πόρου σκοποῦμεν, καὶ μετὰ ταῦτ ̓ ἐμβαίνειν τοὺς μετοίκους ἔδοξεν καὶ τοὺς χωρὶς οἰκοῦντας, εἶτ ̓ αὐτοὺς πάλιν, εἶτ ̓ ἀντεμβιβάζειν, εἶτ ̓ ἐν ὅσῳ ταῦτα μέλλεται, προαπόλωλε τὸ ἐφ ̓ ὃ ἂν ἐκπλέωμεν· τὸν γὰρ τοῦ πράττειν χρόνον εἰς τὸ 37 παρεσκευάζεσθαι ἀναλίσκομεν, οἱ δὲ τῶν πραγ μάτων οὐ μένουσιν καιροὶ τὴν ἡμετέραν βραδυτητα καὶ εἰρωνείαν. ἃς δὲ τὸν μεταξὺ χρόνον δυνάμεις οἰόμεθ' ἡμῖν ὑπάρχειν, οὐδὲν οἶαί τ ̓ οὖσαι ποιεῖν 51 ἐπ' αὐτῶν τῶν καιρῶν ἐξελέγχονται. ὁ δ ̓ εἰς τοῦθ ̓ ὕβρεως ἐλήλυθεν, ὥστ ̓ ἐπιστέλλειν Εὐβοεῦσιν ἤδη τοιαύτας ἐπιστολάς, ΕΠΙΣΤΟΛΗΣ ΑΝΑΓΝΩΣΙΣ. Τούτων ὦ ἄνδρες Αθηναῖοι τῶν ἀνεγνωσμένων 38 ἀληθῆ μέν ἐστι τὰ πολλά, ὡς οὐκ ἔδει, οὐ μὴν ἀλλ ̓ ἴσως οὐχ ἡδέ ̓ ἀκούειν. ἀλλ ̓ εἰ μέν, ὅσ ̓ ἄν τις ὑπερβῇ τῷ λόγῳ, ἵνα μὴ λυπήσῃ, καὶ τὰ πράγμαθ ̓ ὑπερβήσεται, δεῖ πρὸς ἡδονὴν δημηγορεῖν· εἰ δ ̓ ἡ τῶν λόγων χάρις, ἂν ᾖ μὴ προσήκουσα, ἔργῳ ζημία γίγνεται, αἰσχρόν ἐστι φενακίζειν ἑαυτούς, καὶ ἅπαντ ̓ ἀναβαλλομένους ἂν ᾖ δυσχερῆ πάντων ὑστερεῖν τῶν ἔργων, καὶ μηδὲ τοῦτο δύνασθαι μαθεῖν, ὅτι δεῖ τοὺς ὀρθῶς πολέμῳ 39 χρωμένους οὐκ ἀκολουθεῖν τοῖς πράγμασιν, ἀλλ ̓ αὐτοὺς ἔμπροσθεν εἶναι τῶν πραγμάτων, καὶ τὸν αὐτὸν τρόπον, ὥσπερ τῶν στρατευμάτων ἀξιώσειε τις ἂν τὸν στρατηγὸν ἡγεῖσθαι, οὕτω καὶ τῶν πραγμάτων τοὺς βουλευομένους, ἵν ̓ ἂν ἐκείνοις δοκῇ, ταῦτα πράττηται, καὶ μὴ τὰ συμβάντ 40 ἀναγκάζωνται διώκειν, ὑμεῖς δ ̓ ὦ ἄνδρες Αθηναῖοι πλείστην δύναμιν πάντων ἔχοντες, τριήρεις ὁπλίτας ἱππέας χρημάτων πρόσοδον, τούτων μὲν μέχρι τῆς τήμερον ἡμέρας οὐδενὶ πώποτ ̓ εἰς δέον τι κέχρησθε, οὐδὲν δ ̓ ἀπολείπετε, ὥσπερ οἱ βάρβαροι πυκτεύουσιν, οὕτω πολεμεῖν Φιλίππῳ. καὶ γὰρ ἐκείνων ὁ πληγεὶς ἀεὶ τῆς πληγῆς ἔχεται, κἂν ἑτέρωσε πατάξῃς, ἐκεῖσ ̓ εἰσιν αἱ χεῖρες προβάλλεσθαι δ ̓ ἢ βλέπειν ἐναντίον οὔτ ̓ οἶδεν 41 οὔτ ̓ ἐθέλει. καὶ ὑμεῖς, ἂν ἐν Χερρονήσῳ πύθησθε 52 Φίλιππον, ἐκεῖσε βοηθεῖν ψηφίζεσθε, ἐὰν ἐν Πύ λαις, ἐκεῖσε, ἐὰν ἄλλοθί που, συμπαραθεῖτ ̓ ἄνω κάτω, καὶ στρατηγεῖσθ ̓ ὑπ ̓ ἐκείνου, βεβούλευσθε δ ̓ οὐδὲν αὐτοὶ συμφέρον περὶ τοῦ πολέμου, οὐδὲ πρὸ τῶν πραγμάτων προορᾶτ ̓ οὐδέν, πρὶν ἂν ἢ γεγενημένον ἢ γιγνόμενόν τι πύθησθε. ταῦτα δ ̓ ἴσως πρότερον μὲν ἐνῆν· νῦν δ ̓ ἐπ ̓ αὐτὴν ἥκει 42 τὴν ἀκμήν, ὥστ ̓ οὐκέτ ̓ ἐγχωρεῖ. δοκεῖ δέ μοι θεῶν τις ὦ ἄνδρες Αθηναῖοι τοῖς γιγνομένοις ὑπὲρ τῆς πόλεως αἰσχυνόμενος τὴν φιλοπραγμοσύνην ταύτην ἐμβαλεῖν Φιλίππῳ. εἰ γὰρ ἔχων ἃ κατέστραπται καὶ προείληφεν ἡσυχίαν ἔχειν ἤθελεν καὶ μηδὲν ἔπραττεν ἔτι, ἀποχρῆν ἐνίοις ὑμῶν ἂν μοι δοκεῖ, ἐξ ὧν αἰσχύνην καὶ ἀνανδρίαν καὶ πάντα τὰ αἴσ χιστ ̓ ὠφληκότες ἂν ἦμεν δημοσίᾳ· νῦν δ ̓ ἐπιχειρῶν ἀεί τινι καὶ τοῦ πλείονος ὀρεγόμενος ἴσως ἂν ἐκκαλέσαιθ ̓ ὑμᾶς, εἴπερ μὴ παντάπασιν ἀπεγνώκατε. θαυμάζω δ ̓ ἔγωγε, εἰ μηδεὶς ὑμῶν μήτ' ἐνθυμεῖται μήτ' ὀργίζεται, ὁρῶν ὦ ἄνδρες Αθηναῖοι τὴν μὲν ἀρχὴν τοῦ πολέμου γεγενημένην περὶ τοῦ τιμωρήσασθαι 43 Φίλιππον, τὴν δὲ τελευτὴν οὖσαν ἤδη ὑπὲρ τοῦ μὴ παθεῖν κακῶς ὑπὸ Φιλίππου. ἀλλὰ μὴν ὅτι γ ̓ οὐ στήσεται, δῆλον, εἰ μή τις κωλύσει. εἶτα τοῦτ ̓ ἀναμενοῦμεν, καὶ τριήρεις κενὰς καὶ τὰς παρὰ τοῦ δεῖνος ἐλπίδας ἂν ἀποστείλητε, πάντ ̓ ἔχειν οἴεσθε καλῶς; οὐκ ἐμβησόμεθ' ; οὐκ ἔξιμεν 44 αὐτοὶ μέρει γέ τινι στρατιωτῶν οἰκείων νῦν, εἰ καὶ μὴ πρότερον; οὐκ ἐπὶ τὴν ἐκείνου πλευσό53 μεθα; ποῖ δὴ προσορμιούμεθ ̓; ἤρετό τις. εὑρήσει τὰ σαθρὰ ὦ ἄνδρες Αθηναῖοι τῶν ἐκείνου πράγματων αὐτὸς ὁ πόλεμος, ἂν ἐπιχειρῶμεν· ἂν μέντοι καθώμεθ' οἴκοι, λοιδορουμένων ἀκούοντες καὶ αἰτιωμένων ἀλλήλους τῶν λεγόντων, οὐδέποτ ̓ οὐδὲν ἡμῖν μὴ γένηται τῶν δεόντων. ὅποι μὲν γὰρ ἄν, οἶμαι, 45 μέρος τι τῆς πόλεως συναποσταλῇ, κἂν μὴ πάσα, καὶ τὸ τῶν θεῶν εὐμενὲς καὶ τὸ τῆς τύχης συναγωνίζεται· ὅποι δ ̓ ἂν στρατηγὸν καὶ ψήφισμα κενὸν καὶ τὰς ἀπὸ τοῦ βήματος ἐλπίδας ἐκπέμψητε, οὐδὲν ὑμῖν τῶν δεόντων γίγνεται, ἀλλ ̓ οἱ μὲν ἐχθροὶ καταγελώσιν, οἱ δὲ σύμμαχοι τεθνᾶσι τῷ δέει τοὺς τοιούτους ἀποστόλους. οὐ γὰρ ἔστιν 46 οὐκ ἔστιν ἕν ̓ ἄνδρα δυνηθῆναί ποτε ταῦθ ̓ ὑμῖν πρᾶξαι πάνθ ̓ ὅσα βούλεσθε· ὑποσχέσθαι μέντοι καὶ φῆσαι καὶ τὸν δεῖν ̓ αἰτιάσασθαι καὶ τὸν δεῖν ̓ ἔστιν, τὰ δὲ πράγματ ̓ ἐκ τούτων ἀπόλωλεν ὅταν γὰρ ἡγῆται μὲν ὁ στρατηγὸς ἀθλίων ἀπομίσθων ξένων, οἱ δ ̓ ὑπὲρ ὧν ἂν ἐκεῖνος [ἐκεῖ] πράξῃ πρὸς ὑμᾶς ψευδόμενοι ῥᾳδίως ἐνθάδ ̓ ὦσιν, ὑμεῖς δ ̓ ἐξ ὧν ἂν ἀκούσηθ ̓ ὅ τι ἂν τύχητε ψηφί ζησθε τί καὶ χρὴ προσδοκᾶν ; 47 Πῶς οὖν ταῦτα παύσεται; ὅταν ὑμεῖς ὦ ἄν δρες Αθηναῖοι τοὺς αὐτοὺς ἀποδείξητε στρατιώτας καὶ μάρτυρας τῶν στρατηγουμένων καὶ δικαστὰς οἴκαδ ̓ ἐλθόντας τῶν εὐθυνῶν, ὥστε μὴ ἀκούειν μόνον ὑμᾶς τὰ ὑμέτερ' αὐτῶν, ἀλλὰ καὶ παρόντας ὁρᾶν. νῦν δ ̓ εἰς τοῦθ ̓ ἥκει τὰ πράγματ ̓ αἰσχύνης, ὥστε τῶν στρατηγῶν ἕκαστος δὶς καὶ τρὶς κρίνεται παρ' ὑμῖν περὶ θανάτου, πρὸς δὲ τοὺς ἐχθροὺς οὐδεὶς οὐδ ̓ ἅπαξ αὐτῶν ἀγωνίσασθαι περὶ θανάτου τολμᾷ, ἀλλὰ τὸν τῶν ἀνδραποδιστῶν καὶ λωποδυτῶν θάνατον μᾶλλον αἱροῦνται τοῦ προσήκοντος· κακούργου μὲν γάρ ἐστι κριθέντ' 54 ἀποθανεῖν, στρατηγοῦ δὲ μαχόμενον τοῖς πολε48 μίοις. ἡμῶν δ ̓ οἱ μὲν περιιόντες μετὰ Λακεδαιμονίων φασὶ Φίλιππον πράττειν τὴν Θηβαίων κατάλυσιν καὶ τὰς πολιτείας διασπᾶν, οἱ δ ̓ ὡς πρέσβεις πέπομφεν ὡς βασιλέα, οἱ δ ̓ ἐν Ἰλλυριοῖς πόλεις τειχίζειν, οἱ δὲ—λόγους πλάττοντες 49 ἕκαστος περιερχόμεθα. ἐγὼ δ ̓ οἶμαι μὲν ὦ ἄνδρες Αθηναῖοι νὴ τοὺς θεοὺς ἐκεῖνον μεθύειν τῷ μεγέθει τῶν πεπραγμένων καὶ πολλὰ τοιαῦτ ̓ ὀνειροπολεῖν ἐν τῇ γνώμῃ, τήν τ ̓ ἐρημίαν τῶν κωλυσόντων ὁρῶντα καὶ τοῖς πεπραγμένοις ἐπηρμένον, οὐ μέντοι μὰ Δί' οὕτω προαιρεῖσθαι πράττειν, ὥστε τοὺς ἀνοητοτάτους τῶν παρ' ἡμῖν εἰδέναι τί μέλλει ποιεῖν ἐκεῖνος· ἀνοητότατοι γάρ εἰσιν οἱ λογοποιοῦντες, ἀλλ ̓ ἂν ἀφέντες ταῦτ ̓ ἐκεῖν ̓ εἰδῶμεν, ὅτι ἐχθρὸς ἄνθρωπος, καὶ τὰ ἡμέ τερ ̓ ἡμᾶς ἀποστερεῖ, καὶ χρόνον πολὺν ὕβρικεν, καὶ ἅπανθ ̓ ὅσα πώποτ' ἠλπίσαμέν τινα πράξειν ὑπὲρ 50 ἡμῶν καθ ̓ ἡμῶν εὕρηται, καὶ τὰ λοιπὰ ἐν αὐτοῖς ἡμῖν ἐστί, κἂν μὴ νῦν ἐθέλωμεν ἐκεῖ πολεμεῖν αὐ τῷ, ἐνθάδ ̓ ἴσως ἀναγκασθησόμεθ' αὐτὸ ποιεῖν· ἂν ταῦτ ̓ εἰδῶμεν, καὶ τὰ δέονθ ̓ ἐσόμεθ ̓ ἐγνωκότες καὶ λόγων ματαίων ἀπηλλαγμένοι· οὐ γὰρ ἅττα ποτ ̓ ἔσται δεῖ σκοπεῖν, ἀλλ ̓ ὅτι φαῦλ ̓, ἐὰν μὴ προσέχητε τὸν νοῦν καὶ τὰ προσήκοντα ποιεῖν ἐθέλητ ̓, εὖ εἰδέναι. Ἐγὼ μὲν οὖν οὔτ ̓ ἄλλοτε πώποτε πρὸς χάριν 51 εἱλόμην λέγειν, ὅ τι ἂν μὴ καὶ συνοίσειν πεπεισμένος ὦ, νῦν θ ̓ ἃ γιγνώσκω πάνθ ̓ ἁπλῶς, οὐδὲν ὑποστειλάμενος, πεπαρρησίασμαι. ἐβουλόμην δ' 55 ἄν, ὥσπερ ὑμῖν συμφέρον τὰ βέλτιστ ̓ ἀκούειν οἶδα, οὕτως εἰδέναι συνοῖσον καὶ τῷ τὰ βέλτιστ ̓ εἰπόντι πολλῷ γὰρ ἂν ἥδιον εἶχον. νῦν δ' ἐπ' ἀδήλοις οὖσι τοῖς ἀπὸ τούτων ἐμαυτῷ γενησομένοις, ὅμως ἐπὶ τῷ συνοίσειν ὑμῖν ἂν πράξητε ταῦτα πεπεῖσθαι λέγειν αἱροῦμαι. νικῴη δ' ὅ τι πᾶσιν μέλλει συνοίσειν. |