Page images
PDF
EPUB

φανεῖ καὶ τὸν Ιακχον ᾄδοντες ἐν χοροῦ σχήματι καθορῶνται, ὅ τε Διόνυσος μετὰ τοῦ θεράποντος εἰς ταυτὸν ἔρχεται τούτοις. τῶν δὲ προηδικημένων ὑπὸ Ἡρακλέους προσπλεκομένων τῷ Διονύσῳ διὰ τὴν ἐκ τῆς σκευῆς ἄγνοιαν, μέχρι μέν τινος οὐκ ἀγελοίως χειμάζονται, εἶτα μέντοι γε ὡς τὸν Πλούτωνα καὶ τὴν Περσέφατταν παραχθέντες ἀλεωρῆς τυγχάνουσιν. ἐν δὲ τούτῳ ὁ μὲν τῶν μυστῶν χορὸς περὶ τοῦ τὴν πολιτείαν ἐξισῶσαι καὶ τοὺς ἀτίμους ἐντίμους ποιῆσαι χατέρων τινῶν πρὸς τὴν ̓Αθηναίων πόλιν διαλέγεται. τὰ δὲ λοιπὰ τοῦ δράματος μονόκωλα, ἄλλως δὲ τερπνὴν καὶ φιλόλογον λαμβάνει σύστασιν. παρεισάγεται γὰρ Εὐριπίδης Αἰσχύλῳ περὶ τῆς τραγικῆς διαφερόμενος, τὸ μὲν ἔμπροσθεν Αἰσχύλου παρὰ τῷ Αἴδῃ βραβεῖον ἔχοντος, τότε δὲ Εὐριπίδου τῆς τιμῆς καὶ τοῦ τραγῳδικοῦ θρόνου ἀντιποιησαμένου. συστήσαντος δὲ τοῦ Πλούτωνος αὐτοῖς τὸν Διόνυσον διακούειν ἑκάτερος αὐτοῖν λόγους πολλοὺς καὶ ποικίλους ποιεῖται, καὶ τέλος πάντα ἔλεγχον καὶ πᾶσαν βάσανον οὐκ ἀπιθάνως ἑκατέρου κατὰ τῆς θατέρου ποιήσεως προσαγαγόντος, κρίνας παρὰ προσδοκίαν ὁ Διόνυσος Αἰσχύλον νικᾶν, ἔχων αὐτὸν ὡς τοὺς ζῶντας ἀνέρχεται.

Τὸ δε δράμα τῶν εὖ πάνυ καὶ φιλοπόνως πεποιημένων. ἐδιδάχθη ἐπὶ Καλλίου τοῦ μετὰ ̓Αντιγένη διὰ Φιλωνίδου εἰς Λήναια. πρῶτος ἦν· Φρύνιχος δεύτερος Μούσαις Πλάτων τρίτος Κλεοφῶντι. οὕτω δὲ ἐθαυμάσθη τὸ δράμα διὰ τὴν ἐν αὐτῷ παράβασιν ὥστε καὶ ἀνεδιδάχθη, ὥς φησι Δικαίαρχος οὐ δεδήλωται μὲν ὅπου ἐστὶν ἡ σκηνή, εὐλογώτατον δ ̓ ἐν Θήβαις· καὶ γὰρ ὁ Διόνυσος ἐκεῖθεν καὶ πρὸς τὸν Ἡρακλέα ἀφικνεῖται Θηβαῖον ὄντα.

ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ.

ΞΑΝΘΙΑΣ.

ΔΙΟΝΥΣΟΣ.

ΗΡΑΚΛΗΣ.

ΝΕΚΡΟΣ.

ΧΑΡΩΝ.

ΠΑΡΑΧΟΡΗΓΗΜΑ ΒΑΤΡΑΧΩΝ.

ΧΟΡΟΣ ΜΥΣΤΩΝ.

ΑΙΑΚΟΣ.

ΘΕΡΑΠΑΙΝΑ ΠΕΡΣΕΦΟΝΗΣ.

ΠΑΝΔΟΚΕΥΤΡΙΑΙ ΔΥΟ.

ΕΥΡΙΠΙΔΗΣ.

ΑΙΣΧΥΛΟΣ.

ΠΛΟΥΤΩΝ.

ΒΑΤΡΑΧΟΙ.

ΞΑ. Εἴπω τι τῶν εἰωθότων, ὦ δέσποτα, ἐφ ̓ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι ;

ΔΙ. νὴ τὸν Δί' ὅ τι βούλει γε, πλὴν πιέζομαι. τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστ ̓ ἤδη χολή. ΞΑ. μηδ' ἕτερον ἀστεῖόν τι;

ΔΙ.

πλήν γ ̓ ὡς θλίβομαι. ΞΑ. τί δῆτ ̓ ἔδει με ταῦτα τὰ σκεύη φέρειν, εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας; [σκεύη φέρουσ ̓ ἑκάστοτ ̓ ἐν κωμῳδίᾳ.] ΔΙ. μή νυν ποιήσῃς ὡς ἐγὼ θεώμενος,

ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω, πλεῖν ἢ 'νιαυτῷ πρεσβύτερος ἀπέρχομαι. ΞΑ. ὦ τρισκακοδαίμων ἄρ ̓ ὁ τράχηλος οὑτοσὶ, ὅτι θλίβεται μὲν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ. ΔΙ. εἶτ ̓ οὐχ ὕβρις ταῦτ ̓ ἐστὶ καὶ πολλὴ τρυφὴ, ὅτ ̓ ἐγὼ μὲν ὢν Διόνυσος, υἱὸς Σταμνίου, αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δ ̓ ὀχῶ, ἵνα μὴ ταλαιπωροῖτο μηδ' ἄχθος φέροι;

ΞΑ. οὐ γὰρ φέρω 'γώ ;

ΔΙ.

πῶς φέρεις γὰρ, ὅς γ ̓ ὀχεῖ;

ΞΑ. φέρων γε ταυτί. ΔΙ. τίνα τρόπον;
ΞΑ.

βαρέως πάνυ.

[blocks in formation]
[ocr errors]

ΔΙ. οὔκουν τὸ βάρος τοῦθ ̓, ὃ σὺ φέρεις, οὕνος φέρει; ΞΑ. οὐ δῆθ ̓ ὅ γ' ἔχω 'γὼ καὶ φέρω, μὰ τὸν Δί ̓ οὔ ΔΙ. πῶς γὰρ φέρεις, ὅς γ ̓ αὐτὸς ὑφ ̓ ἑτέρου φέρει ; ΞΑ. οὐκ οἶδ'· ὁ δ ̓ ὦμος οὑτοσὶ πιέζεται.

ΔΙ. σὺ δ ̓ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φής σ ̓ ὠφελεῖν, ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.

ΞΑ. οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν; ἢ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.

ΔΙ. κατάβα, πανούργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας
ἤδη βαδίζων εἰμὶ τῆσδ', οἱ πρῶτά με
ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμὶ, παῖ.
ΗΡ. τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς
ἐνήλαθ ̓ ὅστις· εἰπέ μοι, τουτί τί ἦν;

30

35

ΔΙ. ὁ παῖς. ΞΑ. τί ἔστιν; ΔΙ. οὐκ ἐνεθυμήθης; 40 ΞΑ

τὸ τί; ΔΙ. ὡς σφόδρα μ' ἔδεισε. ΞΑ. νὴ Δία, μὴ μαίνοιό γε. ΗΡ. οὔ του μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν

καίτοι δάκνω γ ̓ ἐμαυτόν' ἀλλ ̓ ὅμως γελώ. ΔΙ. ὦ δαιμόνιε, πρόσελθε δέομαι γάρ τί σου. ΗΡ. ἀλλ ̓ οὐχ οἷός τ ̓ εἴμ ̓ ἀποσοβῆσαι τὸν γέλων, ὁρῶν λεοντὴν ἐπὶ κροκωτῷ κειμένην.

45

τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην ; ποῖ γῆς ἀπεδήμεις; ΔΙ. ἐπεβάτευον Κλεισθένει. ΗΡ. καναυμάχησας ;

ΔΙ.

καὶ κατεδύσαμέν γε ναῦς

τῶν πολεμίων ἢ δώδεκ ̓ ἢ τρισκαίδεκα. ΗΡ. σφώ; ΔΙ. νὴ τὸν ̓Απόλλω.

HP.

50

κατ ̓ ἔγωγ ̓ ἐξηγρόμην.

ΔΙ. καὶ δῆτ ̓ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι
τὴν ̓Ανδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος
τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα;

51

« PreviousContinue »