Page images
PDF
EPUB

σκολίων Μελήτου, Καρικῶν αὐλημάτων, θρήνων, χορείων. τάχα δὲ δηλωθήσεται. ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ λύρας ἐπὶ τοῦτον; ποῦ 'στιν ἡ τοῖς ὀστράκοις αὕτη κροτοῦσα; δεῦρο Μοῦσ ̓ Εὐριπίδου, πρὸς ἥνπερ ἐπιτήδεια τάδ ̓ ἔστ ̓ ᾄδειν μέλη. ΔΙ. αὕτη ποθ ̓ ἡ Μοῦσ ̓ οὐκ ἐλεσβίαζεν, οὔ. ΑΙΣ. ἀλκυόνες, αἳ παρ ̓ ἀενάοις θαλάσσης κύμασι στωμύλλετε,

τέγγουσαι νοτίαις πτερῶν

ῥανίσι χρόα δροσιζόμεναι

αἵ θ ̓ ὑπωρόφιοι κατὰ γωνίας

εἱειειειειειλίσσετε δακτύλοις φάλαγγες

ἱστότονα πηνίσματα

κερκίδος ἀοιδοῦ μελέτας,

ἵν ̓ ὁ φίλαυλος ἔπαλλε δελ-
φὶς πρώραις κυανεμβόλοις
μαντεία καὶ σταδίους,
οἰνάνθας, γάνος ἀμπέλου,

1304

1310

1315

1320

βότρυος ἕλικα παυσίπονον.

περίβαλλ ̓, ὦ τέκνον, ωλένας.

ὁρᾷς τὸν πόδα τοῦτον; ΔΙ. ὁρῶ. ΑΙΣ. τί δαί; τοῦτον ὁρᾷς; ΔΙ. ὁρῶ.

ΑΙΣ. τοιαυτὶ μέντοι σὺ ποιῶν

τολμᾶς τἀμὰ μέλη ψέγειν,

ἀνὰ τὸ δωδεκαμήχανον

Κυρήνης μελοποιῶν ;

τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δ ̓ ἔτι

τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον.

ὦ Νυκτός κελαινοφαὴς

ὄρφνα, τίνα μοι

1325

1330

δύστανον ὄνειρον

πέμπεις ἐξ ἀφανοῦς, Αΐδα πρόπολον,

ψυχὰν ἄψυχον ἔχοντα, μελαίνας Νυκτὸς παῖδα, φρικώδη δεινὰν ὄψιν, μελανονεκυείμονα,

φόνια φόνια δερκόμενον,

μεγάλους ὄνυχας ἔχοντα.

ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατε

1335

κάλπισί τ ̓ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δ ̓

ὕδωρ,

ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.

ἰὼ πόντιε δαῖμον,

τοῦτ ̓ ἐκεῖν ̓· ἰὼ ξύνοικοι,

τάδε τέρατα θεάσασθε.

τὸν ἀλεκτρυόνα μου συναρπάσασα

φρούδη Γλύκη.

Νύμφαι ὀρεσσίγονοι,

ὦ Μανία, ξύλλαβε.

ἐγὼ δ ̓ ἁ τάλαινα προσέχουσ ̓ ἔτυχον

ἐμαυτῆς ἔργοισι,

λίνου μεστὸν ἄτρακτον

εἱειειειειειλίσσουσα χεροίν,

κλωστῆρα ποιοῦσ ̓, ὅπως

κνεφαῖος εἰς ἀγορὰν

φέρουσ ̓ ἀποδοίμαν

ὁ δ ̓ ἀνέπτατ ̓ ἀνέπτατ ̓ ἐς αἰθέρα κουφοτάταις πτερύγων ἀκμαῖς· ἐμοὶ δ ̓ ἄχε ̓ ἄχεα κατέλιπε, δάκρυα δάκρυά τ ̓ ἀπ ̓ ὀμμάτων

1340

1345

1350

ἔβαλον ἔβαλον & τλάμων.
ἀλλ ̓ ὦ Κρῆτες, Ἴδας τέκνα,
τὰ τόξα λαβόντες ἐπαμύνατε,
τὰ κωλά τ' ἀμπάλλετε, κυ
κλούμενοι τὴν οἰκίαν.

ἅμα δὲ Δίκτυννα παῖς
Αρτεμις καλὰ

τὰς κυνίσκας ἔχουσ ̓ ἐλθέτω
διὰ δόμων πανταχῆ.

σὺ δ ̓, ὦ Διὸς, διπύρους ἀνέχουσα
λαμπάδας ὀξυτάταιν χει-
ροῖν, Εκάτα, παράφηνον
ἐς Γλύκης, ὅπως ἂν

εἰσελθοῦσα φωράσω.

ΔΙ. παύσασθον ἤδη τῶν μελῶν.

ΑΙΣ.

κἄμοιγ ̓ ἅλις.

1355

1360

ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι, 1365 ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον

τὸ γὰρ βάρος νῶν βασανιεῖ τῶν ῥημάτων.

ΔΙ. ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με

ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.

ΧΟ. ἐπίπονοί γ' οἱ δεξιοί.

τόδε γὰρ ἕτερον αὖ τέρας

νεοχμὸν, ατοπίας πλέων,

ὃ τίς ἂν ἐπενόησεν ἄλλος;

μὰ τὶν, ἐγὼ μὲν οὐδ ̓ ἂν εἴ τις

ἔλεγέ μοι τῶν ἐπιτυχόντων,

ἐπιθόμην, ἀλλ ̓ ᾠόμην ἂν

αὐτὸν αὐτὰ ληρεῖν.

ΔΙ. ἴθι νυν παρίστασθον παρὰ τὰ πλάστιγγ ̓,

ΑΙΣ. καὶ ΕΥ.

ἰδού

1370

1375

ΔΙ. καὶ λαβομένω τὸ ῥῆμ ̓ ἑκάτερος εἴπατον,

καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῶν κοκκύσω. 1380 ΑΙΣ. καὶ ΕΥ. ἐχόμεθα.

ΔΙ.
τοὔπος νῦν λέγετον εἰς τὸν σταθμόν.
ΕΥ. εὔθ ̓ ὠφελ ̓ Αργους μὴ διαπτάσθαι σκάφος.
ΑΙΣ. Σπερχειὲ ποταμὲ βουνόμοι τ ̓ ἐπιστροφαί.
ΔΙ. κόκκυ, μέθεσθε· καὶ πολύ γε κατωτέρω

χωρεῖ τὸ τοῦδε. ΕΥ. καὶ τί ποτ ̓ ἐστὶ ταἴτιον; ΔΙ. ὅτι εἰσέθηκε ποταμὸν, ἐριοπωλικῶς

ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια, σὺ δ ̓ εἰσέθηκας τοὔπος ἐπτερωμένον. ΕΥ. ἀλλ ̓ ἕτερον εἰπάτω τι κἀντιστησάτω. ΔΙ. λάβεσθε τοίνυν αὖθις.

ΑΙΣ. καὶ ΕΥ.

ὴν ἰδού. ΔΙ. λέγε. ΕΥ. οὐκ ἔστι Πειθοὺς ἱερὸν ἄλλο πλὴν λόγος. ΑΙΣ. μόνος θεῶν γὰρ θάνατος οὐ δώρων ἐρᾷ. ΔΙ. μέθεσθε μέθεσθε· καὶ τὸ τοῦδέ γ ̓ αὖ ῥέπει θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακῶν. ΕΥ. ἐγὼ δὲ πειθώ γ ̓, ἔπος ἄριστ ̓ εἰρημένον. ΔΙ. πειθὼ δὲ κοϋφόν ἐστι καὶ νοῦν οὐκ ἔχον. ἀλλ ̓ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων, ὅ τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα. ΕΥ. φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;

ΔΙ.

φράσω· βέβληκε ̓Αχιλλεὺς δύο κύβω καὶ τέτταρα. λέγοιτ ̓ ἂν, ὡς αὕτη ἐστὶ λοιπὴ σφῶν στάσις. ΕΥ. σιδηροβριθές τ ̓ ἔλαβε δεξιᾷ ξύλον. ΑΙΣ. ἐφ ̓ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός. ΔΙ. ἐξηπάτηκεν αὖ σε καὶ νῦν. ΕΥ. τῷ τρόπῳ; ΔΙ. δύ ̓ ἅρματ ̓ εἰσήνεγκε καὶ νεκρώ δύο,

οὓς οὐκ ἂν ἄραιντ ̓ οὐδ ̓ ἑκατὸν Αἰγύπτιοι.

1386

1390

1395

1400

1405

1410

ΑΙΣ. καὶ μηκέτ' ἔμοιγε κατ ̓ ἔπος, ἀλλ ̓ ἐς τὸν σταθμὸν αὐτὸς, τὰ παιδί, ἡ γυνὴ, Κηφισοφῶν, ἐμβὰς καθήσθω συλλαβὼν τὰ βιβλία ἐγὼ δὲ δύ ̓ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον. ΔΙ. άνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ. οὐ γὰρ δι ̓ ἔχθρας οὐδετέρῳ γενήσομαι. τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν, τῷ δ' ἥδομαι. ΠΛ. οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οἵνεκα; ΔΙ. ἐὰν δὲ κρίνω ;

ΠΛ.

τὸν ἕτερον λαβὼν ἔπει, ὁπότερον ἂν κρίνῃς, ἵν ̓ ἔλθῃς μὴ μάτην. ΔΙ. εὐδαιμονοίης. φέρε, πύθεσθέ μου ταδί.

ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. ΕΥ. τοῦ χάριν; ΔΙ. ἵν ̓ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.

ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσειν μέλλῃ τι χρηστὸν, τοῦτον ἄξειν μοι δοκῶ. πρῶτον μὲν οὖν περὶ ̓Αλκιβιάδου τίν ̓ ἔχετον γνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ. ΕΥ. ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην ;

ΔΙ.

τίνα;

ποθεῖ μὲν, ἐχθαίρει δὲ, βούλεται δ ̓ ἔχειν. ἀλλ ̓ ὅ τι νοεῖτον, εἴπατον τούτου πέρι. ΕΥ. μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν

1415

1420

1425

βραδὺς πέφυκε, μεγάλα δὲ βλάπτειν ταχὺς, καὶ πόριμον αὑτῷ, τῇ πόλει δ ̓ ἀμήχανον. ΔΙ. εὖ γ ̓, ὦ Πόσειδον· σὺ δὲ τίνα γνώμην ἔχεις; 1430 ΑΙΣ. [οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν.] μάλιστα μὲν λέοντα μὴ 'ν πόλει τρέφειν, ἦν δ ̓ ἐκτρέφῃ τις, τοῖς τρόποις ὑπηρετεῖν. ΔΙ. νὴ τὸν Δία τὸν σωτῆρα, δυσκρίτως γ ̓ ἔχω ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δ ̓ ἕτερος σαφῶς.

« PreviousContinue »