Page images
PDF
EPUB

28

Ἴσως δὲ ταῦτα μὲν ὀρθῶς ἡγεῖσθε λέγεσθαι, τὸ δὲ τῶν χρημάτων, πόσα καὶ πόθεν ἔσται, μάλιστα ποθεῖτ ̓ ἀκοῦσαι. τοῦτο δὴ καὶ περαίνω. χρήματα τοίνυν· ἔστι μὲν ἡ τροφή, σιτηρέσιον μόνον, τῇ δυνάμει ταύτῃ τάλαντ ̓ ἐνενήκοντα καὶ μικρόν τι πρός· δέκα μὲν ναυσὶ ταχείαις τετταρά- 48 κοντα τάλαντα, εἴκοσιν εἰς τὴν ναῦν μναῖ τοῦ μηνὸς ἑκάστου, στρατιώταις δὲ δισχιλίοις τοσαῦθ ̓ ἕτερα, ἵνα δέκα τοῦ μηνὸς ὁ στρατιώτης δραχμὰς σιτηρέσιον λαμβάνῃ, τοῖς δ ̓ ἱππεῦσι διακοσίοις οὖσιν, ἐὰν τριάκοντα δραχμὰς ἕκαστος λαμβάνῃ 29 τοῦ μηνός, δώδεκα τάλαντα. εἰ δέ τις οἴεται μικρὰν ἀφορμὴν εἶναι σιτηρέσιον τοῖς στρατευομένοις ὑπάρχειν, οὐκ ὀρθῶς ἔγνωκεν· ἐγὼ γὰρ οἶδα σαφῶς ὅτι, τοῦτ ̓ ἂν γένηται, προσποριεῖ τὰ λοιπὰ αὐτὸ τὸ στράτευμ ̓ ἀπὸ τοῦ πολέμου, οὐδένα τῶν Ἑλ λήνων ἀδικοῦν οὐδὲ τῶν συμμάχων, ὥστ ̓ ἔχειν μισθὸν ἐντελῆ. ἐγὼ συμπλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος, ἐὰν μὴ ταῦθ ̓ οὕτως ἔχῃ. πόθεν οὖν ὁ πόρος τῶν χρημάτων, ἃ παρ' ὑμῶν κελεύω γενέσθαι ; τοῦτ ̓ ἤδη λέξω.

30

ΠΟΡΟΥ ΑΠΟΔΕΙΞΙΣ.

Α μὲν ἡμεῖς ὦ ἄνδρες Αθηναῖοι δεδυνή μεθ' εὑρεῖν ταῦτ ̓ ἐστίν. ἐπειδὰν δ ̓ ἐπιχειροτονῆτε τὰς γνώμας, ἂν ὑμῖν ἀρέσκῃ χειροτονήσετε, ἵνα μὴ μόνον ἐν τοῖς ψηφίσμασιν καὶ ταῖς ἐπιστολαῖς πολεμῆτε Φιλίππῳ, ἀλλὰ καὶ τοῖς ἔργοις.

31 Δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι,

εἰ τὸν τόπον ὦ ἄνδρες Αθηναῖοι τῆς χώρας, πρὸς ἣν πολεμεῖτ ̓, ἐνθυμηθείητε, καὶ λογίσαισθ ̓ ὅτι τοῖς πνεύμασιν καὶ ταῖς ὥραις τοῦ ἔτους τὰ πολλὰ προλαμβάνων διαπράττεται Φίλιππος, καὶ φυλάξας τοὺς ἐτησίας ἢ τὸν χειμῶν ̓ ἐπιχειρεῖ, ἡνίκ ̓ ἂν ἡμεῖς μὴ δυναίμεθ ̓ ἐκεῖσ ̓ ἀφικέσθαι. δεῖ 32 τοίνυν ταῦτ ̓ ἐνθυμουμένους μὴ βοηθείαις πολεμεῖν 49 —ὑστεριοῦμεν γὰρ ἁπάντων—ἀλλὰ παρασκευῇ συνεχεῖ καὶ δυνάμει. ὑπάρχει δ' ὑμῖν χειμαδίῳ μὲν χρῆσθαι τῇ δυνάμει Λήμνῳ καὶ Θάσῳ καὶ Σκιάθῳ καὶ ταῖς ἐν τούτῳ τῷ τόπῳ νήσοις, ἐν αἷς καὶ λιμένες καὶ σῖτος καὶ ἃ χρὴ στρατεύματι πάνθ ̓ ὑπάρχει τὴν δ ̓ ὥραν τοῦ ἔτους, ὅτε καὶ πρὸς τῇ γῇ γενέσθαι ῥᾴδιον καὶ τὸ τῶν πνευμάτων ἀσφαλές, πρὸς αὐτῇ τῇ χώρᾳ καὶ πρὸς τοῖς τῶν ἐμπορίων στόμασιν ῥᾳδίως ἔσται.

Α μὲν οὖν χρήσεται καὶ πότε τῇ δυνάμει, 33 παρὰ τὸν καιρὸν ὁ τούτων κύριος καταστὰς ὑφ ̓ ὑμῶν βουλεύσεται ἃ δ ̓ ὑπάρξαι δεῖ παρ' ὑμῶν, ταῦτ ̓ ἐστὶν ἁγω γέγραφα. ἂν ταῦτ ̓ ὦ ἄνδρες Αθηναῖοι πορίσητε, τὰ χρήματα πρῶτον λέγω, εἶτα καὶ τἆλλα παρασκευάσαντες, τοὺς στρατιώτας τὰς τριήρεις τοὺς ἱππέας, ἐντελῆ πᾶσαν τὴν δύναμιν, νόμῳ κατακλείσητ ̓ ἐπὶ τῷ πολέμῳ μένειν, τῶν μὲν χρημάτων αὐτοὶ ταμίαι καὶ πορισταὶ γιγνόμενοι, τῶν δὲ πράξεων παρὰ τοῦ στρατηγοῦ τὸν λόγον ζητοῦντες, παύσεσθ' ἀεὶ περὶ τῶν αὐτῶν βουλευόμενοι καὶ πλέον οὐδὲν ποιοῦντες, καὶ ἔτι πρὸς τούτῳ πρῶτον μὲν ὦ ἄνδρες Αθηναῖοι τὸν μέγιστον τῶν ἐκείνου πόρων

34

ἀφαιρήσεσθε. ἔστι δ ̓ οὗτος τίς; ἀπὸ τῶν ὑμετέ ρων ὑμῖν πολεμεῖ συμμάχων, ἄγων καὶ φέρων τοὺς πλέοντας τὴν θάλατταν. ἔπειτα τί πρὸς τούτῳ ; τοῦ πάσχειν αὐτοὶ κακῶς ἔξω γενήσεσθε, οὐχ ὥσπερ τὸν παρελθόντα χρόνον εἰς Λῆμνον καὶ Ιμβρον ἐμβαλὼν αἰχμαλώτους πολίτας ὑμετέρους ᾤχετ ̓ ἔχων, πρὸς τῷ Γεραιστῷ τὰ πλοῖα συλλαβὼν ἀμύθητα χρήματ ̓ ἐξέλεξε, τὰ τελευταῖ ̓ εἰς 50 Μαραθῶν ἀπέβη καὶ τὴν ἱερὰν ἀπὸ τῆς χώρας ᾤχετ ̓ ἔχων τριήρη, ὑμεῖς δ ̓ οὔτε ταῦτα δύνασθε κωλύειν οὔτ ̓ εἰς τοὺς χρόνους, οὓς ἂν προθῆσθε, 35 βοηθεῖν. καίτοι τί δήποτ ̓ ὦ ἄνδρες Αθηναίοι νομίζετε τὴν μὲν τῶν Παναθηναίων ἑορτὴν καὶ τὴν τῶν Διονυσίων ἀεὶ τοῦ καθήκοντος χρόνου γίγνεσθαι, ἄν τε δεινοὶ λάχωσιν ἄν τ' ἰδιῶται οἱ τούτων ἑκατέρων ἐπιμελούμενοι, εἰς ἃ του σαῦτ ̓ ἀναλίσκετε χρήματα, ὅσ ̓ οὐδ ̓ εἰς ἕνα τῶν ἀποστόλων, καὶ τοσοῦτον ὄχλον καὶ παρασκευὴν ὅσην οὐκ οἶδ ̓ εἴ τι τῶν ἁπάντων ἔχει, τοὺς δ ̓ ἀποστόλους πάντας ὑμῖν ὑστερίζειν τῶν και ρῶν, τὸν εἰς Μεθώνην, τὸν εἰς Παγασάς, τὸν εἰς 36 Ποτείδαιαν ; ὅτι κεῖνα μὲν πάντα νόμῳ τέτακται, καὶ πρόοιδεν ἕκαστος ὑμῶν ἐκ πολλοῦ, τίς χορηγὸς ἢ γυμνασίαρχος τῆς φυλῆς, πότε καὶ παρὰ τοῦ καὶ τί λαβόντα τί δεῖ ποιεῖν, οὐδὲν ἀνεξέ ταστον οὐδ ̓ ἀόριστον ἐν τούτοις ημέληται, ἐν δὲ τοῖς περὶ τοῦ πολέμου καὶ τῇ τούτου παρασκευῇ ἄτακτ ̓ ἀδιόρθωτ ̓ ἀόρισθ ̓ ἅπαντα. τοιγαροῦν ἅμ ̓ ἀκηκόαμέν τι καὶ τριηράρχους καθίσταμεν καὶ τούτοις ἀντιδόσεις ποιούμεθα καὶ περὶ χρημάτων

πόρου σκοποῦμεν, καὶ μετὰ ταῦτ ̓ ἐμβαίνειν τοὺς μετοίκους ἔδοξεν καὶ τοὺς χωρὶς οἰκοῦντας, εἶτ ̓ αὐτοὺς πάλιν, εἶτ ̓ ἀντεμβιβάζειν, εἶτ ̓ ἐν ὅσῳ ταῦτα μέλλεται, προαπόλωλε τὸ ἐφ ̓ ὃ ἂν ἐκπλέωμεν· τὸν γὰρ τοῦ πράττειν χρόνον εἰς τὸ 37 παρεσκευάζεσθαι ἀναλίσκομεν, οἱ δὲ τῶν πραγ μάτων οὐ μένουσιν καιροὶ τὴν ἡμετέραν βραδυτῆτα καὶ εἰρωνείαν. ἃς δὲ τὸν μεταξὺ χρόνον δυνάμεις οἰόμεθ' ἡμῖν ὑπάρχειν, οὐδὲν οἶαί τ ̓ οὖσαι ποιεῖν 51 ἐπ' αὐτῶν τῶν καιρῶν ἐξελέγχονται. ὁ δ ̓ εἰς τοῦθ ̓ ὕβρεως ἐλήλυθεν, ὥστ ̓ ἐπιστέλλειν Εὐβοεῦσιν ἤδη τοιαύτας ἐπιστολάς,

ΕΠΙΣΤΟΛΗΣ ΑΝΑΓΝΩΣΙΣ.

αν

Τούτων ὦ ἄνδρες Αθηναῖοι τῶν ἀνεγνωσμένων 38 ἀληθῆ μέν ἐστι τὰ πολλά, ὡς οὐκ ἔδει, οὐ μὴν ἀλλ ̓ ἴσως οὐχ ἡδέ ἀκούειν. ἀλλ ̓ εἰ μέν, ὅσ ̓ ἄν τις ὑπερβῇ τῷ λόγῳ, ἵνα μὴ λυπήσῃ, καὶ τὰ πράγμαθ ̓ ὑπερβήσεται, δεῖ πρὸς ἡδονὴν δημηγορεῖν· εἰ δ ̓ ἡ τῶν λόγων χάρις, ἂν ᾖ μὴ προσή κουσα, ἔργῳ ζημία γίγνεται, αἰσχρόν ἐστι φενακίζειν ἑαυτούς, καὶ ἅπαντ ̓ ἀναβαλλομένους ἂν ᾖ δυσχερῆ πάντων ὑστερεῖν τῶν ἔργων, καὶ μηδὲ τοῦτο δύνασθαι μαθεῖν, ὅτι δεῖ τοὺς ὀρθῶς πολέμῳ 39 χρωμένους οὐκ ἀκολουθεῖν τοῖς πράγμασιν, ἀλλ ̓ αὐτοὺς ἔμπροσθεν εἶναι τῶν πραγμάτων, καὶ τὸν αὐτὸν τρόπον, ὥσπερ τῶν στρατευμάτων ἀξιώσειέ τις ἂν τὸν στρατηγὸν ἡγεῖσθαι, οὕτω καὶ τῶν πραγμάτων τοὺς βουλευομένους, ἵν ̓ ἂν ἐκείνοις δοκῇ, ταῦτα πράττηται, καὶ μὴ τὰ συμβάντο

40 ἀναγκάζωνται διώκειν. ὑμεῖς δ ̓ ὦ ἄνδρες ̓Αθηναῖοι πλείστην δύναμιν πάντων ἔχοντες, τριήρεις ὁπλίτας ἱππέας χρημάτων πρόσοδον, τούτων μὲν μέχρι τῆς τήμερον ἡμέρας οὐδενὶ πώποτ ̓ εἰς δέον τι κέχρησθε, οὐδὲν δ ̓ ἀπολείπετε, ὥσπερ οἱ βάρβαροι πυκτεύουσιν, οὕτω πολεμεῖν Φιλίππῳ. καὶ γὰρ ἐκείνων ὁ πληγείς ἀεὶ τῆς πληγῆς ἔχεται, κἂν ἑτέρωσε πατάξῃς, ἐκεῖσ ̓ εἰσιν αἱ χεῖρες προβάλλεσθαι δ ̓ ἢ βλέπειν ἐναντίον οὔτ ̓ οἶδεν 41 οὔτ ̓ ἐθέλει. καὶ ὑμεῖς, ἂν ἐν Χερρονήσῳ πύθησθε 52 Φίλιππον, ἐκεῖσε βοηθεῖν ψηφίζεσθε, ἐὰν ἐν Πύ λαις, ἐκεῖσε, ἐὰν ἄλλοθί που, συμπαραθεῖτ ̓ ἄνω κάτω, καὶ στρατηγεῖσθ ̓ ὑπ ̓ ἐκείνου, βεβούλευσθε δ ̓ οὐδὲν αὐτοὶ συμφέρον περὶ τοῦ πολέμου, οὐδὲ πρὸ τῶν πραγμάτων προορᾶτ ̓ οὐδέν, πρὶν ἂν ἢ γεγενημένον ἢ γιγνόμενόν τι πύθησθε. ταῦτα δ' ἴσως πρότερον μὲν ἐνῆν νῦν δ ̓ ἐπ ̓ αὐτὴν ἥκει 42 τὴν ἀκμήν, ὥστ ̓ οὐκέτ ̓ ἐγχωρεῖ. δοκεῖ δέ μοι θεῶν τις ὦ ἄνδρες Αθηναῖοι τοῖς γιγνομένοις ὑπὲρ τῆς πόλεως αἰσχυνόμενος τὴν φιλοπραγμοσύνην ταύτην ἐμβαλεῖν Φιλίππῳ, εἰ γὰρ ἔχων ἃ κατέστραπται å καὶ προείληφεν ἡσυχίαν ἔχειν ἤθελεν καὶ μηδὲν ἔπραττεν ἔτι, ἀποχρῆν ἐνίοις ὑμῶν ἂν μοι δοκεῖ, ἐξ ὧν αἰσχύνην καὶ ἀνανδρίαν καὶ πάντα τὰ αἴσ χιστ ̓ ὠφληκότες ἂν ἦμεν δημοσίᾳ· νῦν δ ̓ ἐπιχειρῶν ἀεί τινι καὶ τοῦ πλείονος ὀρεγόμενος ἴσως ἂν ἐκκαλέ43 σαιθ ̓ ὑμᾶς, εἴπερ μὴ παντάπασιν ἀπεγνώκατε. θαυμάζω δ ̓ ἔγωγε, εἰ μηδεὶς ὑμῶν μήτ' ἐνθυμεῖται μήτ' ὀργίζεται, ὁρῶν ὦ ἄνδρες Αθηναῖοι τὴν μὲν ἀρχὴν τοῦ πολέμου γεγενημένην περὶ τοῦ τιμωρήσασθαι

« PreviousContinue »