπταβοείους.

ΕΥ. καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιών αὖ μ' ἐπιτρίψει.

ΔΙ. καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδί δαξας;

Αἰσχύλε, λέξον, μηδ' αὐθαδῶς σεμνυνόμενος χαλέ

παινε.

ΑΙΣ. δράμα ποιήσας "Αρεως μεστόν. ΔΙ. ποιον;
ΑΙΣ.

1020

τοὺς ἕπτ ̓ ἐπὶ Θήβας

ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάϊος εἶναι. ΔΙ. τουτὶ μέν σοι κακὸν εἴργασται Θηβαίους γὰρ πεποίηκας

ἀνδρειοτέρους εἰς τὸν πόλεμον καὶ τούτου γ ̓ οὔκενα τύπτου.

ΑΙΣ. ἀλλ ̓ ὑμῖν αὔτ ̓ ἐξῆν ἀσκεῖν, ἀλλ ̓ οὐκ ἐπὶ τοῦτ ̓ ἐτράπεσθε.

1025

εἶτα διδάξας Πέρσας μετὰ τοῦτ ̓ ἐπιθυμεῖν ἐξεδί

δαξα

νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον. ΔΙ. ἐχάρην γοῦν, ἡνίκ ̓ ἀπηγγέλθη περὶ Δαρείου τε θνεώτος,

ὁ χορὸς δ ̓ εὐθὺς τω χεῖρ ̓ ὧδὶ συγκρούσας εἶπεν ἰανοῖ.

ΑΙΣ. ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπ ̓ ἀρχῆς,

1030

ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.
Ὀρφεὺς μὲν γὰρ τελετάς θ ̓ ἡμῖν κατέδειξε φόνων
τ ̓ ἀπέχεσθαι,

Μουσαῖος δ ̓ ἐξακέσεις τε νόσων καὶ χρησμούς,
Ἡσίοδος δὲ

γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θείος
Όμηρος

« PreviousContinue »