Page images
PDF
EPUB

ΕΥ. δὶς ταυτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.

ΔΙ. πῶς δίς;
ΕΥ.

σκόπει τὸ ῥῆμ ̓· ἐγὼ δέ σοι φράσω. ἥκω γὰρ ἐς γῆν, φησὶ, καὶ κατέρχομαι· ἥκω δὲ ταυτόν ἐστι τῷ κατέρχομαι. ΔΙ, νὴ τὸν Δί', ὥσπερ γ ̓ εἴ τις εἴποι γείτονι, χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον. ΑΙΣ. οὐ δῆτα τοῦτό γ ̓, ὦ κατεστωμυλμένε

ἄνθρωπε, ταὔτ ̓ ἔστ', ἀλλ ̓ ἄριστ ̓ ἐπῶν ἔχον. ΔΙ. πῶς δή; δίδαξον γάρ με καθ ̓ ὅ τι δὴ λέγεις. ΑΙΣ. ἐλθεῖν μὲν εἰς γῆν ἔσθ' ὅτῳ μετῇ πάτρας

χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν·

φεύγων δ ̓ ἀνὴρ ἥκει τε καὶ κατέρχεται. ΔΙ. εὖ νὴ τὸν ̓Απόλλω. τί σὺ λέγεις, Εὐριπίδη ; ΕΥ. οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε·

λάθρα γὰρ ἦλθεν, οὐ πιθὼν τοὺς κυρίους. ΔΙ. εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δ ̓ οὐ μανθάνω. ΕΥ. πέραινε τοίνυν ἕτερον.

ΔΙ.

ἴθι πέραινε σὺ,

1155

1160

1165

1170

Αἰσχύλ ̓, ἀνύσας· σὺ δ ̓ εἰς τὸ κακὸν ἀπόβλεπε. ΑΙΣ. τύμβου δ ̓ ἐπ ̓ ὄχθῳ τῷδε κηρύσσω πατρὶ κλύειν, ἀκοῦσαι.

ΕΥ.

τοῦθ ̓ ἕτερον αὖ δὶς λέγει,
κλύειν, ἀκοῦσαι, ταυτὸν ἂν σαφέστατα.
ΔΙ. τεθνηκόσιν γὰρ ἔλεγεν, ὦ μοχθηρὲ σὺ,
οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.

ΑΙΣ. σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;
ΕΥ.

1173

ἐγὼ φράσω·

κἄν που δὶς εἴπω ταυτὸν, ἢ στοιβὴν ἴδῃς
ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.

ΔΙ. ἴθι δὴ λέγ ̓· οὐ γάρ μουστὶν ἀλλ ̓ ἀκουστές 1180

τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν. ΕΥ. ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνὴρ, ΑΙΣ. μὲ τὸν Δί' οὐ δῆτ ̓, ἀλλὰ κακοδαίμων φύσει, ὅντινά γε, πρὶν φῦναι μὲν, ἁπόλλων ἔφη ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι, πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ; ΕΥ. εἶτ ̓ ἐγένετ ̓ αὖθις ἀθλιώτατος βροτῶν. ΑΙΣ. μὲ τὸν Δί' οὐ δήτ', οὐ μὲν οὖν ἐπαύσατο. πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ, ἵνα μὴ ἐκτραφεὶς γένοιτο τοῦ πατρὸς φονείς· εἶθ ̓ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τω πόδε· ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος, καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα εἶτ ̓ ἐξετύφλωσεν αὑτόν.

ΔΙ.

εὐδαίμων ἄρ ̓ ἦν,

εἰ καστρατήγησέν γε μετ' Ερασινίδου.

1185

1190

1195

ΕΥ. ληρεῖς ἐγὼ δὲ τοὺς προλόγους καλῶς ποιώ. ΑΙΣ. καὶ μὴν μὲ τὸν Δί ̓ οὐ κατ ̓ ἔπος γέ σου κνίσω τὸ ῥῆμ ̓ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς

ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερώ. 1200 ΕΥ. ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς ;

ΑΙΣ.

ἑνὸς μόνου. ποιεῖς γὰρ οὕτως ὥστ ̓ ἐναρμόττειν ἅπαν, καὶ κωδάριον καὶ ληκύθιον καὶ θυλάκιον, ἐν τοῖς ἰαμβείοισι. δείξω δ ̓ αὐτίκα.

ΕΥ. ἰδού, σὺ δείξεις;

ΑΙΣ. φημί. ΔΙ. καὶ δὴ χρὴ λέγειν. ΕΥ. Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος, ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτη

*Αργος κατασχων ΑΙΣ. ληκύθιον ἀπώλεσεν.

1205

ΕΥ. τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;

ΔΙ. λέγ ̓ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν. 1210 ΕΥ. Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς

καθαπτὸς ἐν πεύκαισι Παρνασὸν κάτα

πηδᾷ χορεύων, ΑΙΣ. ληκύθιον ἀπώλεσεν. ΔΙ. οἴμοι πεπλήγμεθ ̓ αὖθις ὑπὸ τῆς ληκύθου. ΕΥ. ἀλλ ̓ οὐδὲν ἔσται πρᾶγμα πρὸς γὰρ τουτονὶ τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον. οὐκ ἔστιν ὅστις πάντ ̓ ἀνὴρ εὐδαιμονεῖ· ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον, ἢ δυσγενής ὢν ΑΙΣ. ληκύθιον ἀπώλεσεν. ΔΙ. Εὐριπίδη, ΕΥ. τί ἔστιν;

ΔΙ.

ὑφέσθαι μοι δοκεῖ· τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ. ΕΥ. οὐδ ̓ ἂν μὲ τὴν Δήμητρα φροντίσαιμί γε νυνὶ γὰρ αὐτοῦ τοῦτό γ ̓ ἐκκεκόψεται. ΔΙ. ἴθι δὴ λέγ ̓ ἕτερον κἀπέχου τῆς ληκύθου. ΕΥ. Σιδώνιόν ποτ' ἄστυ Κάδμος ἐκλιπὼν

Αγήνορος παῖς ΑΙΣ. ληκύθιον ἀπώλεσεν. ΔΙ. ὦ δαιμόνι ̓ ἀνδρῶν, ἀποπρίω τὴν λήκυθον, ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.

ΕΥ.

τὸ τί;

1215

1220

1225

ἐγὼ πρίωμαι τῷδ'; ΔΙ. ἐὰν πείθῃ γ' ἐμοί. ΕΥ. οὐ δῆτ', ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν 1230 ἵν ̓ οὗτος οὐχ ἕξει προσάψαι λήκυθον. Πέλοψ ὁ Ταντάλειος εἰς Πίσαν μολών θοαῖσιν ἵπποις ΑΙΣ. ληκύθιον ἀπώλεσεν.

ΔΙ. ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.

ἀλλ ̓, ὦγάθ ̓, ἔτι καὶ νῦν ἀπόδου πάσῃ τέχνῃ ̇ 1235 λήψει γὰρ ἐβολοῦ πάνυ καλήν τε κἀγαθήν. ΕΥ. μὰ τὸν Δί ̓ οὔπω γ ̓ ἔτι γὰρ εἰσί μοι συχνοί.

G. R.

Οἰνεύς ποτ ̓ ἐκ γῆς ΑΙΣ. ληκύθιον ἀπώλεσεν. ΕΥ. ἔασον εἰπεῖν πρωθ ̓ ὅλον με τον στίχον.

Οἰνεύς ποτ ̓ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν, 1240
θύων ἀπαρχὰς ΑΙΣ. ληκύθιον ἀπώλεσεν.
ΔΙ. μεταξὺ θύων; καὶ τίς αὔθ ̓ ὑφείλετο ;
ΕΥ. ἔασον, ὦ τάν πρὸς τοδὶ γὰρ εἰπάτω.

Ζεὺς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο,
ΔΙ. ἀπολεῖ σ ̓ ἐρεῖ γὰρ, ληκύθιον ἀπώλεσεν.

τὸ ληκύθιον γὰρ τοῦτ ̓ ἐπὶ τοῖς προλόγοισί σου ὥσπερ τὰ σῦκ ̓ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ. ἀλλ ̓ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ. ΕΥ. καὶ μὴν ἔχω γ ̓ ὡς αὐτὸν ἀποδείξω κακὸν μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτ ̓ ἀεί. ΧΟ. τί ποτε πρᾶγμα γενήσεται; φροντίζειν γὰρ ἔγωγ ̓ ἔχω, τίν ̓ ἄρα μέμψιν ἐποίσει ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ καὶ κάλλιστα μέλη ποιήσαντι τῶν ἔτι νυνί. θαυμάζω γὰρ ἔγωγ ̓ ὅπη μέμψεταί ποτε τοῦτον τὸν βακχεῖον ἄνακτα,

καὶ δέδοιχ ̓ ὑπὲρ αὐτοῦ.

ΕΥ. πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα.

εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμώ. ΔΙ. καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών. ΕΥ. Φθιώτ' Αχιλλεύ, τί ποτ ̓ ἀνδροδάϊκτον ἀκούων ἰήκοπον οὐ πελάθεις ἐπ ̓ ἀρωγάν ;

1245

1250

1255

1200

1265

Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν. ἰήκοπον οὐ πελάθεις ἐπ ̓ ἀρωγάν.

ΔΙ. δύο σοὶ κόπω, Αἰσχύλε, τούτω.

ΕΥ. κύδιστ' Αχαιῶν ̓Ατρέως πολυκοίρανε μάνθανέ μου

παι.

ἰήκοπον οὐ πελάθεις ἐπ ̓ ἀρωγάν.

ΔΙ. τρίτος, Αἰσχύλε, σοὶ κόπος οὗτος.

1270

ΕΥ. εὐφαμεῖτε μελισσονόμοι δόμον 'Αρτέμιδος πέλας οἴγειν.

ἰήκοπον οὐ πελάθεις ἐπ ̓ ἀρωγάν.

κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
ἰήκοπον οὐ πελάθεις ἐπ ̓ ἀρωγάν.

ΔΙ. ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν κόπων ὅσον.
ἐγὼ μὲν οὖν εἰς τὸ βαλανεῖον βούλομαι
ὑπὸ τῶν κόπων γὰρ τῶ νεφρὼ βουβωνιῶ.
ΕΥ. μὴ, πρίν γ' ἂν ἀκούσῃς χατέραν στάσιν μελῶν
ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.

ΔΙ. ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.
ΕΥ. ὅπως ̓Αχαιῶν δίθρονον κράτος, Ελλάδος ἥβας,
τοφλαττόθρατ τοφλαττόθρατ,

Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα πέμπει,

τοφλαττόθρατ τοφλαττόθρατ,

σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,

τοφλαττόθρατ τοφλαττόθρατ,

κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,
τοφλαττόθρατ τοφλαττόθρατ,

τὸ συγκλινὲς ἐπ ̓ Αἴαντι,

τοφλαττόθρατ τοφλαττόθρατ.

1275

1280

1285

1290

1295

ΔΙ. τί τὸ φλαττόθρατ τοῦτ ̓ ἐστίν; ἐκ Μαραθῶνος, ἢ

πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;

ΑΙΣ. ἀλλ ̓ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ
ἤνεγκον αὔθ ̓, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ
λειμώνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων
οὗτος δ ̓ ἀπὸ πάντων μὲν φέρει πορνιδίων,

1300

« PreviousContinue »